Amatorius

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ΑΥΤΟΒΟΥΛΟΣ. καὶ ὁ Δαφναῖος τίς δʼ ἄλλως[*](ἄλλως W: ἄλλος ) εἶπεν ὦ πρὸς τῶν θεῶν; οὗτοι νὴ Δίʼ ἔφη πάντες ὁ πατήρ οἱ νομίζοντες ἀρότου καὶ σπόρου[*](idem: ἀρότρου ) καὶ φυτείας ἐπιμέλειαν θεοῖς προσήκειν. ἢ γὰρ οὐ νύμφαι τινὲς αὐτοῖς δρυάδες εἰσὶν

  1. ἰσοδένδρου τέκμαρ αἰῶνος λαχοῦσαι·
  2. δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς αὐξάνοι,
  3. ἁγνὸν φέγγος[*](idem: φέγγος ἁγνὸν ) ὀπώρας[*](vid. Bergk. 1 p. 433. p. 437)
κατὰ Πίνδαρον μειρακίων δʼ ἄρα καὶ παίδων ἐν ὥρᾳ καὶ ἄνθει πλαττομένων καὶ ῥυθμιζομένων τροφαὶ καὶ αὐξήσεις οὐδενὶ θεῶν ἢ δαιμόνων προσήκουσιν, οὐδʼ ἔστιν ᾧ μέλει[*](μέλλει BE) φυόμενον ἄνθρωπον εἰς ἀρετὴν ὀρθὸν ἐλθεῖν καὶ μὴ παρατραπῆναι μηδὲ κλασθῆναι[*](malim μηδʼ ἐκκλασθῆναι (cf. p. 762 f) vel κατακλασθῆναι (cf. p. 767f)) τὸ γενναῖον ἐρημίᾳ κηδεμόνος ἢ κακίᾳ τῶν προστυγχανόντων; ἢ καὶ τὸ λέγειν ταῦτα δεινόν ἐστι καὶ ἀχάριστον, ἀπολαύοντάς γε[*](γε R: τε ) τοῦ θείου τοῦ φιλανθρώπου πανταχόσε νενεμημένου καὶ μηδαμοῦ προλείποντος ἐν χρείαις, ὧν ἀναγκαιότερον ἔνιαι τὸ τέλος ἢ κάλλιον ἔχουσιν; ὥσπερ εὐθὺς ἡ περὶ τὴν γένεσιν ἡμῶν οὐκ εὐπρεπὴς οὖσα διʼ αἵματος καὶ ὠδίνων, ὅμως ἔχει θεῖον[*](θεῖον] θεὰν R; malim θεὸν ) ἐπίσκοπον Εἰλείθυιαν καὶ Λοχείαν· ἦν δέ που μὴ γενέσθαι[*](*: μὴ γίνεσθαι )
κρεῖττον ἢ γενέσθαι κακόν, ἁμαρτάνοντα κηδεμόνος ἀγαθοῦ καὶ φύλακος. οὐ μὴν οὐδὲ νοσοῦντος ἀνθρώπου θεὸς ἀποστατεῖ τὴν περὶ τοῦτο χρείαν καὶ δύναμιν εἰληχώς, ἀλλʼ οὐδʼ ἀποθανόντος· ἔστι δέ τις ἐκεῖ κομιστὴρ ἐνθένδε καὶ ἀρωγὸς[*](ἀγωγὸς W) ἐν[*](ἐν] τῶν ἐν R) τέλει[*](ἔστιν δέ τις Ἐκεῖ κομιστὴρ κἀπαρωγὸς ἐν τέλει versum Aeschyli effecit God. Hermannus) γενομένων κατευναστὴς καὶ ψυχοπομπός, ὥσπερ ὁ Ὕπνος[*](ὁ Ψπνος Hauptius: οὖτος ),
  1. οὐ γάρ με Νὺξ ἔτικτε δεσπότην λύρας,
  2. οὐ μάντιν οὐδʼ ἰατρόν, ἀλλὰ θνητὸν ἅμα[*](ἀλλὰ θνητὸν ἅμα] ἀλλʼ ἡγήτορα Valckenarius. ἀλλʼ ὀνήτορα Bergkius; malim ἀλλʼ εὐνάτορα cf. Nauck. p. 916)
  3. ψυχαῖς.
καὶ τὰ τοιαῦτα[*](καίτοι ταῦτα W) πολλὰς ἔχει δυσχερείας. ἐκείνου δʼ οὐκ ἔστιν εἰπεῖν ἔργον ἱερώτερον οὐδʼ ἅμιλλαν ἑτέραν οὐδʼ ἀγῶνα θεῷ πρέπειν μᾶλλον ἐφορᾶν καὶ βραβεύειν ἢ τὴν περὶ τοὺς καλοὺς καὶ ὡραίους ἐπιμέλειαν τῶν ἐρώντων καὶ δίωξιν· οὐδὲν γάρ ἐστιν αἰσχρὸν οὐδʼ ἀναγκαῖον, ἀλλὰ πειθὼ καὶ χάρις ἐνδιδοῦσα πόνον ἡδύν ὡς ἀληθῶς κάματόν τʼ εὐκάματον[*](τʼ εὐκάματον Porson cf. p. 467d. 794b. Eur. Bacch. 66) ὑφηγεῖται πρὸς ἀρετὴν καὶ φιλίαν, οὔτʼ ἄνευ θεοῦ τὸ προσῆκον τέλος λαμβάνουσαν, οὔτʼ ἄλλον ἔχουσαν ἡγεμόνα καὶ δεσπότην θεὸν ἀλλὰ[*](ἀλλὰ] malim ἀλλʼ ἢ) τὸν Μουσῶν καὶ Χαρίτων καὶ Ἀφροδίτης ἑταῖρον Ἔρωτα.
γλυκὺ γὰρ θέρος ἀνδρὸς ὑποσπείρων πραπίδων πόθῳ[*](πραπίδεσσι πόθον (aut πόθων) Bergkius 3 p. 591)
κατὰ τὸν Μελανιππίδην, τὰ ἥδιστα μίγνυσι τοῖς καλλίστοις· ἢ πῶς ἔφη λέγομεν, ὦ Ζεύξιππε;

ΑΥΤΟΒΟΥΛΟΣ. κἀκεῖνος οὕτως ἔφη νὴ Δία παντὸς μᾶλλον· ἄτοπον γὰρ ἀμέλει τοὐναντίον ἐκεῖνο δʼ ὁ πατήρ οὐκ ἄτοπον εἶπεν εἰ τέσσαρα γένη τῆς φιλίας ἐχούσης, ὥσπερ οἱ παλαιοὶ διώρισαν, τὸ φυσικὸν πρῶτον εἶτα τὸ συγγενικὸν[*](συγγενικὸν] ξενικὸν Berth. Mueller et Madvigius quos tamen ipsius Plutarchi de hac re testimonium p. 481f cur effugerit mirum est) ἐπὶ τούτῳ καὶ τρίτον τὸ ἑταιρικὸν καὶ τελευταῖον τὸ ἐρωτικόν, ἔχει τούτων ἕκαστον ἐπιστάτην θεὸν ἢ φίλιον ἢ ξένιον ἢ ὁμόγνιον καὶ πατρῷον μόνον δὲ τὸ ἐρωτικὸν ὥσπερ δυσιεροῦν ἀνόσιον[*](em. R: ἄνοσον ) καὶ ἀδέσποτον ἀφεῖται, καὶ ταῦτα πλείστης ἐπιμελείας καὶ κυβερνήσεως δεόμενον; ἔχει καὶ ταῦτα ὁ Ζεύξιππος εἶπεν οὐ μικρὰν ἀλογίαν[*](οὐ μικρὰν ἀλογίαν Duebnerus: οὐ μὴν ἀλλοτρίαν ). ἀλλὰ μήν ὁ πατὴρ ἔφη τά γε[*](γε W: τε ) τοῦ Πλάτωνος ἐπιλάβοιτʼ ἂν τοῦ λόγου καὶ παρεξιόντος.[*](em. Winckelmannus: παρεξιόντα cf. Plat. Rep. p. 503a.) μανία γὰρ ἡ μὲν ἀπὸ σώματος ἐπὶ ψυχὴν ἀνεσταλμένη δυσκρασίαις τισὶν ἢ[*](posterius ἢ del. R) συμμίξεσιν ἢ πνεύματος βλαβεροῦ περιφερομένου τραχεῖα καὶ χαλεπὴ καὶ νοσώδης· ἑτέρα δʼ ἐστὶν οὐκ ἀθείαστος οὐδʼ οἰκογενής, ἀλλʼ ἔπηλυς ἐπίπνοια καὶ παρατροπὴ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀρχὴν[*](ἀρχὴν] aut delendum aut corr. ἀπό τινος vid. Symb.) κρείττονος δυνάμεως ἀρχὴν ἔχουσα καὶ κίνησιν ἧς τὸ μὲν κοινὸν ἐνθουσιαστικὸν καλεῖται πάθος· ὡς γὰρ ἔμπνουν

τὸ πνεύματος πληρωθὲν ἔμφρον δὲ τὸ φρονήσεως, οὕτως ὁ τοιοῦτος σάλος[*](σάλος] λάλος BE) ψυχῆς ἐνθουσιασμὸς ὠνόμασται μετοχῇ καὶ κοινωνίᾳ θειοτέρας δυνάμεως· ἐνθουσιασμοῦ δὲ τὸ μαντικὸν ἐξ Ἀπόλλωνος ἐπιπνοίας καὶ κατοχῆς, τὸ δὲ βακχεῖον ἐκ Διονύσου,
κἀπὶ Κυρβάντεσι χορεύσατε
[*](Nauck. p. 313) φησὶ Σοφοκλῆς τὰ γὰρ μητρῷα καὶ πανικὰ κοινωνεῖ τοῖς βακχικοῖς ὀργιασμοῖς. τρίτη[*](τρίτη κἑ] ex Plat. Phaedr. p. 245a) δʼ ἀπὸ Μουσῶν λαβοῦσʼ ἁπαλὴν καὶ ἄβατον ψυχὴν τὸ ποιητικὸν καὶ μουσικὸν ἐξώρμησε καὶ ἀνερρίπισεν. ἡ δʼ ἀρειμάνιος[*](ἀριμάνιος BE) αὕτη[*](αὐτὴ vel αὔτη BE) λεγομένη καὶ πολεμικὴ παντὶ δῆλον ὅτῳ[*](ὅτῳ W: ὅτι τῶ ) θεῶν[*](θεῶν *: θεῶ ) ἀνίεται καὶ βακχεύεται
  1. ἄχορον[*](ἄχορον Winckhelm. ex Aesch. Suppl. 681: ἄχαριν ) ἀκίθαριν δακρυογόνον Ἄρη
  2. βοὰν τʼ ἔνδημον ἐξοπλίζουσα[*](ib. ἀκίθαριν - ἐξοπλίζουσα Porson ex eodem: ἀκίθαριν ἀκ 3-4 BE γονον ἀρ 4E 6B τατε (τᾶτε B) δῆμον ἐξοπλίζουσαν ).
