Amatorius
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ΑΥΤΟΒΟΥΛΟΣ. παυσαμένου δὲ τοῦ Πρωτογένους, ὁρᾷς εἶπεν ὁ πατήρ ὦ Ἀνθεμίων, ὅτι πάλιν κοινὴν ποιοῦσι τὴν ὑπόθεσιν καὶ τὸν λόγον ἀναγκαῖον ἡμῖν τοῖς οὐκ ἀρνουμένοις; οὐδὲ φεύγουσι[*](φεύγουσι R: φεύγειν ) τοῦ περὶ γάμον ἔρωτος εἶναι χορευταῖς; καὶ[*](καὶ] malim ναί) ναὶ μὰ Δίʼ εἶπεν ὁ Ἀνθεμίων· ἄμυνʼ οὖν[*](ἄμυνʼ οὖν *: ἀμύνει ) διὰ πλειόνων νῦν αὐτὸς ἐρῶν[*](αὐτὸς ἐρῶν· ἔτι δὲ W: αὐτοὺς ἐρᾶν· εἰ δὲ idem: βοηθήσων )· ἔτι δὲ τῷ πλούτῳ βοήθησον, ᾧ μάλιστα δεδίττεται Πεισίας ἡμᾶς. τί δʼ εἶπεν ὁ πατὴρ
οὐκ ἂν ἔγκλημα γένοιτο γυναικός, εἰ διʼ ἔρωτα καὶ πλοῦτον ἀπορρίψομεν Ἰσμηνοδώραν; βαρεῖα γὰρ καὶ[*](καὶ] εἰ Emperius) πλουσία· τί δʼ εἰ καλὴ καὶ νέα; τί δʼ εἰ[*](εἰ - εἰ Leonicus: ἡ - ἡ ) γένει σοβαρὰ καὶ ἔνδοξος; αἱ δὲ σώφρονες οὐδὲ αὐστηρὸν[*](οὐδὲ αὐστηρὸν - δυσκαρτέρητον] fort. οὐ τὸ αὐστηρὸν πικρὸν καὶ κατεγνυπωμένον ἐπαχθὲς δὲ τὸ σεμνὸν καὶ δυσκαρτέρητον) καὶ κατεγνυπωμένον[*](ib. em. Schneiderus: κατεγρπωμένον ) ἐπαχθὲς[*](ib. lac. 6 E 8 B)· καὶ δυσκαρτέρητον ἔχουσι, καὶ ποινὰς[*](ποινὰς Basileensis: πείνας ) καλοῦσιν αὐτὰς καὶ[*](καὶ] ἀεὶ Emperius) τοῖς ἀνδράσιν ὀργιζομένας, ὅτι σωφρονοῦσιν; ἆρʼ οὖν κράτιστον ἐξ ἀγορᾶς γαμεῖν Ἀβρότονόν τινα Θρῇσσαν ἢ Βακχίδα Μιλησίαν ἀνέγγυον[*](em. Winckelmannus: ἔγγυον ) ἐπαγομένην διʼ ὠνῆς καὶ καταχυσμάτων[*](καταχυσμάτων idem: κατεσυμμάτων ); ἀλλὰ καὶ ταύταις ἴσμεν οὐκ ὀλίγους αἴσχιστα δουλεύσαντας. αὐλητρίδες δὲ Σάμιαι καὶ ὀρχηστρίδες, Ἀριστονίκα καὶ τύμπανον ἔχουσʼ Οἰνάνθη καὶ Ἀγαθόκλεια[*](idem: ἀγαθοκλία ) διαδήμασι βασιλέων ἐπέβησαν. ἡ δὲ Σύρα Σεμίραμις οἰκότριβος μὲν ἦν βασιλικοῦ θεράπαινα παλλακευομένη· Νίνου δὲ τοῦ μεγάλου βασιλέως ἐντυχόντος αὐτῇ καὶ στέρξαντος οὕτως ἐκράτησε καὶ κατεφρόνησεν, ὥστʼ ἀξιῶσαι καὶ μίαν ἡμέραν αὐτὴν περιιδεῖν ἐν τῷ θρόνῳ καθεζομένην ἔχουσαν τὸ διάδημα καὶ χρηματίζουσαν. δόντος δʼ ἐκείνου καὶ κελεύσαντος πάντας ὑπηρετεῖν ὥσπερ αὐτῷ καὶ πείθεσθαι, μετρίως ἐχρῆτο τοῖς πρώτοις ἐπιτάγμασι, πειρωμένη τῶν δορυφόρων· ἐπεὶ δʼ ἑώρα