De sollertia animalium
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
ἧττον δὲ ταῦτα θαυμαστά, καίπερ ὄντα θαυμάσια, ποιοῦσιν αἱ νόησιν ἀριθμοῦ καὶ δύναμιν τοῦ ἀριθμεῖν ἔχουσαι φύσεις, ὥσπερ ἔχουσιν αἱ περὶ Σοῦσα βόες· εἰσὶ γὰρ αὐτόθι τὸν βασιλικὸν παράδεισον ἄρδουσαι περιάκτοις ἀντλήμασιν, ὧν ὥρισται τὸ πλῆθος· ἑκατὸν γὰρ ἑκάστη βοῦς ἀναφέρει καθʼ ἡμέραν ἑκάστην ἀντλήματα πλείονα δʼ οὐκ ἔστιν οὔτε λαβεῖν οὔτε βιάσασθαι βουλόμενον· ἀλλὰ καὶ πείρας ἕνεκα πολλάκις προστιθέντων, ὑφίσταται καὶ οὐ πρόεισιν, ἀποδοῦσα τὸ τεταγμένον· οὕτως ἀκριβῶς συντίθησι καὶ καταμνημονεύει τὸ κεφάλαιον, ὡς Κτησίας ὁ Κνίδιος ἱστόρηκε. Λίβυες δʼ
Αἰγυπτίων καταγελῶσι μυθολογούντων περὶ τοῦ ὄρυγος, ὡς φωνὴν ἀφιέντος ἡμέρας ἐκείνης καὶ ὥρας ἧς ἐπιτέλλει τὸ ἄστρον, ὃ Σῶθιν αὐτοὶ Κύνα δὲ καὶ Σείριον ἡμεῖς καλοῦμεν· τὰς γὰρ αὑτῶν ὁμοῦ πάσας αἶγας, ὅταν ἀνάσχῃ μεθʼ ἡλίου τὸ ἄστρον ἀτρεκῶς, ἐκεῖ στρεφομένας ἀποβλέπειν πρὸς τὴν ἀνατολὴν καὶ τεκμήριον τοῦτο τῆς περιόδου βεβαιότατον εἶναι καὶ μάλιστα τοῖς μαθηματικοῖς κανόσιν ὁμολογούμενον.