λείπεται δὲ τῆς ἐξαλλαγῆς ἐν ἀνθρώπῳ καὶ παρατροπῆς οὐκ ἀμαυρὸν οὐδʼ ἡσυχαῖον, ὦ Δαφναῖε, μόριον, ὑπὲρ οὗ βούλομαι τουτονὶ Πεμπτίδην ἐρέσθαι ---[*](lac. 2-3 E 3-4 B)
τίς[*](supplevit Winckelmannus: τί 4-5 BE καρπον ) καλλίκαρπον θύρσον ἀνασείει θεῶν,
[*](Nauck. p. 917) τὸν φιλητικὸν τοῦτον περὶ παῖδας ἀγαθοὺς καὶ σώφρονας; γυναῖκας ἐνθουσιασμὸν πολὺ δριμύτατον
ὄντα καὶ θερμότατον; ἢ γὰρ οὐχ ὁρᾷς, ὡς ὁ μὲν στρατιώτης τὰ ὅπλα θεὶς πέπαυται τῆς πολεμικῆς μανίας,
    [*](Hom. H 121)
  1. τοῦ μὲν ἔπειτα[*](Hom. H 121)
  2. γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο
καὶ κάθηται τῶν ἄλλων ἀπόλεμος[*](πολεμούντων τῶν ἄλλων supplet R; malim τῶν ἄλλων πολεμούντων ) θεατής, ταυτὶ δὲ τὰ βακχικὰ καὶ κορυβαντικὰ σκιρτήματα τὸν ῥυθμὸν μεταβάλλοντες ἐκ τροχαίου καὶ τὸ μέλος ἐκ Φρυγίου πραΰνουσι καὶ καταπαύουσιν, ὡς δʼ αὔτως ἡ Πυθία τοῦ τρίποδος ἐκβᾶσα καὶ τοῦ πνεύματος ἐν γαλήνῃ καὶ ἡσυχίᾳ διατελεῖ; τὴν δʼ ἐρωτικὴν μανίαν τἀνθρώπου[*](*: τοῦ ἀνθρώπου ) καθαψαμένην ἀληθῶς καὶ διακαύσασαν οὐ μοῦσά τις οὐκ ἐπῳδὴ θελκτήριος οὐ τόπου μεταβολὴ καθίστησιν ἀλλὰ καὶ παρόντες ἐρῶσι καὶ ἀπόντες ποθοῦσι καὶ μεθʼ ἡμέραν διώκουσι καὶ νύκτωρ θυραυλοῦσι, καὶ νήφοντες καλοῦσι τοὺς καλοὺς καὶ πίνοντες ᾄδουσι. καὶ οὐχ ὥς τις εἶπεν αἱ ποιητικαὶ φαντασίαι διὰ τὴν ἐνάργειαν[*](Victorius: ἐνέργειαν cf. Bergk. 1 p. 469 fr. 289) ἐγρηγορότων ἐνύπνιά εἰσίν, ἀλλὰ μᾶλλον αἱ τῶν ἐρώντων, διαλεγομένων ὡς πρὸς παρόντας, ἀσπαζομένων, ἐγκαλούντων. ἡ γὰρ ὄψις ἔοικε τὰς μὲν ἄλλας φαντασίας ἐφʼ ὑγροῖς ζωγραφεῖν, ταχὺ μαραινομένας καὶ ἀπολειπούσας τὴν διάνοιαν· αἱ δὲ τῶν ἐρωμένων εἰκόνες ὑπʼ αὐτῆς οἷον ἐν ἐγκαύμασι γραφόμεναι διὰ πυρὸς εἴδωλα ταῖς μνήμαις ἐναπολείπουσι κινούμενα καὶ ζῶντα καὶ φθεγγόμενα καὶ
παραμένοντα τὸν ἄλλον χρόνον. ὁ μὲν γὰρ Ῥωμαῖος Κάτων ἔλεγε τὴν ψυχὴν τοῦ ἐρῶντος ἐνδιαιτᾶσθαι τῇ τοῦ ἐρωμένου[*](W praeeunte lacunam signavi quam explendam puto hunc in modum: τοῦ ἐρωμένου· [ἔμοιγε δὲ δοκοῦσιν ἐνεῖναι τῇ τοῦ ἐρῶτος ψυχῇ τοῦ ἐρωμένου] καὶ τὸ εἶδος κἑ )· --- καὶ τὸ εἶδος καὶ τὸ ἦθος καὶ ὁ βίος καὶ αἱ πράξεις, ὑφʼ ὧν ἀγόμενος ταχὺ συναιρεῖ πολλὴν ὁδόν[*](fort. ὁδόν, καὶ ὥσπερ (aut ὥσπερ δʼ) - εὐρίσκεται πορείαν κἑ ), ὥσπερ οἱ Κυνικοὶ λέγουσι σύντονον ὁμοῦ καὶ σύντομον εὑρηκέναι πορείαν ἐπʼ ἀρετήν· καὶ γὰρ ἐπὶ τὴν φιλίαν ---[*](lac. 18BE. Fort καὶ γὰρ ἐπὶ τὴν φιλίαν [ἡγεῖται καὶ ἀρετὴν ἡ ψυχὴ cf. p. 758c] καθάπερ κἑ ) καθάπερ ἐπὶ κύματος τοῦ πάθους ἅμα θεῷ φερομένη· λέγω δὴ κεφάλαιον, ὡς οὔτʼ ἀθείαστον ὁ τῶν ἐρώντων ἐνθουσιασμός ἐστιν οὔτʼ ἄλλον ἔχει θεὸν ἐπιστάτην καὶ ἡνίοχον ἢ τοῦτον, ᾧ νῦν ἑορτάζομεν καὶ θύομεν. ὅμως δʼ ἐπεὶ[*](ἐπεὶ M: ἐπὶ ) δυνάμει καὶ ὠφελείᾳ μάλιστα θεοῦ ---[*](lac. 9 BE. Fort. θεοὺς διακρίνομεν vel διορίζομεν ) καθότι καὶ τῶν ἀνθρωπίνων ἀγαθῶν δύο ταῦτα, βασιλείαν καὶ ἀρετήν, θειότατα καὶ νομίζομεν καὶ ὀνομάζομεν, ὥρα σκοπεῖν πρότερον, εἴ τινι θεῶν ὁ Ἔρως ὑφίεται δυνάμεως. καίτοι
μέγα μὲν σθένος ἁ Κύπρις ἐκφέρεται νίκας
[*](Soph. Trach. 497) ὥς φησι καὶ Σοφοκλῆς, μεγάλη δʼ ἡ τοῦ Ἄρεος ἰσχύς· καὶ τρόπον τινὰ τῶν ἄλλων θεῶν νενεμημένην[*](M: νενεμημένων ) δίχα τὴν δύναμιν ἐν τούτοις ὁρῶμεν· ἡ μὲν γὰρ οἰκειωτικὴ πρὸς τὸ καλὸν ἡ δʼ ἀντιτακτικὴ
πρὸς τὸ αἰσχρὸν ἀρχῆθεν ἐγγέγονε ταῖς ψυχαῖς[*](verbis διεῖλε τῆς ψυχῆς supplet W lac. 13 E 15 B), ὥς που καὶ Πλάτων --- τὰ εἴδη. σκοπῶμεν οὖν εὐθύς, ὅτι τῆς Ἀφροδίτης τοὔργον[*](*: τὸ ἔργον ) ἔρωτος[*](ἄνευ ἔρωτος R. Malim ἐρωΤΟΣ μὴ παρόνΤΟΣ ut est p. 764d) ὤνιόν ἐστι δραχμῆς, καὶ οὔτε πόνον οὐδεὶς οὔτε κίνδυνον ἀφροδισίων ἕνεκα μὴ ἐρῶν ὑπέμεινε. καὶ ὅπως ἐνταῦθα μὴ Φρύνην ὀνομάζωμεν, ὦ ἑταῖρε, ἢ Λαΐς τις ἢ[*](ἢ Λαϊς τις ἢ *: λάϊε τι ση ) Γναθαίνιον
ἐφέσπερον δαίουσα[*](δέουσα BE) λαμπτῆρος σέλας
[*](Nauck. p. 917) ἐκδεχομένη καὶ καλοῦσα παροδεύεται πολλάκις
ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος
[*](Hom. P 57) σὺν ἔρωτι πολλῷ[*](σὺν ἔρωτι πολλῷ] σὺν λαίλαπι πολλῇ dixit Homerus) καὶ πόθῳ ταὐτὸ τοῦτο · τῶν Ταντάλου λεγομένων ταλάντων καὶ τῆς αὐτοῦ ἀρχῆς ἀντάξιον ἐποίησεν. οὕτως ἀσθενὴς καὶ ἁψίκορός ἐστιν ἡ τῆς Ἀφροδίτης χάρις, Ἔρωτος μὴ ἐπιπνεύσαντος[*](ἐπινεύσαντος BE). ἔτι δὲ μᾶλλον κἀκεῖθεν ἂν συνίδοις· πολλοὶ γὰρ ἀφροδισίων ἑτέροις ἐκοινώνησαν, οὐ μόνον ἑταίρας ἀλλὰ καὶ γαμετὰς προαγωγεύοντες· ὥσπερ καὶ ὁ Ῥωμαῖος ἐκεῖνος, ὦ ἑταῖρε, Γάλβας[*](em. R: κάββας cf. p. 726a) εἱστία Μαικήναν ὡς ἔοικεν, εἶθʼ ὁρῶν διαπληκτιζόμενον ἀπὸ νευμάτων πρὸς τὸ γύναιον, ἀπέκλινεν ἡσυχῆ τὴν κεφαλὴν ὡς δὴ καθεύδων ἐν τούτῳ δὴ τῶν οἰκετῶν τινος προσρυέντος ἔξωθεν τῇ τραπέζῃ καὶ τὸν οἶνον ὑφαιρουμένου, διαβλέψας κακόδαιμον εἶπεν οὐκ οἶσθʼ ὅτι μόνῳ Μαικήνᾳ καθεύδω; τοῦτο