μηδὲν ἀντιλέγοντας μηδʼ ὀκνοῦντας, ἐκέλευσε συλλαβεῖν τὸν Νίνον εἶτα δῆσαι, τέλος δʼ ἀποκτεῖναι· πραχθέντων δὲ πάντων, ἐβασίλευσε τῆς Ἀσίας ἐπιφανῶς πολὺν χρόνον. ἡ δὲ Βελεστίχη[*](Winckelmannus: βελεστίη ), πρὸς Διός, οὐ βάρβαρον ἐξ ἀγορᾶς γύναιον, ἧς ἱερὰ καὶ ναοὺς Ἀλεξανδρεῖς ἔχουσιν, ἐπιγράψαντος διʼ ἔρωτα τοῦ βασιλέως Ἀφροδίτης Βελεστίχης[*](Βελεστίχης idem: βελεστικῆς ); ἡ δὲ σύνναος μὲν ἐνταυθοῖ καὶ συνίερος τοῦ Ἔρωτος, ἐν δὲ[*](δὲ) Δελφοῖς κατάχρυσος ἑστῶσα[*](ἑστῶσα W: δʼ ἑστῶσα ) μετὰ τῶν βασιλέων καὶ βασιλειῶν, ποίᾳ προικὶ τῶν ἐραστῶν ἐκράτησεν; ἀλλʼ ὥσπερ ἐκεῖνοι διʼ ἀσθένειαν ἑαυτῶν[*](ἑαυτοὺς Winck. Loco eius lac. 6 E 8 B, nisi quod lac. dat B post γενόμενοι ) καὶ μαλακίαν ἔλαθον ἑαυτοὺς γενόμενοι λεία γυναικῶν, οὕτω πάλιν ἄδοξοι καὶ πένητες; ἕτεροι πλουσίαις γυναιξὶ καὶ λαμπραῖς συνελθόντες οὐ διεφθάρησαν οὐδʼ ὑφῆκάν τι τοῦ φρονήματος, ἀλλὰ τιμώμενοι καὶ κρατοῦντες μετʼ εὐνοίας συγκατεβίωσαν. ὁ δὲ συστέλλων τὴν γυναῖκα καὶ συνάγων εἰς μικρόν, ὥσπερ δακτύλιον δακτύλων[*](δακτύλιον δακτύλων *: δακτύλων ) ἰσχνὸς ὢν[*](ib. Coraes: ἴχνος ὧν cf. Vit. Artax. c. 15) μὴ περιρρυῇ δεδιώς, ὅμοιός ἐστι τοῖς ἀποκείρουσι τὰς ἵππους εἶτα πρὸς ποταμὸν ἢ λίμνην ἄγουσι· καθορῶσαν γὰρ ἑκάστην τὴν εἰκόνα τῆς ὄψεως ἀκαλλῆ καὶ ἄμορφον[*](cf. Nauck. p. 274. 275), ἀφιέναι τὰ φρυάγματα λέγεται καὶ προσδέχεσθαι τὰς τῶν ὄνων ἐπιβάσεις. πλοῦτον δὲ γυναικὸς αἱρεῖσθαι μὲν πρὸ ἀρετῆς ἢ γένους ἀφιλότιμον κἀνελεύθερον[*](*: καὶ ἀνελεύθερον ), ἀρετῇ δὲ καὶ γένει προσόντα φεύγειν ἀβέλτερον. ὁ μὲν γὰρ Ἀντίγονος ὠχυρωμένῳ τὴν Μουνιχίαν[*](*: μουνυχίαν ) τῷ φρουροῦντι γράφων ἐκέλευε ποιεῖν μὴ μόνον τὸν κλοιὸν ἰσχυρὸν ἀλλὰ καὶ τὸν κύνα λεπτόν, ὅπως ὑφαιρῇ τὰς εὐπορίας τῶν Ἀθηναίων ἀνδρὶ δὲ πλουσίας ἢ καλῆς οὐ προσήκει μηδὲ τὴν γυναῖκα ποιεῖν ἄμορφον ἢ πενιχράν, ἀλλʼ ἑαυτὸν ἐγκρατείᾳ καὶ φρονήσει καὶ τῷ μηδὲν ἐκπεπλῆχθαι τῶν περὶ ἐκείνην ἴσον παρέχειν καὶ ἀδούλωτον, ὥσπερ ἐπὶ ζυγοῦ ῥοπὴν τῷ ἤθει προστιθέντα καὶ βάρος, ὑφʼ οὗ κρατεῖται καὶ ἄγεται δικαίως ἅμα καὶ[*](δικαίως ἅμα καὶ *: καὶ ὡς ἅμα ) συμφερόντως. καὶ μὴν ἡλικία γε πρὸς; γάμον καὶ ὥρα τὸ τίκτειν ἔχουσα καὶ τὸ γεννᾶν εὐάρμοστός ἐστιν· ἀκμάζειν δὲ τὴν γυναῖκα πυνθάνομαι, καὶ ἅμα τῷ Πεισίᾳ προσμειδιάσας οὐδενὸς γάρ ἔφη τῶν ἀντεραστῶν πρεσβυτέρα οὐδʼ ἔχει πολιάς, ὥσπερ ἔνιοι τῶν Βάκχωνι[*](ἔνιαι τῶν Βάκχων BE) προσαναχρωννυμένων. εἰ δʼ οὗτοι καθʼ ὥραν ὁμιλοῦσι, τί κωλύει κἀκείνην ἐπιμεληθῆναι τοῦ νεανίσκου βέλτιον ἡστινοσοῦν νέας; δύσμικτα γὰρ τὰ νέα καὶ δυσκέραστα καὶ μόλις ἐν χρόνῳ πολλῷ τὸ φρύαγμα καὶ τὴν ὕβριν ἀφίησιν, ἐν ἀρχῇ δὲ κυμαίνει καὶ ζυγομαχεῖ καὶ μᾶλλον ἂν Ἔρως ἐγγένηται, καὶ καθάπερ πνεῦμα κυβερνήτου μὴ παρόντος, ἐτάραξε καὶ συνέχεε τὸν γάμον οὔτʼ ἄρχειν δυναμένων οὔτʼ ἄρχεσθαι βουλομένων. εἰ δʼ ἄρχει βρέφους μὲν ἡ τίτθη καὶ παιδὸς ὁ διδάσκαλος ἐφήβου δὲ γυμνασίαρχος ἐραστὴς δὲ μειρακίου γενομένου δʼ ἐν ἡλικίᾳ νόμος καὶ στρατηγὸς οὐδεὶς δʼ ἄναρκτος οὐδʼ αὐτοτελής, τί δεινὸν εἰ γυνὴ νοῦν ἔχουσα πρεσβυτέρα κυβερνήσει νέου βίον ἀνδρός, ὠφέλιμος μὲν οὖσα τῷ φρονεῖν μᾶλλον ἡδεῖα δὲ τῷ φιλεῖν καὶ προσηνής; τὸ δʼ ὅλον ἔφη καὶ τὸν Ἡρακλέα Βοιωτοὺς ὄντας ἔδει σέβεσθαι καὶ μὴ δυσχεραίνειν τῷ παρʼ ἡλικίαν τοῦ γάμου, γιγνώσκοντας ὅτι κἀκεῖνος τὴν ἑαυτοῦ γυναῖκα Μεγάραν Ἰολάῳ συνῴκισεν ἑκκαιδεκαέτει τότʼ ὄντι τρία καὶ τριάκοντʼ ἔτη γεγενημένην.ΑΥΤΟΒΟΥΛΟΣ. τοιούτων λόγων, ὁ πατὴρ ἔφη, παρόντων αὐτοῖς, ἐλθεῖν τῷ[*](τῷ *: τοῦ cf. p. 771d) Πεισίᾳ ἑταῖρον ἐκ πόλεως ἵππῳ θέοντα, πρᾶγμα θαυμαστὸν ἀπαγγέλλοντα τετολμημένον. ἡ γὰρ Ἰσμηνοδώρα, ὡς ἔοικεν, αὐτὸν μὲν οὐκ ἀηδῶς ἔχειν οἰομένη τὸν Βάκχωνα πρὸς τὸν γάμον, αἰσχύνεσθαι δὲ τοὺς ἀποτρέποντας, ἔγνω μὴ προέσθαι τὸ μειράκιον. τῶν οὖν φίλων τοὺς μάλιστα τοῖς βίοις νεαροὺς καὶ συνερῶντας αὐτῇ καὶ τῶν γυναικῶν τὰς συνήθεις μεταπεμψαμένη καὶ συγκροτήσασα[*](συγκρατήσασα BE) παρεφύλαττε τὴν ὥραν, ἣν ὁ Βάκχων ἔθος εἶχεν ἀπιὼν εἰς παλαίστρας παρὰ τὴν οἰκίαν αὐτῆς παρεξιέναι κοσμίως. ὡς οὖν τότε προσῄει μετὰ δυεῖν ἢ τριῶν ἑταίρων ἀληλιμμένος, αὐτὴ μὲν ἐπὶ τὰς θύρας ἀπήντησεν ἡ Ἰσμηνοδώρα καὶ τῆς χλαμύδος ἔθιγε μόνον, οἱ δὲ φίλοι καλὸν, καλῶς ἐν τῇ χλαμύδι καὶ τῇ διβολίᾳ συναρπάσαντες εἰς τὴν οἰκίαν παρήνεγκαν ἀθρόοι καὶ τὰς θύρας εὐθὺς