μὲν οὖν ἴσως οὐ[*](οὐ] om. BE) δεινόν ἐστιν· ἦν γὰρ ὁ Γάλβας γελωτοποιός ἐν δʼ Ἄργει Νικόστρατος ἀντεπολιτεύσατο πρὸς Φάυλλον[*](em. R hic et infra: φάϋλον ) ἐπιδημήσαντος οὖν Φιλίππου τοῦ βασιλέως, ἐπίδοξος ἦν διὰ τῆς γυναικὸς ὁ Φάυλλος ἐκπρεποῦς οὔσης, εἰ συγγένοιτο τῷ Φιλίππῳ, διαπράξασθαί τινα δυναστείαν αὑτῷ καὶ ἀρχήν. αἰσθομένων δὲ τῶν περὶ Νικόστρατον τοῦτο καὶ παρὰ τὰς θύρας τῆς οἰκίας περιπατούντων, ὁ Φάυλλος ὑποδήσας τὴν γυναῖκα κρηπῖσι καὶ χλαμύδα περιθεὶς καὶ καυσίαν Μακεδονικήν, ὡς ἕνα τῶν βασιλικῶν νεανίσκων παρεισέπεμψε λαθοῦσαν. ἆρʼ οὖν, ἐραστῶν τοσούτων γεγονότων καὶ ὄντων, οἶσθʼ ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς προαγωγὸν ἐρωμένου γενόμενον; ἐγὼ μὲν οὐκ οἶμαι· πόθεν γάρ, ὅπου καὶ τοῖς τυράννοις ἀντιλέγων μὲν οὐδεὶς οὔτʼ ἀντιπολιτευόμενὸς ἐστιν, ἀντερῶντες δὲ πολλοὶ καὶ φιλοτιμούμενοι περὶ τῶν καλῶν καὶ ὡραίων; ἀκούετε[*](R: ἀκούεται ) γὰρ ὅτι καὶ Ἀριστογείτων ὁ Ἀθηναῖος καὶ Ἀντιλέων[*](Ἀντιλέων ὁ *: ὁ ἀντιλέων ) ὁ Μεταποντῖνος καὶ Μελάνιππος ὁ Ἀκραγαντῖνος οὐ διεφέροντο τοῖς τυράννοις, πάντα τὰ πράγματα λυμαινομένους καὶ παροινοῦντας ὁρῶντες· ἐπεὶ δὲ τοὺς ἐρωμένους αὐτῶν ἐπείρων, ὥσπερ ἱεροῖς ἀσύλοις καὶ ἀθίκτοις ἀμύνοντες ἠφείδησαν ἑαυτῶν. λέγεται καὶ[*](καὶ] δὲ καὶ?) Ἀλέξανδρος ἐπιστεῖλαι Θεοδώρῳ Πρωτέου ἀδελφῷ πέμψον μοι τὴν μουσουργὸν δέκα τάλαντα λαβών, εἰ μὴ ἐρᾷς αὐτῆς· ἑτέρου δὲ τῶν ἑταίρων
Ἀντιπατρίδου μετὰ ψαλτρίας ἐπικωμάσαντος, ἡδέως διατεθεὶς πρὸς τὴν ἄνθρωπον ἐρέσθαι τὸν Ἀντιπατρίδην οὐ δήπου σὺ τυγχάνεις ἐρῶν ταύτης; τοῦ δὲ καὶ πάνυ φήσαντος, εἰπών ἀπόλοιο τοίνυν κακὸς κακῶς ἀποσχέσθαι καὶ μὴ θιγεῖν[*](θίγειν BE) τῆς γυναικός.

ΑΥΤΟΒΟΥΛΟΣ.σκόπει τοίνυν αὖθις ἔφη τοῖς ἀρηίοις ἔργοις ὅσον Ἔρως περίεστιν, οὐκ ἀργὸς ὤν, ὡς Εὐριπίδης[*](Εὐριπίδης] Nauck. p. 455) ἔλεγεν, οὐδʼ ἀστράτευτος οὐδʼ

ἐν μαλακαῖσιν ἐννυχεύων[*](ἐννυχεύων Canterus ex Soph. Antig. 784: 4 E 7 B ων ) παρειαῖς νεανίδων.
ἀνὴρ γὰρ ὑποπλησθεὶς Ἔρωτος οὐδὲν Ἄρεος δεῖται μαχόμενος πολεμίοις, ἀλλὰ τὸν αὑτοῦ θεὸν ἔχων συνόντα
  1. πῦρ καὶ θάλασσαν καὶ πνοὰς τὰς αἰθέρος[*](Nauck. p. 917)
  2. περᾶν ἕτοιμος
ὑπὲρ τοῦ φίλου οὗπερ ἂν κελεύῃ. τῶν μὲν γὰρ τοῦ Σοφοκλέους Νιοβιδῶν[*](R: νιοβίδων ) βαλλομένων καὶ θνησκόντων ἀνακαλεῖταί τις οὐδένα βοηθὸν ἄλλον οὐδὲ σύμμαχον ἢ τὸν ἐραστήν,
---[*](Nauck. p. 229 lac. 12 E 9 B. Tentavi haec: ὦ φίλτατʼ αἰτῶ σʼ ἀμφʼ ἐμοὶ (aut ἀμφʼ ἔμʼ εὖ) στεὶλαι πέπλον ) ἀμφʼ ἐμοῦ στεῖλαι.
Κλεόμαχον δὲ τὸν Φαρσάλιον ἴστε δήπουθεν ἐξ ἧς αἰτίας ἐτελεύτησεν ἀγωνιζόμενος. οὐχ ἡμεῖς γοῦν οἱ περὶ Πεμπτίδην ἔφασαν ἀλλ ἡδέως ἂν
πυθοίμεθα. καὶ γὰρ ἄξιον ἔφη ὁ πατήρ· ἧκεν ἐπίκουρος Χαλκιδεῦσι τοῦ Θεσσαλικοῦ[*](μετὰ τοῦ Θεσσαλικοῦ C. F. Hermannus. Malim τοῦ Θεσσαλ[ικοῦ καθηγεμὼν ἱππ]ικοῦ, τοῦ πολέμου κἑ ), πολέμου πρὸς Ἐρετριεῖς ἀκμάζοντος· καὶ τὸ μὲν πεζὸν ἐδόκει τοῖς Χαλκιδεῦσιν ἐρρῶσθαι, τοὺς δʼ ἱππέας μέγʼ ἔργον ἦν ὤσασθαι τῶν πολεμίων· παρεκάλουν δὴ τὸν Κλεόμαχον ἄνδρα λαμπρὸν ὄντα τὴν ψυχὴν οἱ σύμμαχοι πρῶτον ἐμβάλλειν εἰς τοὺς ἱππέας. ὁ δʼ ἠρώτησε παρόντα τὸν ἐρώμενον, εἰ μέλλοι θεᾶσθαι τὸν ἀγῶνα· φήσαντος δὲ τοῦ νεανίσκου καὶ φιλοφρόνως αὐτὸν ἀσπασαμένου καὶ τὸ κράνος ἐπιθέντος, ἐπιγαυρωθεὶς ὁ Κλεόμαχος καὶ τοὺς ἀρίστους τῶν Θεσσαλῶν συναγαγὼν περὶ αὑτὸν ἐξήλασε λαμπρῶς καὶ προσέπεσε τοῖς πολεμίοις, ὥστε συνταράξαι καὶ τρέψασθαι τὸ ἱππικόν· ἐκ δὲ τούτου καὶ τῶν ὁπλιτῶν φυγόντων, ἐνίκησαν κατὰ κράτος οἱ Χαλκιδεῖς. τὸν μέντοι Κλεόμαχον ἀποθανεῖν συνέτυχε· τάφον δʼ αὐτοῦ δεικνύουσιν ἐν ἀγορᾷ Χαλκιδεῖς, ἐφʼ οὗ μέχρι νῦν ὁ μέγας ἐφέστηκε κίων· καὶ τὸ παιδεραστεῖν πρότερον ἐν ψόγῳ τιθέμενοι τότε μᾶλλον ἑτέρων ἠγάπησαν καὶ ἐτίμησαν. Ἀριστοτέλης[*](Ἀριστοτέλης] Fragm. 98) δὲ τὸν μὲν Κλεόμαχον ἄλλως ἀποθανεῖν φησι, κρατήσαντα τῶν Ἐρετριέων τῇ μάχῃ· τὸν δʼ ὑπὸ τοῦ ἐρωμένου φιληθέντα τῶν ἀπὸ Θρᾴκης Χαλκιδέων γενέσθαι, πεμφθέντα τοῖς ἐν Εὐβοίᾳ Χαλκιδεῦσιν ἐπίκουρον· ὅθεν ᾄδεσθαι παρὰ τοῖς Χαλκιδεῦσιν
  1. ὦ παῖδες, οἳ[*](οἵ] ὅσοι idem) χαρίτων τε καὶ πατέρων λάχετʼ[*](λάχετʼ Meinekius: ἐλάχετε ) ἐσθλῶν,[*](cf. Bergk. 3 p. 673)
  2. μὴ φθονεῖθʼ[*](idem: φθονεῖτε ) ὥρας ἀγαθοῖσιν ὁμιλίαν[*](ib. ὁμιλεῖν Bergkius)·
  3. σὺν γὰρ ἀνδρείᾳ[*](ἀνδρία BE) καὶ ὁ λυσιμελὴς Ἔρως
  4. ἐνὶ[*](ἐνὶ *: ἐπὶ ) Χαλκιδέων θάλλει πόλεσιν.