ἀπέκλεισαν ἅμα δʼ αἱ μὲν γυναῖκες ἔνδον αὐτοῦ τὸ χλαμύδιον ἀφαρπάσασαι περιέβαλον ἱμάτιον νυμφικόν· οἰκέται δὲ περικύκλῳ[*](περικύκλῳ R: περὶ κύκλῳ ) δραμόντες ἀνέστεφον ἐλαίᾳ καὶ δάφνῃ τὰς θύρας οὐ μόνον τὰς τῆς Ἰσμηνοδώρας ἀλλὰ καὶ τὰς τοῦ Βάκχωνος· ἡ δʼ αὐλητρὶς αὐλοῦσα διεξῆλθε τὸν στενωπόν. τῶν δὲ Θεσπιέων καὶ τῶν ξένων οἱ μὲν ἐγέλων, οἱ δʼ ἠγανάκτουν καὶ τοὺς γυμνασιάρχους παρώξυνον ἄρχουσι γὰρ ἰσχυρῶς τῶν ἐφήβων καὶ προσέχουσι τὸν νοῦν σφόδρα τοῖς ὑπʼ αὐτῶν πραττομένοις. ἦν δὲ λόγος οὐδεὶς τῶν ἀγωνιζομένων, ἀλλʼ ἀφέντες τὸ θέατρον ἐπὶ τῶν θυρῶν τῆς Ἰσμηνοδώρας ἐν λόγοις ἦσαν καὶ φιλονεικίαις πρὸς ἀλλήλους.ΑΥΤΟΒΟΥΛΟΣ. ὡς οὖν ὁ τοῦ Πεισίου φίλος ὥσπερ ἐν πολέμῳ προσελάσας τὸν ἵππον αὐτὸ τοῦτο τεταραγμένος εἶπεν, ὅτι Βάκχωνʼ ἥρπακεν Ἰσμηνοδώρα, τὸν μὲν Ζεύξιππον ὁ πατὴρ ἔφη γελάσαι καὶ εἰπεῖν, ὅτε δὴ καὶ φιλευριπίδην ὄντα,
πλούτῳ χλιδῶσα θνητὰ δʼ ὦ[*](δʼ ὧ] δὴ X) γύναι φρονεῖς[*](φρόνει Nauckius)·[*](Nauck. p. 678) τὸν δὲ Πεισίαν ἀναπηδήσαντα βοᾶν, ὦ θεοί, τί πέρας ἔσται τῆς ἀνατρεπούσης τὴν πόλιν ἡμῶν ἐλευθερίας; ἤδη γὰρ εἰς ἀνομίαν τὰ πράγματα διὰ τῆς αὐτονομίας βαδίζει[*](βαδίζειν BE)· καίτοι γελοῖον ἴσως ἀγανακτεῖν περὶ νόμων καὶ δικαίων, ἡ γὰρ φύσις παρανομεῖται γυναικοκρατουμένη. τί τοιοῦτον ἡ Λῆμνος; ἴωμεν ἡμεῖς, ἴωμεν εἶπεν ὅπως καὶ τὸ γυμνάσιον ταῖς γυναιξὶ παραδῶμεν καὶ τὸ βουλευτήριον, εἰ παντάπασιν ἡ πόλις ἐκνενεύρισται. προάγοντος οὖν τοῦ Πεισίου, ὁ μὲν Πρωτογένης οὐκ ἀπελείπετο τὰ μὲν συναγανακτῶν τὰ δὲ πραΰνων ἐκεῖνον· ὁ δʼ Ἀνθεμίων νεανικὸν μέν ἔφη τὸ τόλμημα καὶ Λήμνιον ὡς ἀληθῶς, αὐτοὶ γάρ ἐσμεν[*](em. M: ἴσμεν ), σφόδρʼ ἐρώσης γυναικός, καὶ ὁ Σώκλαρος ὑπομειδιῶν οἴει γὰρ ἁρπαγήν ἔφη γεγονέναι καὶ βιασμόν, οὐκ ἀπολόγημα καὶ στρατήγημα τοῦ νεανίσκου νοῦν ἔχοντος, ὅτι τὰς τῶν ἐραστῶν ἀγκάλας διαφυγὼν ἐξηυτομόληκεν εἰς χεῖρας καλῆς καὶ πλουσίας γυναικός; μὴ λέγε ταῦτʼ εἶπεν ὦ Σώκλαρε, μηδʼ ὑπονόει ἐπὶ[*](ἐπὶ] malim περὶ aut τι περὶ ) Βάκχωνος ὁ Ἀνθεμίων· καὶ γὰρ εἰ μὴ φύσει τὸν τρόπον ἁπλοῦς ἦν καὶ ἀφελής, ἐμὲ γʼ οὐκ ἂν[*](γʼ οὐκ ἂν] γοῦν BE. γοῦν οὐκ ἂν R) ἀπεκρύψατο, τῶν τʼ ἄλλων[*](τʼ ἂλλων X: τελῶν ) μεταδιδοὺς ἁπάντων, ἒν τε τούτοις ὁρῶν προθυμότατον ὄντα τῆς Ἰσμηνοδώρας βοηθόν· ἔρωτι δὲ μάχεσθαι χαλεπόν οὐ θυμῷ καθʼ Ἡράκλειτον[*](Ἡράκλειτον] Bywater. p. 41)· ὅ, τι γὰρ ἂν θελήσῃ, καὶ ψυχῆς ὠνεῖται καὶ χρημάτων καὶ δόξης. ἐπεί τί κοσμιώτερον Ἰσμηνοδώρας ἐν τῇ πόλει; πότε δʼ εἰσῆλθεν ἢ λόγος αἰσχρὸς ἢ πράξεως ὑπόνοια φαύλης ἔθιγε τῆς οἰκίας; ἀλλʼ ἔοικε θεία τις ὄντως εἰληφέναι τὴν ἄνθρωπον ἐπίπνοια καὶ κρείττων ἀνθρωπίνου λογισμοῦ.
ΑΥΤΟΒΟΥΛΟΣ. καὶ ὁ Πεμπτίδης ἐπιγελάσας ἀμέλει καὶ σώματός τις ἔφη νόσος ἔστιν, ἣν ἱερὰν καλοῦσιν·
οὐδὲν οὖν ἄτοπον, εἰ καὶ ψυχῆς τὸ μανικώτατον πάθος καὶ μέγιστον ἱερὸν καὶ θεῖον ἔνιοι προσαγορεύουσιν. εἶθʼ ὥσπερ ἐν Αἰγύπτῳ ποτὲ γείτονας ἑώρων δύο διαμφισβητοῦντας, ὄφεως προσερπύσαντος εἰς τὴν ὁδόν, ἀμφοτέρων μὲν ἀγαθὸν δαίμονα καλούντων, ἑκατέρου δʼ ἔχειν ἀξιοῦντος ὡς ἴδιον· οὕτως ὁρῶν ὑμῶν ἄρτι τοὺς μὲν εἰς τὴν ἀνδρωνῖτιν ἕλκοντας τὸν Ἔρωτα τοὺς δʼ εἰς τὴν γυναικωνῖτιν, ὑπερφυὲς καὶ θεῖον ἀγαθόν, οὐκ ἐθαύμαζον, εἰ τηλικαύτην δύναμιν ἔσχε καὶ τιμὴν τὸ πάθος, οἷς ἦν προσῆκον ἐξελαύνειν αὐτὸ πανταχόθεν καὶ κολούειν, ὑπὸ τούτων αὐξανόμενον καὶ σεμνυνόμενον. ἄρτι μὲν οὖν ἡσυχίαν ἦγον· ἐν γὰρ ἰδίοις μᾶλλον ἢ κοινοῖς ἑώρων τὴν ἀμφισβήτησιν οὖσαν· νυνὶ δʼ ἀπηλλαγμένος Πεισίου, ἡδέως ἂν ὑμῶν ἀκούσαιμι πρὸς τί βλέψαντες ἀπεφήναντο τὸν Ἔρωτα θεὸν οἱ πρῶτοι τοῦτο λέξαντες.ΑΥΤΟΒΟΥΛΟΣ. παυσαμένου δὲ τοῦ Πεμπτίδου καὶ τοῦ πατρὸς ἀρξαμένου τι περὶ τούτων λέγειν, ἕτερος ἧκεν ἐκ πόλεως, τὸν Ἀνθεμίωνα μεταπεμπομένης τῆς Ἰσμηνοδώρας· ἐπέτεινε γὰρ ἡ ταραχή, καὶ τῶν γυμνασιάρχων[*](*: γυμνασιαρχῶν ) ἦν διαφορά, τοῦ μὲν οἰομένου δεῖν τὸν Βάκχωνα ἀπαιτεῖν τοῦ δὲ πολυπραγμονεῖν οὐκ ἐῶντος. ὁ μὲν οὖν Ἀνθεμίων ἀναστὰς ἐβάδιζεν· ὁ δὲ πατὴρ τὸν Πεμπτίδην ὀνομαστὶ προσαγορεύσας μεγάλου μοι δοκεῖς ἅπτεσθαι εἶπεν καὶ παραβόλου πράγματος, ὦ Πεμπτίδη, μᾶλλον δʼ ὅλως τὰ ἀκίνητα[*](τἀκίνητα?)