Ἄντων ἦν ὄνομα τῷ ἐραστῇ τῷ δʼ ἐρωμένῳ Φίλιστος, ὡς ἐν τοῖς Αἰτίοις[*](Αἰτίοις X: ἀντίοις ) Διονύσιος[*](Διονύσιος] cf. Suidas) ὁ ποιητὴς ἱστόρησε[*](ib. malim ἱστόρηκε ). παρʼ ὑμῖν δʼ, ὦ Πεμπτίδη, τοῖς Θηβαίοις οὐ πανοπλίᾳ ὁ ἐραστὴς ἐδωρεῖτο τὸν ἐρώμενον ἐς ἄνδρας[*](ἐς ἄνδρας Winckelmannus: ἀνδέτας ) ἐγγραφόμενον; ἢλλαξε δὲ καὶ μετέθηκε τάξιν τῶν ὁπλιτῶν ἐρωτικὸς ἀνὴρ Παμμένης, Ὅμηρον[*](Ὁμηρον] B 362) ἐπιμεμψάμενος ὡς ἀνέραστον, ὅτι κατὰ φῦλα καὶ φρήτρας συνελόχιζε τοὺς Ἀχαιούς, οὐκ ἐρώμενον ἔταττε παρʼ ἐραστήν, ἵνʼ οὕτω γένηται τὸ
ἀσπὶς δʼ ἀσπίδʼ[*](ultima verba versus homerici ἀνέρα δʼ ἀνὴρ (N 131) sine ulla idonea ratione omissa adici monuit Winckelm.) ἔρειδε κόρυς δὲ κόρυν,
ὡς μόνον ἀήττητον ὄντα τὸν Ἔρωτα[*](ὡς μόνον - ὄντα τὸν ἔρωτα *: μόνον - ὄντα cf. Praefat. p. LIX) τῶν στρατηγῶν. καὶ γὰρ φυλέτας καὶ οἰκείους καὶ νὴ Δία γονεῖς καὶ παῖδας ἐγκαταλείπουσιν· ἐραστοῦ δὲ θω δὲ[*](θω δὲ] σῶος?) καὶ ἐρωμένου μέσος οὐδεὶς πώποτε διεξῆλθε πολέμιος οὐδὲ διεξήλασεν ὅπου καὶ μηδὲν δεομένοις ἔπεισιν[*](ἔπεισιν X) ἐπιδεικνύναι τὸ φιλοκίνδυνον κἀφιλόψυχον[*](κἀφιλόψυχον scripsi cum eodem: καὶ φιλόψυχον ) ὡς
Θήρων ὁ Θεσσαλὸς προσβαλὼν τὴν χεῖρα τῷ τοίχῳ τὴν εὐώνυμον καὶ σπασάμενος τὴν μάχαιραν ἀπέκοψε τὸν ἀντίχειρα προκαλούμενος τὸν ἀντεραστήν. ἕτερος δέ τις ἐν μάχῃ πεσὼν ἐπὶ πρόσωπον, ὡς ἔμελλε παίσειν αὐτὸν ὁ πολέμιος, ἐδεήθη περιμεῖναι μικρόν, ὅπως μὴ ὁ[*](ὅπως μὴ ὁ *: ὁ ) ἐρώμενος ἴδῃ[*](em. X: ἤδη ) κατὰ νώτου τετρωμένον. οὐ μόνον τοίνυν τὰ μαχιμώτατα τῶν ἐθνῶν[*](τῶν νῦν ἐθνῶν) ἐρωτικώτατα, Βοιωτοὶ καὶ Λακεδαιμόνιοι καὶ Κρῆτες, ἀλλὰ καὶ τῶν παλαιῶν ὁ Μελέαγρος ὁ[*](quartum ὁ add. W) Ἀχιλλεὺς ὁ Ἀριστομένης ὁ Κίμων ὁ Ἐπαμεινώνδας· καὶ γὰρ οὗτος ἐρωμένους ἔσχεν Ἀσώπιχον[*](ἀσωπικὸν BE) καὶ Καφισόδωρον, ὃς αὐτῷ συναπέθανεν ἐν Μαντινείᾳ καὶ τέθαπται πλησίον. τὸν δὲ μω ---[*](lac. 8 E 6 B. Fort. τὸν δʼ Ἀσώπικον cf. Athen. p. 605a) φοβερώτατον[*](em. R: φοβερώτερον ) γενόμενον τοῖς πολεμίοις καὶ δεινότατον ὁ πρῶτος ὑποστὰς καὶ πατάξας Εὔκναμος Ἀμφισσεὺς[*](ὁ Ἀμφισσεὺς?) ἡρωικὰς ἔσχε τιμὰς παρὰ Φωκεῦσιν. Ἡρακλέους δὲ τοὺς μὲν ἄλλους ἔρωτας ἔργον ἐστὶν εἰπεῖν διὰ πλῆθος· Ἰόλαον δὲ νομίζοντες ἐρώμενον αὐτοῦ γεγονέναι μέχρι νῦν σέβονται καὶ τιμῶσιν, ἔρωτος ὅρκους τε καὶ πίστεις ἐπὶ τοῦ τάφου παρὰ τῶν ἐρωμένων λαμβάνοντες. λέγεται δὲ καὶ τὴν Ἄλκηστιν ἰατρικὸς ὢν ἀπεγνωσμένην σῶσαι τῷ Ἀδμήτῳ χαριζόμενος, ἐρῶντι μὲν αὐτῷ τῆς γυναικός, ἐρωμένου δʼ αὐτοῦ γενομένου· καὶ γὰρ τὸν Ἀπόλλωνα μυθολογοῦσιν ἐραστὴν γενόμενον
Ἀδμήτῳ παραθητεῦσαι μέγαν εἰς ἐνιαυτόν.[*](cf. Clem. Alex. p. 383 Pott.) εὖ δέ πως ἐπὶ μνήμην ἦλθεν ἡμῖν Ἄλκηστις. Ἄρεος γὰρ οὐ πάνυ μέτεστι γυναικί, ἡ δʼ ἐξ Ἔρωτος κατοχὴ προάγεταί τι τολμᾶν παρὰ φύσιν καὶ[*](καὶ] καὶ δὴ καὶ?) ἀποθνήσκειν. εἰ δέ πού[*](δέ που R: δήπου ) τι καὶ μύθων πρὸς πίστιν ὄφελός ἐστι, δηλοῖ τὰ περὶ Ἄλκηστιν καὶ Πρωτεσίλεων καὶ Εὐρυδίκην τὴν Ὀρφέως, ὅτι μόνῳ θεῶν ὁ Ἅιδης Ἔρωτι ποιεῖ τὸ προσταττόμενον· καίτοι πρός γε τοὺς ἄλλους, ὥς φησι Σοφοκλῆς[*](Σοφοκλῆς] Nauck. p. 298), ἅπαντας
  1. οὔτε τοὐπιεικὲς[*](τοὐπιεικὲς Clemens Alex. (p. 494 Pott.): τὸ ἐπιεικὲς ) οὔτε τὴν χάριν
  2. οἶδεν[*](X: οἶδε ), μόνην δʼ ἔστερξε[*](δʼ ἔστερξε Ritschelius: δὲ στέρξαι ) τὴν ἁπλῶς δίκην·
αἰδεῖται δὲ τοὺς ἐρῶντας καὶ μόνοις τούτοις οὔκ ἐστιν ἀδάμαστος οὐδʼ ἀμείλιχος. ὅθεν ἀγαθὸν μέν, ὦ ἑταῖρε, τῆς· ἐν Ἐλευσῖνι τελετῆς μετασχεῖν ἐγὼ δʼ ὁρῶ τοῖς Ἔρωτος ὀργιασταῖς καὶ μύσταις ἐν Ἅιδου βελτίονα μοῖραν οὖσαν, οὔτι τοῖς μύθοις πειθόμενος οὐ μὴν οὐδʼ ἀπιστῶν παντάπασιν εὖ γὰρ δὴ λέγουσι, καὶ θείᾳ τινὶ τύχῃ ψαύουσι τἀληθοῦς οἱ[*](τοῦ ἀληθοῦς οἱ R: τοῦ 9 E 10 B) λέγοντες ἐξ Ἅιδου[*](Ἅιδου] ἄλλου BE) τοῖς ἐρωτικοῖς ἄνοδον εἰς φῶς ὑπάρχειν, ὅπη δὲ καὶ ὅπως ἀγνοοῦσιν, ὥσπερ ἀτραποῦ διαμαρτόντες ἣν πρῶτος ἀνθρώπων διὰ φιλοσοφίας Πλάτων κατεῖδε. καίτοι λεπταί τινες ἀπορροαὶ[*](*: ἀπόρροιαι ) καὶ ἀμυδραὶ τῆς ἀληθείας ἔνεισι ταῖς Αἰγυπτίων ἐνδιεσπαρμέναι μυθολογίαις, ἀλλʼ
ἰχνηλάτου δεινοῦ δέονται καὶ μεγάλα μικροῖς ἑλεῖν δυναμένου. διὸ ταῦτα μὲν ἐῶμεν, μετὰ δὲ τὴν ἰσχὺν τοῦ Ἔρωτος οὖσαν τοσαύτην ἢδη τὴν πρὸς ἀνθρώπους εὐμένειαν καὶ χάριν ἐπισκοπῶμεν[*](ἐπισκοπῶ BE), οὐκ εἰ πολλὰ τοῖς χρωμένοις ἀγαθὰ περιποιεῖ δῆλα γάρ ἐστι ταῦτά γε πᾶσιν ἀλλʼ εἰ πλείονα καὶ μείζονα τοὺς ἐρῶντας αὐτοὺς[*](Amyotus: αὐτοῦ ) ὀνίνησιν· ἐπεί, καίπερ ὢν ἐρωτικὸς ὁ Εὐριπίδης, τὸ σμικρότατον ἀπεθαύμασεν εἰπὼν[*](εἰπὼν Valckenarius: ἐπεὶ )
  1. ποιητὴν δʼ[*](δʼ Valckenarius) ἄρα
  2. [*](Nauck. p. 569)
  3. ἔρως διδάσκει, κἂν ἄμουσος τὸ πρίν.