κινεῖν τῆς περὶ θεῶν δόξης ἣν ἔχομεν, περὶ ἑκάστου λόγον ἀπαιτῶν καὶ ἀπόδειξιν· ἀρκεῖ γὰρ ἡ πάτριος καὶ παλαιὰ πίστις, ἧς οὐκ ἔστιν εἰπεῖν οὐδʼ ἀνευρεῖν τεκμήριον ἐναργέστερονοὐδʼ εἰ διʼ ἄκρας τὸ σοφὸν εὕρηται φρενός[*](διʼ ἃκρων - φρενῶν idem),[*](Eur. Bacch. 203) ἀλλʼ ἕδρα τις αὕτη καὶ βάσις ὑφεστῶσα κοινὴ πρὸς εὐσέβειαν, ἐὰν ἐφʼ ἑνὸς ταράττηται καὶ σαλεύηται τὸ βέβαιον αὐτῆς καὶ νενομισμένον, ἐπισφαλὴς γίγνεται πᾶσι καὶ ὕποπτος. ἀκούεις δὲ δήπου τὸν Εὐριπίδην, ὡς ἐθορυβήθη ποιησάμενος ἀρχὴν τῆς Μελανίππης ἐκείνης,
Ζεύς, ὅστις ὁ Ζεύς[*](ὅστις ὁ Ζεὺς Lucianus (Iov. Trag. 41)), οὐ γὰρ οἶδα πλὴν λόγῳ,[*](Nauck. p. 510) μεταλαβὼν δὲ χορὸν[*](δὲ χορὸν Sauppius: διʼ ἔχθρὸν ) ἄλλον ἐθάρρει δʼ[*](ib. δʼ *) ὡς ἔοικε τῷ δράματι γεγραμμένῳ πανηγυρικῶς καὶ περιττῶς[*](τῷ δράματι γεγραμμμένῳ πανηγυρικῶς καὶ περιττῶς] locum singularem Nauckius omisit) ἤλλαξε τὸν στίχον ὡς νῦν γέγραπται
Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο.[*](Nauck. p. 511) τί οὖν διαφέρει τὴν περὶ τοῦ Διὸς δόξαν ἢ τῆς Ἀθηνᾶς ἢ τοῦ Ἔρωτος εἰς ἀμφίβολον τῷ λόγῳ[*](τῷ λόγῳ] respicitur ad λόγῳ versus Euripidei (lib. 12)) θέσθαι ἢ καὶ ἄδηλον[*](ἢ καὶ ἂδηλον] i. e. ἢ καὶ εἰς ἄδηλον); οὐ γὰρ νῦν αἰτεῖ πρῶτον βωμὸν ὁ Ἔρως καὶ θυσίαν οὐδʼ ἔπηλυς ἔκ τινος βαρβαρικῆς δεισιδαιμονίας, ὥσπερ Ἄτται τινὲς καὶ Ἀδώνιοι[*](em. Bergkius: ἀδωναῖοι ) λεγόμενοι, διʼ ἀνδρογύνων καὶ γυναικῶν παραδύεται κρύφα[*](κρύφα Aldina: καὶ κρύφα ) τιμὰς οὐ προσηκούσας καρπούμενος, ὥστε παρεισγραφῆς δίκην φεύγειν καὶ νοθείας τῆς ἐν θεοῖς. ἀλλʼ ὅταν Ἐμπεδοκλέους[*](Ἐμπεδοκλέους] Mullach. 1 p. 3 vs. 81) ἀκούσῃς λέγοντος, ὦ ἑταῖρε,
ταῦτʼ οἴεσθαι χρὴ λέγεσθαι περὶ Ἔρωτος· οὐ γάρ ἐστιν ὁρατὸς ἀλλὰ δοξαστὸς ἡμῖν ὁ θεὸς οὗτος ἐν τοῖς πάνυ παλαιοῖς· ὧν ἂν περὶ ἑκάστου τεκμήριον ἀπαιτῇς, παντὸς ἁπτόμενος ἱεροῦ καὶ παντὶ βωμῷ σοφιστικὴν ἐπάγων πεῖραν, οὐδένʼ ἀσυκοφάντητον οὐδʼ ἀβασάνιστον ἀπολείψεις πόρρω γὰρ οὐκ ἄπειμι
- τὴν δʼ Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός;