συνετόν τε γὰρ ποιεῖ, κἂν ῥᾴθυμος ᾖ τὸ πρίν[*](πρὶν] πρᾶγμα BE)· καὶ ἀνδρεῖον, λέλεκται, τὸν ἄτολμον, ὥσπερ οἱ τὰ ξύλα πυρακτοῦντες ἐκ μαλακῶν ἰσχυρὰ ποιοῦσι. δωρητικὸς δὲ καὶ ἁπλοῦς καὶ μεγαλόφρων γίγνεται πᾶς ἐραστής, κἂν γλίσχρος πρότερον, τῆς μικρολογίας καὶ φιλαργυρίας δίκην σιδήρου διὰ πυρὸς ἀνιεμένης· ὥστε χαίρειν τοῖς ἐρωμένοις διδόντας, ὡς παρʼ ἑτέρων οὐ χαίρουσιν αὐτοὶ λαμβάνοντες ἴστε γὰρ δήπου, ὡς Ἀνύτῳ τῷ[*](τῷ W) Ἀνθεμίωνος, ἐρῶντι μὲν Ἀλκιβιάδου ξένους δʼ ἑστιῶντι φιλοτίμως καὶ λαμπρῶς, ἐπεκώμασεν ὁ Ἀλκιβιάδης καὶ λαβὼν ἀπὸ τῆς τραπέζης εἰς ἣμισυ τῶν ἐκπωμάτων ἀπῆλθεν. ἀχθομένων δὲ τῶν ξένων καὶ λεγόντων ὑβριστικῶς σοι κέχρηται καὶ ὑπερηφάνως τὸ μειράκιον
φιλανθρώπως μὲν οὖν ὁ Ἄνυτος εἶπε· πάντα γὰρ ἐξῆν[*](ἐξῆν *: ἐνῆν cf. Vit. Alcib. c. 13) αὐτῷ λαβεῖν, ὁ δὲ κἀμοὶ τοσαῦτα καταλέλοιπεν.

ΑΥΤΟΒΟΥΛΟΣ. ἡσθεὶς οὖν ὁ Ζεύξιππος ὦ Ἡράκλεις εἶπεν ὡς ὀλίγου διελύσατο πρὸς Ἄνυτον τὴν ἀπὸ Σωκράτους; καὶ φιλοσοφίας πατρικὴν ἔχθραν, εἰ πρᾶος ἦν οὕτω περὶ ἔρωτα καὶ γενναῖος. εἶεν εἶπεν ὁ πατήρ· ἐκ δὲ δυσκόλων καὶ σκυθρωπῶν τοῖς συνοῦσιν οὐ[*](εὖ] οὐ Winckelmannus) ποιεῖ φιλανθρωποτέρους καὶ ἡδίους;

αἰθομένου γὰρ πυρὸς γεραρώτερον οἶκον[*](οἶκον] ut accusativus a ποιεῖ pendeat, quod Winck. voluerat, γὰρ particula in τε aut quidem in δὲ mutanda est et signum interrogationis post θερμότητος transponendum) ἰδέσθαι
[*](Versus est Homericus. cf. Vit. Herodotea p. 16 ed. Westermann. Certam. Hom. et Hes. vs. 274 ed. Rzach.) καὶ ἄνθρωπον ὡς ἔοικε φαιδρότερον ὑπὸ τῆς ἐρωτικῆς θερμότητος. ἀλλʼ οἱ πολλοὶ παράλογόν τι πεπόνθασιν ἂν μὲν ἐν οἰκίᾳ νύκτωρ σέλας ἴδωσι, θεῖον ἡγοῦνται καὶ θαυμάζουσι· ψυχὴν δὲ μικρὰν καὶ ταπεινὴν καὶ ἀγεννῆ ὁρῶντες ἐξαίφνης ὑποπιμπλαμένην φρονήματος, ἐλευθερίας, φιλοτιμίας, χάριτος, ἀφειδίας, οὐκ ἀναγκάζονται λέγειν ὡς ὁ Τηλέμαχος
ἦ μάλα τις θεὸς ἔνδον.
[*](Hom. τ 40) ἐκεῖνο δʼ εἶπεν ὁ Δαφναῖος[*](εἰπὲ ὧ Δαφναῖε Patzigius sed corrig. vid. ὃ εἴπεν ὁ Δαφναῖος ) πρὸς Χαρίτων οὐ δαιμόνιον; ὅτι τῶν ἄλλων ὁ ἐρωτικὸς ὀλίγου δεῖν
ἁπάντων περιφρονῶν, οὐ μόνον ἑταίρων καὶ οἰκείων[*](οἰκείων *: οἰκετῶν ), ἀλλὰ καὶ νόμων καὶ ἀρχόντων καὶ βασιλέων, φοβούμενος δὲ μηδὲν μηδὲ θαυμάζων μηδὲ θεραπεύων, ἀλλὰ καὶ τὸν αἰχματὰν κεραυνὸν[*](Pindar. Pyth. 1, 5) οἷος ὢν ὑπομένειν, ἅμα τῷ τὸν καλὸν ἰδεῖν
ἔπτηξʼ ἀλέκτωρ δοῦλον ὣς κλίνας πτερόν,
[*](Nauck. p. 724) καὶ τὸ θράσος ἐκκέκλασται καὶ κατακέκοπται οἱ τὸ τῆς ψυχῆς γαῦρον. ἄξιον δὲ Σαπφοῦς[*](σαφῶς) παρὰ ταῖς Μούσαις μνημονεῦσαι· τὸν μὲν γὰρ Ἡφαίστου παῖδα Ῥωμαῖοι Κᾶκον[*](Κᾶκον Goettlingius: κακὸν ) ἱστοροῦσι πῦρ καὶ φλόγας ἀφιέναι διὰ τοῦ στόματος ἔξω ῥεούσας· αὕτη δʼ ἀληθῶς μεμιγμένα πυρὶ φθέγγεται καὶ διὰ τῶν μελῶν ἀναφέρει τὴν ἀπὸ τῆς καρδίας θερμότητα Μούσαις εὐφώνοις ἰωμένη τὸν ἔρωτα κατὰ Φιλόξενον[*](Φιλόξενον] Bergk. 3 p. 611). ἀλλʼ εἴ τι μὴ διὰ[*](διὰ Madvigius) Λύσανδρον, ὦ Δαφναῖε, τῶν παλαιῶν ἐκλέλησαι παιδικῶν[*](παιδικῶν X: παιδίων ), ἀνάμνησον ἡμᾶς, ἐν οἷς ἡ καλὴ Σαπφὼ λέγει τῆς ἐρωμένης ἐπιφανείσης τήν τε φωνὴν ἴσχεσθαι καὶ; φλέγεσθαι[*](φλέγεσθαι idem: φθέγγεσθαι ) τὸ σῶμα καὶ καταλαμβάνειν ὠχρότητα καὶ πλάνον αὐτὴν[*](αὐτὴν] αὐτη 1 E 3-4 B) καὶ ἴλιγγον. λεχθέντων οὖν ὑπὸ τοῦ Δαφναίου τῶν μελῶν ἐκείνων, ὡς ---[*](lac. 109 E 43 B. Fort supplendi sunt versus: ὡς γὰρ εὔιδον βροχέως σε, φώνας οὐδὲν ἔτʼ εἴκει· ἀλλὰ καμ μὲν γλῶσσα ἔαγε λέπτον δʼ αὔτικα χρῷ πῦρ ὑπαδεδρόμακεν. χλωροτέρα δὲ ποίας ἔμμι, τεθνάκην δʼ ὁλίγω πιδεύης φαίνομαι qui soli versus et lacunae magnitudi et argumento praegresso plane conveniunt. Vid. Bergk. 3 p. 88 sq.) ὑπολαβὼν ὁ πατήρ ταῦτʼ εἶπεν
ὦ πρὸς τοῦ Διός, οὐ θεοληψία καταφανής; οὗτος οὐ[*](οὐ M) δαιμόνιος σάλος τῆς ψυχῆς; τί τοσοῦτον ἡ Πυθία πέπονθεν ἁψαμένη τοῦ τρίποδος; τίνα τῶν ἐνθεαζομένων οὕτως ὁ αὐλὸς καὶ τὰ μητρῷα καὶ τὸ τύμπανον ἐξίστησιν; ἡμῖν[*](ἡμῖν] καὶ μὴν W) ταὐτὸ[*](*: τὸ αὐτὸ ) σῶμα πολλοὶ καὶ ταὐτὸ[*](*: τὸ αὐτὸ ) κάλλος ὁρῶσιν, εἴληπται δʼ εἷς ὁ ἐρωτικός διὰ τίνʼ[*](τίνα W: τὴν ) αἰτίαν; οὐ γὰρ μανθάνομὲν γέ που τοῦ Μενάνδρου[*](Μενάνδρου] Kock. 3 p. 163) λέγοντος οὐδὲ συνίεμεν[*](idem: σύνιμεν ),
  1. καιρός ἐστιν ἡ νόσος
  2. ψυχῆς, ὁ πληγεὶς δʼ εἴσω δὴ[*](εἴσω δὴ Stobaeus (63, 34): lac. 6 E 7 B. Corrigunt εἰσβολῇ Bentleius. εἰς ὃ δεῖ W. εἶς ὁδὶ G. Hermannus. ἐνδοθεν Dorvillius, ut alios omittam. Ad locum sanandum maxime adiuvat Plut. paraphrasis (vid. Fragm. 25, 1): τοῦτο δʼ εὐστοχίας ἐστὶ καιροῦ τῷ παθεῖν ἑτοίμῳ (ita optime W: ἐμοί γε πως aut ἐμοί πως) συνάπτοντος ἐν ἀκμῇ τὸ ποιεῖν πεφυκός. Unde corr. vid. εἰσόδῳ (sc. τῆς νόσου) i.e. homo amatorius qui ictus est, vulnus facile accipit eo quod in eius animum morbo aditus patet, eo quod animus eius ad telum amoris (τὸ ποιεῖν πεφυκός) recipiendum paratus dispositusque est (παθεῖν ἕτοιμος). Si meum εἰσόδῳ non placet, in promptu est Bentleianum εἰσβολῇ ut eodem modo quo εχπλιξετυρ. οπτιο δατυρ ) τιτρώσκεται.
ἀλλʼ ὁ θεὸς αἴτιος τοῦ μὲν καθαψάμενος τὸν δʼ ἐάσας. ὃ τοίνυν ἐν ἀρχῇ καιρὸν εἶχε ῥηθῆναι μᾶλλον οὐδὲ νῦν ὅτι[*](ὅτι Nauckius (p. 105): ἐπὶ ) νῦν[*](νῦν Winckelmannus: νοῦν ) ἦλθεν ἐπὶ στόμα αʼ κατʼ Αἰσχύλον ἄρρητον[*](M: ἄριστον ) ἐάσειν μοι δοκῶ· καὶ γάρ ἐστι παμμέγεθες. ἴσως μὲν γάρ, ὦ ἑταῖρε, καὶ τῶν ἄλλων ἁπάντων, ὅσα μὴ διʼ αἰσθήσεως ἡμῖν εἰς ἔννοιαν ἥκει[*](ἥκει X: στήκει. Malim ἐξήκει ), τὰ μὲν μύθῳ τὰ δὲ νόμῳ τὰ δὲ λόγῳ
πίστιν ἐξ ἀρχῆς[*](ἐξαρχῆς BE) ἔσχηκε· τῆς δʼ οὖν περὶ θεῶν δόξης καὶ[*](καὶ del. R praeter necessitatem) παντάπασιν ἡγεμόνες καὶ διδάσκαλοι γεγόνασιν ἡμῖν οἵ τε ποιηταὶ καὶ οἱ νομοθέται καὶ τρίτον οἱ φιλόσοφοι, τὸ μὲν[*](μὲν R: μὲν οὒν ) εἶναι θεοὺς ὁμοίως τιθέμενοι, πλήθους δὲ πέρι καὶ τάξεως αὐτῶν οὐσίας τε καὶ δυνάμεως μεγάλα διαφερόμενοι πρὸς ἀλλήλους. ἐκεῖνοι μὲν γὰρ οἱ τῶν φιλοσόφων
  1. ἄνοσοι καὶ ἀγήραοι
  2. [*](cf. Bergk. 1 p. 432)
  3. πόνων τʼ ἄπειροι, βαρυβόαν
  4. πορθμὸν πεφευγότες Ἀχέροντος·
ὅθεν οὐ[*](ὅθεν οὐ Basileensis: ὅθεν Fort. tamen οὐ omisso scrib. προϊενται et distinguendum post Ἐριδας ) προσίενται ποιητικὰς Ἔριδας οὐ Λιτάς, οὐ Δεῖμον οὐδὲ Φόβον ἐθέλουσι θεοὺς εἶναι καὶ[*](καὶ *) παῖδας Ἄρεος ὁμολογεῖν μάχονται δὲ περὶ πολλῶν καὶ τοῖς νομοθέταις, ὥσπερ,Ξενοφάνης Αἰγυπτίους ἐκέλευσε τὸν Ὄσιριν, εἰ θνητὸν νομίζουσι, μὴ τιμᾶν ὡς θεόν, εἰ δὲ θεὸν ἡγοῦνται μὴ θρηνεῖν. αὖθις δὲ ποιηταὶ καὶ νομοθέται, φιλοσόφων ἰδέας τινὰς καὶ ἀριθμοὺς μονάδας τε καὶ πνεύματα θεοὺς ποιουμένων, οὔτʼ ἀκούειν ὑπομένουσιν οὔτε συνιέναι δύνανται. πολλὴν δʼ ὅλως ἀνωμαλίαν ἔχουσιν αἱ δόξαι καὶ διαφοράν. ὥσπερ οὖν ἦσάν ποτε τρεῖς στάσεις Ἀθήνησι, Παράλων Ἐπακρίων[*](X: ἐπάκρων ) Πεδιέων, χαλεπῶς ἔχουσαι καὶ διαφερόμεναι πρὸς ἀλλήλας· ἔπειτα[*](ἔπειτα Madvigius: ἐπεὶ ) δὲ πάντες ἐν ταὐτῷ γενόμενοι καὶ τὰς
ψήφους λαβόντες ἤνεγκαν πάσας Σόλωνι, καὶ τοῦτον εἵλοντο κοινῇ διαλλακτὴν καὶ ἄρχοντα καὶ νομοθέτην, ὃς ἔδοξε τῆς ἀρετῆς ἔχειν ἀδηρίτως τὸ πρωτεῖον· οὕτως αἱ τρεῖς στάσεις αἱ περὶ θεῶν διχοφρονοῦσαι καὶ ψῆφον ἄλλην ἄλλη φέρουσαι, καὶ μὴ δεχόμεναι ῥᾳδίως τὸν ἐξ ἑτέρας περὶ ἑνὸς βεβαίως ὁμογνωμονοῦσι, καὶ κοινῇ τὸν Ἔρωτα συνεγγράφουσιν εἰς θεοὺς ποιητῶν οἱ κράτιστοι καὶ νομοθετῶν καὶ φιλοσόφων ἀθρόᾳ φωνᾷ[*](R: ἀθρόαι φωναὶ quod tamen glossema esse potest vocis ἀόλλεες quam post ἐπαινέοντες (ἐπαίνεντες Ahrens) dat Aristot. p. 1285, 1b. cf Bergk. 3 p. 162; aut ἀόλλεις supplendum est, ut etiam ἀθρόᾳ Alcaei sint verba ab Aristotele omissa. Res dubia est) μέγʼ ἐπαινέοντες ὥσπερ ἔφη τὸν Πιττακὸν ὁ Ἀλκαῖος αἱρεῖσθαι τοὺς Μυτιληναίους[*](*: μιτυληναίους ) τύραννον. ἡμῖν δὲ βασιλεὺς καὶ ἄρχων καὶ ἁρμοστὴς ὁ Ἔρως ὑφʼ Ἡσιόδου καὶ Πλάτωνος καὶ Σόλωνος ἀπὸ τοῦ Ἑλικῶνος εἰς τὴν Ἀκαδήμειαν[*](*: ἀκαδημίαν ) ἐστεφανωμένος κατάγεται καὶ κεκοσμημένος εἰσελαύνει πολλαῖς συνωρίσι φιλίας καὶ κοινωνίας, οὐχ οἵαν Εὐριπίδης φησὶν
ἀχαλκεύτοισιν ἐζεῦχθαι πέδαις,
[*](ita scripsi ex p. 482a. 533a: ἀχαλκευ 5E ἀχαλκεύτοις B cf. Nauck. p. 549) ψυχρὰν οὗτός γε καὶ βαρεῖαν ἐν χρείᾳ περιβαλὼν ὑπʼ αἰσχύνης ἀνάγκην, ἀλλʼ ὑποπτέρου[*](W: ὑπὸ πτεροῦ ) φερομένης ἐπὶ τὰ κάλλιστα τῶν ὄντων καὶ θειότατα[*](R: θειότερα ), περὶ ὧν ἑτέροις εἴρηται βέλτιον.

ΑΥΤΟΒΟΥΛΟΣ. εἰπόντος δὲ ταῦτα τοῦ πατρός, ὁ

Σώκλαρος ὁρᾷς εἶπεν ὅτι δεύτερον ἤδη τοῖς αὐτοῖς περιπεσὼν, οὐκ οἶδʼ ὅπως βίᾳ σαυτὸν[*](em. Winckelmannus: βίαις αὐτὸν E βίαις B) ἀπάγεις[*](ib. R: ἀπάγει; καὶ ἀποστραφεὶς ) καὶ ἀποστρέφεις, οὐ δικαίως χρεωκοπῶν, εἴ γε δεῖ τὸ φαινόμενον εἰπεῖν, ἱερὸν ὄντα τὸν λόγον; καὶ γὰρ ἄρτι τοῦ Πλάτωνος ἅμα καὶ τῶν Αἰγυπτίων ὥσπερ ἄκων ἁψάμενος παρῆλθες καὶ νῦν ταὐτὰ ποιεῖς. τὰ μὲν οὖν ἀριζήλως εἰρημένα[*](cf. Hom. μ 453) Πλάτωνι, μᾶλλον δὲ ταῖς θεαῖς ταύταις διὰ Πλάτωνος, ὦγαθέ μηδʼ ἂν κελεύωμεν εἴπῃς·[*](cf. Plat. Phaedr. p. 235d) ᾗ δʼ ὑπῃνίξω τὸν Αἰγυπτίων μῦθον εἰς ταὐτὰ[*](ταὐτὸ R) τοῖς Πλατωνικοῖς συμφέρεσθαι περὶ Ἔρωτος, οὐκ ἔστι[*](οὐκέτι BE. οὐκέτι ἔστι Winck.) σοι μὴ διακαλύψαι μηδὲ διαφῆναι πρὸς ἡμᾶς ἀγαπήσομεν δέ, κἂν μικρὰ περὶ μεγάλων ἀκούσωμεν δεομένων δὲ καὶ τῶν ἄλλων ἔφη ὁ πατὴρ ὡς Αἰγύπτιοι δύο μὲν Ἕλλησι παραπλησίως Ἔρωτας, τόν τε πάνδημον καὶ τὸν οὐράνιον, ἴσασι, τρίτον δὲ νομίζουσιν Ἔρωτα τὸν ἣλιον, Ἀφροδίτην[*](lac. inserui R praeeunte et supplente Ἀφροδίτην δʼ ἔχουσι σελήνην θεῶν μάλιστα σεβ. Malim Ἀφροδίτην[δὲ τὴν γῆν] ἔχουσι κἑ cf. adnot. ad lin. 18) ἔχουσι[*](ἔχουσι] ἄγουσι Lobeckius; potuit etiam λέγουσι, sed cf. p. 366a Ἰσιδος σῶμα γῆν ἔχουσι καὶ νομίζουσι ) μάλα σεβάσμιον. ἡμεῖς δὲ πολλὴν μὲν Ἔρωτος ὁμοιότητα πρὸς τὸν ἥλιον,