ζείδωρον γὰρ αὐτὴν Ἐμπεδοκλῆς εὔκαρπον δὲ Σοφοκλῆς[*](Σοφοκλῆς] Nauck. p. 310) ἐμμελῶς πάνυ καὶ πρεπόντως ὠνόμασαν. ἀλλʼ ὅμως τὸ μέγα τοῦτο καὶ θαυμαστὸν Ἀφροδίτης μὲν ἔργον Ἔρωτος δὲ πάρεργόν ἐστιν Ἀφροδίτῃ συμπαρόντος· μὴ συμπαρόντος δὲ κομιδῇ τὸ γιγνόμενον ἄζηλον ἀπολείπεται καὶ ἄτιμον κἄφιλον[*](cf. Aesch. Choeph. 295). ἀνέραστος γὰρ ὁμιλία καθάπερ πεῖνα καὶ δίψα πλησμονὴν ἔχουσα πέρας εἰς οὐδὲν ἐξικνεῖται καλόν· ἀλλʼ ἡ θεὸς Ἔρωτι τὸν κόρον ἀφαιροῦσα τῆς ἡδονῆς φιλότητα ποιεῖ καὶ σύγκρασιν. διὸ Παρμενίδης[*](Παρμενίδης] Mullach. 1 p. 128 vs. 132) μὲν ἀποφαίνει τὸν Ἔρωτα τῶν Ἀφροδίτης ἔργων πρεσβύτατον, ἐν τῇ κοσμογονίᾳ γράφων
πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσατο πάντων.Ἡσίοδος[*](Ἡσίοδος] Theog. 120) δὲ φυσικώτερον ἐμοὶ δοκεῖ ποιεῖν Ἔρωτα[*](malim τὸν Ἐρωτα ) πάντων προγενέστατον, ἵνα πάντα διʼ ἐκεῖνον μετάσχῃ γενέσεως. ἂν οὖν τὸν Ἔρωτα τῶν νενομισμένων τιμῶν ἐκβάλλωμεν, οὐδʼ αἱ[*](οὐδʼ αἱ *: οὐδὲ ) τῆς Ἀφροδίτης κατὰ χώραν μενοῦσιν. οὐδὲ γὰρ τοῦτʼ ἔστιν εἰπεῖν, ὅτι τῷ μὲν Ἔρωτι λοιδοροῦνταί τινες ἀπέχονται δʼ[*](ἀπέχονται δʼ Schellensius: ἀλλὰ ἀπέχονται ) ἐκείνης, ἀλλʼ ἀπὸ μιᾶς σκηνῆς ἀκούομεν
ἔρως γὰρ ἀργὸν κἀπὶ[*](κἀπὶ X: καὶ ἐπὶ ) τοιούτοις ἔφυ·[*](Nauck. 455) καὶ πάλιν
ὥσπερ οὐδὲ τῶν ἄλλων θεῶν σχεδὸν ἀλοιδόρητος οὐδεὶς ἐκπέφευγε τὴν εὐλοιδόρητον[*](M: ἀλοιδόρητον ) ἀμαθίαν. σκόπει δὲ τὸν Ἄρην καθάπερ ἐν πίνακι χαλκῷ τὴν ἀντικειμένην ἐκ διαμέτρου τῷ Ἔρωτι χώραν ἔχοντα[*](em. R: ἔχοντι ) πηλίκας εἴληχε τιμὰς ὑπʼ ἀνθρώπων καὶ πάλιν ὅσα κακῶς ἀκούει,
καὶ μιαιφόνον[*](μιαιφόνον] Hom. E 31. Φ 402) Ὅμηρος αὐτὸν καλεῖ καὶ ἀλλοπρόσαλλον[*](ἀλλοπρόσαλλον] idem ib. 831. 