οὐδεμίαν δʼ Ἀφροδίτης πρὸς[*](τὸν ἥλιον οὐδεμίαν δʼ Ἀφροδίτης πρὸς * Postquam doctrinam Aegyptiacam de Amore et Venere breviter exposuit, suam opinionem (verba enim ἡμεῖς δὲ πολλὴν μὲν Ἐρωτος κἑ. non sunt Aegypt. doctrinam confirmantis sed emendantis) de hac doctrina subiungit, ita ut Amoris cum Sole magnam Veneris tamen cum Terra nullam similitudinem esse videat. Alteram similitudinem multis verbis inde a πῦρ μὲν γὰρ οὐδέτερόν ἐστιν usque ad τῶν δʼ ἄλλων πάντων ὑπερορᾶν (p. 441 lin. 20) confirmat; alteram breviter (γῆν δὲ κατʼ οὐδὲν Ἀφροδίτην καλοῦντες ἅπτονταί τινος ὅμοιότητος) refutat, ita ut non Terram sed potius Lunam Veneris similem esse contendat. Unde colligit ἑοικέναι μὲν οὖν Ἀφροδίτῃ σελήνην ἥλιον δʼ ἔρωτι, τῶν ἄλλων θεῶν μᾶλλον εἰκος ἐστι (potius quam ullos alios velut Terram ex numero deorum probabile est) cf. p. 363d ubi Terram Isis designat. 374c. 372e) τὴν γῆν ὁρῶμεν οὖσαν· πῦρ μὲν γὰρ οὐδέτερόν ἐστιν ὥσπερ οἴονταί τινες, αὐγὴ[*](αὐγὴ W: αὐ 4 E 5 B) καὶ θερμότης γλυκεῖα καὶ γόνιμος, καὶ ἡ[*](καὶ ἡ idem: ἡ ) μὲν ἀπʼ ἐκείνου φερομένη σώματι παρέχει τροφὴν καὶ φῶς καὶ αὔξησιν, ἡ δʼ ἀπὸ τούτου ψυχαῖς. ὡς δʼ ἥλιος ἐκ νεφῶν καὶ μεθʼ ὀμίχλην[*](μετʼ ὁμίχλην BE) θερμότερος, οὕτως Ἔρως μετʼ ὀργῆς καὶ ζηλοτυπίας ἐρωμένου διαλλαγέντος ἡδίων καὶ δριμύτερος· ἔτι[*](ἔτι] ὅτι BE) δʼ ὥσπερ ἣλιον ἅπτεσθαι καὶ σβέννυσθαι δοκοῦσιν ἔνιοι[*](ἔνιοι] cf. Plat. Rep. p. 498b. Bywater. p. 13 fr. 32), ταὐτὰ καὶ περὶ Ἔρωτος ὡς θνητοῦ καὶ ἀβεβαίου διανοοῦνται. καὶ μὴν οὔτε σώματος ἀγύμναστος ἕξις ἥλιον, οὔτʼ Ἔρωτα δύναται φέρειν ἀλύπως τρόπος ἀπαιδεύτου ψυχῆς· ἐξίσταται δʼ ὁμοίως ἑκάτερον καὶ νοσεῖ, τὴν τοῦ θεοῦ δύναμιν οὐ τὴν αὑτοῦ μεμφόμενον ἀσθένειαν. πλὴν ἐκείνῃ γε δόξειεν ἂν διαφέρειν, ᾗ δείκνυσιν ἥλιος μὲν ἐπὶ γῆς τὰ καλὰ καὶ τὰ αἰσχρὰ τοῖς ὁρῶσιν Ἔρως δὲ μόνων τῶν καλῶν φέγγος ἐστὶ καὶ πρὸς ταῦτα μόνα τοὺς ἐρῶντας ἀναπείθει βλέπειν καὶ στρέφεσθαι, τῶν δʼ ἄλλων πάντων ὑπερορᾶν. γῆν δὲ κατʼ
οὐδέν, σελήνην δʼ[*](Herwerdenus: περιορᾶν ib. γῆν δὲ κατʼ οὐδὲν σελήνην δʼ scripsi: γῆν δὲ κατʼ οὐδὲν i.e. γῆν δὲ καλοῦντες Ἀφροδ. κατʼ οὐδὲν ἅπτονταί τινος ὁμοιότητος, σελήνην δʼ Ἀφροδ. καλοῦντες ἅπτ. τινος ὅμοιότητος. cf. p. 1132f τούτοις δὲ κατʼ οὐδὲν τὸ Ὀρφικὸν ἔργον ἔοικεν ) Ἀφροδίτην καλοῦντες ἅπτονταί τινος ὁμοιότητος· καὶ γὰρ θεία[*](θεία M: οἵα ) καὶ οὐρανία καὶ μίξεως χώρα τοῦ ἀθανάτου πρὸς τὸ θνητόν, ἀδρανὴς δὲ καθʼ ἑαυτὴν καὶ σκοτώδης ἡλίου μὴ προσλάμποντος, ὥσπερ Ἀφροδίτη μὴ παρόντος Ἔρωτος. ἐοικέναι μὲν οὖν Ἀφροδίτη σελήνην ἥλιον δὲ Ἔρωτι τῶν ἄλλων θεῶν μᾶλλον εἰκός ἐστιν, οὐ μὴν εἶναὶ γε παντάπασι τοὺς αὐτούς οὐ γὰρ ψυχῇ σῶμα ταὐτὸν ἀλλʼ ἕτερον, ὥσπερ ἣλιον μὲν ὁρατὸν Ἔρωτα δὲ νοητόν. εἰ δὲ μὴ δόξει πικρότερον λέγεσθαι, καὶ τἀναντία φαίη τις ἂν ἥλιον Ἔρωτι ποιεῖν· ἀποστρέφει γὰρ ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ τὴν διάνοιαν, χάριτι καὶ λαμπρότητι τῆς ὄψεως γοητεύων καὶ ἀναπείθων ἐν ἑαυτῷ καὶ περὶ αὑτὸν αἰτεῖσθαι[*](αἰτε͂σθαι] κεῖσθαι W. ἱδρῦσθαι Herwerdenus. Sed vulgata defendi potest. cf. p. 719a) τὰ τʼ ἄλλα καὶ τὴν ἀλήθειαν, ἑτέρωθι δὲ μηδέν·
  1. δυσέρωτες δὴ φαινόμεθʼ ὄντες[*](ἰόντες BE)
  2. [*](Eur. Hipp. 195)
  3. τοῦδʼ, ὅ τι τοῦτο στίλβει[*](τοῦδʼ ὅ τι τοῦτο στίλβει] eorum loco lacuna 18 litt. BE) κατὰ γῆν
ὡς Εὐριπίδης φησὶ
διʼ ἀπειροσύνην ἄλλου βιότου
μᾶλλον δὲ λήθην ὧν ὁ Ἔρως ἀνάμνησίς ἐστιν. ὥσπερ γὰρ εἰς φῶς πολὺ καὶ λαμπρὸν
ἀνεγρομένων ἐξοίχεται πάντα τῆς ψυχῆς τὰ καθʼ ὕπνους φανέντα καὶ διαπέφευγεν, οὕτω τῶν γενομένων ἐνταῦθα καὶ μεταβαλόντων[*](μεταβαλλόντων BE) ἐκπλήττειν ἔοικε τὴν μνήμην καὶ φαρμάττειν τὴν διάνοιαν ὁ ἣλιος, ὑφʼ ἡδονῆς καὶ θαύματος ἐκλανθανομένων ἐκείνων. καίτοι τὸ γʼ ὕπαρ ὡς ἀληθῶς ἐκεῖ καὶ περὶ ἐκεῖνα τῆς ψυχῆς ἐστι, δευρὶ δὲ ---[*](lac. 9 BE Fort. τὸ ὄναρ ἐν ᾧ cf. p. 945b. Plat. Phaedr. p. 249c) τῶν ἐνυπνίων ἀσπάζεται[*](ἀσπάζεται] sc. ἡ ψυχὴ) καὶ τέθηπε τὸ κάλλιστον καὶ θειότατον.