889) ὁ δὲ Χρύσιππος ἐξηγούμενος τοὔνομα τοῦ θεοῦ κατηγορίαν ποιεῖ καὶ διαβολήν· ἀναιρεῖν[*](ἀναιρεῖν] ἔριν conieceram in Symb. Nunc malim ἀναίρεσιν cum Petersenio cf. Clem. Alex. p. 24 et 56 Pott. Heraclit. Allegor. ed. Mehler c. 31 ubi Ἀρης est πόλεμος παρὰ τὴν ἀρὴν ὠνομασμένος (cf. et c. 69).) γὰρ εἶναι τὸν Ἄρην φησίν, ἀρχὰς διδοὺς τοῖς τὸ μαχητικὸν ἐν ἡμῖν καὶ διάφορον καὶ θυμοειδὲς Ἄρην κεκλῆσθαι νομίζουσιν. ἕτεροι δʼ αὖ φήσουσι τὴν Ἀφροδίτην ἐπιθυμίαν εἶναι καὶ τὸν Ἑρμῆν λόγον καὶ τέχνας τὰς Μούσας καὶ φρόνησιν τὴν Ἀθηνᾶν. ὁρᾷς δήπου τὸν ὑπολαμβάνοντα βυθὸν ἡμᾶς ἀθεότητος, ἂν εἰς πάθη καὶ δυνάμεις καὶ ἀρετὰς διαγράφωμεν ἕκαστον τῶν θεῶν;
ΑΥΤΟΒΟΥΛΟΣ.ὁρῶ εἶπεν ὁ Πεμπτίδης ἀλλʼ οὔτε πάθη τοὺς θεοὺς ποιεῖν ὅσιον οὔτε αὖ πάλιν τὰ πάθη θεοὺς νομίζειν καὶ ὁ πατήρ τί οὖν ἔφη τὸν Ἄρην, θεὸν εἶναι νομίζεις ἢ πάθος ἡμέτερον; ἀποκριναμένου δὲ τοῦ Πεμπτίδου θεὸν ἡγεῖσθαι τὸν Ἄρην κοσμοῦντα τὸ θυμοειδὲς ἡμῶν καὶ ἀνδρῶδες; ἀνακραγὼν ὁ πατήρ εἶτʼ ἔφη τὸ μὲν παθητικόν,
ὦ Πεμπτίδη, καὶ πολεμικὸν καὶ ἀντίπαλον θεὸν ἔχει, τὸ δὲ φιλητικὸν καὶ κοινωνικὸν καὶ συνελευστικὸν ἄθεόν ἐστι; καὶ κτείνοντας μὲν ἄρα καὶ κτεινομένους ἀνθρώπους ὅπλα τε καὶ βέλη καὶ τειχομαχίας καὶ λεηλασίας ἔστι τις ἐφορῶν καὶ βραβεύων θεὸς Ἐνυάλιος καὶ Στράτιος· πάθους δὲ γάμου καὶ[*](πειθοῦς δὲ καὶ γάμου R) φιλότητος εἰς ὁμοφροσύνην καὶ κοινωνίαν τελευτώσης οὐδεὶς θεῶν μάρτυς οὐδʼ ἐπίσκοπος οὐδʼ ἡγεμὼν ἢ συνεργὸς ἡμῖν γέγονεν; ἀλλὰ δορκάδας μὲν θηρεύουσι καὶ λαγωοὺς καὶ ἐλάφους ἀγρότερός τις συνεπιθωΰσσει καὶ συνεξορμᾷ θεός, εὔχονται δʼ Ἀρισταίῳ δολοῦντες ὀρύγμασι καὶ βρόχοις λύκους καὶ ἄρκτους[*](cf. Callimach. ed. Schneid. p. 786),ὃς πρῶτος θήρεσσιν ἔπηξε ποδάγρας·ὁ δʼ Ἡρακλῆς ἕτερον θεὸν παρακαλεῖ μέλλων, ἐπὶ τὸν ὄρνιν αἴρεσθαι τὸ τόξον, ὡς Αἰσχύλος φησίν,
ἀγρεὺς δʼ Ἀπόλλων ὀρθὸν ἰθύνοι[*](εὐθύνοι idem) βέλος·[*](Nauck. p. 67) ἀνδρὶ δὲ τὸ κάλλιστον ἐπιχειροῦντι θήραμα φιλίαν ἑλεῖν οὔτε θεὸς οὔτε δαίμων ἀπευθύνει καὶ συνεφάπτεται τῆς ὁρμῆς; ἐγὼ μὲν γὰρ οὐδὲ δρυὸς οὐδὲ μορίας οὐδʼ ἣν Ὅμηρος[*](Ὁμηρος] ε 69) ἡμερίδα σεμνύνων προσεῖπεν ἀκαλλέστερον ἔρνος οὐδὲ φαυλότερον ἡγοῦμαι φυτὸν ἄνθρωπον, ὦ φίλε Δαφναῖε, βλαστήσεως ὁρμὴν ἔχοντα διαφαίνουσαν ὥραν[*](ὥραν R: ὥρα ) καὶ κάλλος ἅμα σώματος καὶ ψυχῆς.