ἀμφὶ δὲ οἱ δολόεντα φιλόφρονα χεῦεν[*](χεῦεν] sc. ὁ ἥλιος) ὄνειρα,
[*](cf. p. 722d. Callim. ed. Schneid. p. 786) πᾶν ἐνταῦθα πειθομένῃ[*](em. Winckelmannus: πειθομένη. Iungendum cum οἱ ) τὸ καλὸν εἶναι καὶ τίμιον, ἂν μὴ τύχῃ θείου καὶ σώφρονος Ἔρωτος ἰατροῦ καὶ σωτῆρος καὶ ἡγεμόνος ὃς[*](καὶ ἡγεμόνος ὃς supplevi cum Amyoto: 9 E 12 b) διὰ σωμάτων ἀφικόμενος ἀγωγὸς ἐπὶ τὴν ἀλήθειαν ἐξ Ἅιδου καί τὸ ἀληθείας πεδίον[*](cf. Plat. Phaedr. p. 248b. 254b), οὗ τὸ πολὺ καὶ καθαρὸν καὶ ἀψευδὲς ἵδρυται κάλλος, ἀσπάσασθαι καὶ συγγενέσθαι διὰ χρόνου ποθοῦντας ἐξαναφέρων καὶ ἀναπέμπων εὐμενὴς οἷον ἐν τελετῇ παρέστη μυσταγωγός. ἐνταῦθα δὲ[*](δὲ Winckelmannus) πάλιν πεμπομένων αὐτῇ μὲν οὐ πλησιάζει[*](πλησιάζει] sc. Ἐρως) ψυχῇ[*](ib. em. M: αὐτὴ - ψυχὴ ) καθʼ ἑαυτήν, ἀλλὰ[*](ib. ἀλλὰ] ἀλλʼ ἢ?) διὰ σώματος. ὡς,δὲ γεωμέτραι παισὶν οὔπω δυναμένοις ἐφʼ ἑαυτῶν τὰ νοητὰ μυηθῆναι τῆς ἀσωμάτου καὶ ἀπαθοῦς οὐσίας εἴδη πλάττοντες ἁπτὰ καὶ ὁρατὰ μιμήματα σφαιρῶν,
,καὶκύβων καὶ δωδεκαέδρων προτείνουσιν· οὕτως ἡμῖν ὁ οὐράνιος Ἔρως ἔσοπτρα καλῶν καλά, θνητὰ μέντοι θεῶν[*](supplendum vid. θεῶν [καὶ ἀπαθῶν] παθητὰ κἑ. ) παθητὰ καὶ νοητῶν αἰσθητὰ μηχανώμενος ἔν τε σχήμασι καὶ χρώμασι καὶ εἴδεσι νέων ὥρᾳ στίλβοντα[*](στίλβοντα] cf. Plat. Phaedon. p. 110d) δείκνυσι καὶ κινεῖ τὴν μνήμην ἀτρέμα διὰ τούτων ἀναφλεγομένην τὸ πρῶτον[*](τοπρῶτον BE). ὅθεν διὰ σκαιότητος[*](malim ὑπὸ σκαιότητος aut διὰ σκαιότητα ) ἔνιοι φίλων καὶ οἰκείων, σβεννύναι πειρωμένων βίᾳ καὶ ἀλόγως τὸ πάθος, οὐδὲν ἀπέλαυσαν αὐτοῦ χρηστὸν ἀλλʼ ἢ καπνοῦ καὶ ταραχῆς ἐνέπλησαν ἑαυτοὺς ἢ πρὸς ἡδονὰς σκοτίους[*](σκότους BE) καὶ παρανόμους ῥυέντες ἀκλεῶς[*](ἀκλεῶςM et cod. P W: ἀκλινῶς ) ἐμαράνθησαν. ὅσοι δὲ σώφρονι λογισμῷ μετʼ αἰδοῦς οἷον ἀτεχνῶς πυρὸς ἀφεῖλον τὸ μανικόν, αὐγὴν δὲ καὶ φῶς ἀπέλιπον τῇ ψυχῇ μετὰ θερμότητος, οὐ σεισμόν, ὥς τις[*](τις] sc. Epicurus. Locum om. Usenerus) εἶπε, κινούσης ἐπὶ σπέρμα καὶ ὄλισθον ἀτόμων ὑπὸ λειότητος καὶ γαργαλισμοῦ θλιβομένων, διάχυσιν[*](em. X: διάλυσιν ) δὲ θαυμαστὴν καὶ γόνιμον ὥσπερ ἐν φυτῷ βλαστάνοντι καὶ τρεφομένῳ καὶ πόρους ἀνοίγουσαν εὐπειθείας καὶ φιλοφροσύνης, οὐκ ἂν εἴη[*](εἴη *: ὁ ) πολὺς χρόνος, ἐν ᾧ τό τε σῶμα τὸ τῶν ἐρωμένων παρελθόντες ἔσω φέρονται καὶ ἅπτονται τοῦ ἤθους, ἐκκαλούμενοι[*](ἐκκαλούμενος libri. Corr. vid. ἐγκλώμενοι τε cf. p. 671a: τὰ ὄμματα - ἐγκεκλάσθαι ) τὰς ὄψεις καθορῶσι καὶ συγγίνονται διὰ λόγων τὰ[*](τὰ*) πολλὰ καὶ πράξεων ἀλλήλοις, ἂν περίκομμα τοῦ
καλοῦ καὶ εἴδωλον ἐν ταῖς διανοίαις ἔχωσιν[*](ἔχωσιν] ἕλωσιν vel εὕρωσιν W) εἰ δὲ μή, χαίρειν ἐῶσι καὶ τρέπονται πρὸς ἑτέρους ὥσπερ αἱ μέλιτται πολλὰ τῶν χλωρῶν καὶ ἀνθηρῶν μέλι δʼ οὐκ ἐχόντων ἀπολιπόντες· ὅπου δʼ ἂν ἔχωσιν[*](malim εὕρωσιν ) ἴχνος τι τοῦ θείου καὶ ἀπορροὴν καὶ ὁμοιότητα σαίνουσαν, ὑφʼ ἡδονῆς καὶ θαύματος ἐνθουσιῶντες καὶ περισπῶντες[*](περιέποντες R, sed h. l. περισπᾶν idem est ac περιέλκειν circumquaque attrahere ), εὐπαθοῦσι[*](ib. συμπαθοῦσι R. sed cf. Plat. Phaedr. p. 247d) τῇ μνήμῃ καὶ ἀναλάμπουσι πρὸς ἐκεῖνο τὸ ἐράσμιον ἀληθῶς καὶ μακάριον καὶ φίλιον ἅπασι καὶ ἀγαπητόν.

ΑΥΤΟΒΟΥΛΟΣ.τὰ μὲν οὖν πολλὰ ποιηταὶ προσπαίζοντες ἐοίκασι τῷ θεῷ γράφειν περὶ αὐτοῦ καὶ ᾄδειν ἐπικωμάζοντες, ὀλίγα δὲ εἴρηται μετὰ σπουδῆς αὐτοῖς, εἴτε κατὰ νοῦν καὶ λογισμὸν εἴτε σὺν θεῷ τῆς ἀληθείας ἁψαμένοις· ὧν ἕν ἐστι καὶ τὸ περὶ τῆς γενέσεως [*](Bergk. 3 p. 152)

  1. δεινότατον θέων[*](ib. em. idem: θειῶν )
  2. τὸν γέννατ[*](τὸν γέννατʼ idem: γείνατο )ʼ ʼεὐπέδιλλος[*](ib. em. Ahrensius: εὐπέδιλος ) Ἶρις
  3. χρυσοκόμᾳ Ζεφύρῳ μίγεισα[*](Porson: μιχθεῖσα )·
εἰ μή τι καὶ ὑμᾶς ἀναπεπείκασιν οἱ γραμματικοί, λέγοντες πρὸς τὸ ποικίλον τοῦ πάθους καὶ τὸ ἀνθηρὸν γεγονέναι τὴν εἰκασίαν. καὶ ὁ Δαφναῖος πρὸς τί γάρ ἔφη ἕτερον; ἀκούετʼ εἶπεν ὁ πατήρ· οὕτω γὰρ βιάζεται τὸ φαινόμενον λέγειν. ἀνάκλασις δή που τὸ περὶ τὴν ἶρίν ἐστι τῆς ὄψεως πάθος,
ὅταν ἡσυχῆ νοτερῷ λείῳ δὲ καὶ μέτριον πάχος[*](πάθος BE) ἔχοντι προσπεσοῦσα νέφει τοῦ ἡλίου ψαύσῃ κατʼ ἀνάκλασιν, καὶ τὴν περὶ ἐκεῖνον αὐγὴν ὁρῶσα καὶ τὸ φῶς δόξαν ἡμῖν ἐνεργάσηται τοῦ φαντάσματος ὡς ἐν τῷ νέφει ὄντος[*](ἐντὸς νέφους ὄντος Doehnerus). τοῦτο δὴ τὸ ἐρωτικὸν μηχάνημα καὶ σόφισμα περὶ τὰς εὐφυεῖς καὶ φιλοκάλους ψυχὰς ἀνάκλασιν ποιεῖ τῆς μνήμης ἀπὸ τῶν ἐνταῦθα φαινομένων καὶ προσαγορευομένων καλῶν εἰς τὸ θεῖον καὶ ἐράσμιον καὶ μακάριον ὡς ἀληθῶς ἐκεῖνο καὶ θαυμάσιον καλόν. ἀλλʼ οἱ πολλοὶ μὲν ἐν παισὶ καὶ γυναιξὶν ὥσπερ ἐν κατόπτροις εἴδωλον αὐτοῦ φανταζόμενον διώκοντες καὶ ψηλαφῶντες οὐδὲν ἡδονῆς μεμιγμένης λύπῃ δύνανται λαβεῖν βεβαιότερον ἀλλʼ οὗτος ἔοικεν ὁ τοῦ Ἰξίονος[*](Ἰξίονος Winckelmannus: πλείονος cf. p. 777e) ἴλιγγος εἶναι καὶ πλάνος, ἐν νέφεσι κενὸν ὥσπερ σκιαῖς θηρωμένου[*](em. R: θηρωμένους ) τὸ ποθούμενον· ὥσπερ οἱ παῖδες προθυμούμενοι τὴν ἶριν ἑλεῖν τοῖν[*](τοῖν Doehnerus: ταῖν cf. p. 638 d) χεροῖν, ἑλκόμενοι πρὸς τὸ φαινόμενον. εὐφυοῦς δʼ ἐραστοῦ καὶ σώφρονος ἄλλος τρόπος· ἐκεῖ γὰρ ἀνακλᾶται πρὸς τὸ θεῖον καὶ νοητὸν καλόν· ὁρατοῦ δὲ σώματος ἐντυχὼν κάλλει καὶ χρώμενος οἷον ὀργάνῳ τινὶ τῆς μνήμης ἀσπάζεται καὶ ἀγαπᾷ, καὶ συνὼν καὶ γεγηθὼς ἔτι μᾶλλον ἐκ φλέγεται τὴν διάνοιαν Καὶ οὔτε μετὰ σωμάτων ὄντες ἐνταῦθα τουτὶ τὸ φῶς ἐπιποθοῦντες[*](ἔτι ποθοῦντες W) κάθηνται καὶ θαυμάζοντες· οὔτʼ ἐκεῖ γιγνόμενοι μετὰ τὴν τελευτήν, δεῦρο πάλιν στρεφόμενοι καὶ
δραπετεύοντες ἐν θύραις νεογάμων καὶ δωματίοις κυλινδοῦνται[*](cf. Plat. Phaedon. p. 81c. d), δυσόνειρα φαντασμάτια φιληδόνων καὶ φιλοσωμάτων ἀνδρῶν καὶ γυναικῶν οὐ δικαίως ἐρωτικῶν προσαγορευομένων. ὁ γὰρ ὡς ἀληθῶς ἐρωτικὸς ἐκεῖ γενόμενος καὶ τοῖς καλοῖς ὁμιλήσας, ᾗ θέμις, ἐπτέρωται καὶ κατωργίασται καὶ διατελεῖ περὶ τὸν αὑτοῦ[*](αὑτοῦ W: αὐτὸν ) θεὸν ἄνω χορεύων καὶ συμπεριπολῶν, ἄχρι οὗ πάλιν εἰς τοὺς Σελήνης καὶ Ἀφροδίτης λειμῶνας ἐλθὼν καὶ καταδαρθὼν ἑτέρας ἄρχηται γενέσεως. ἀλλὰ ταῦτα μέν ἔφη μείζονας ἔχει τῶν παρόντων λόγων ὑποθέσεις, τῷ δʼ Ἔρωτι καὶ τοῦτο καθάπερ τοῖς ἄλλοις θεοῖς ἔνεστιν ὡς Εὐριπίδης[*](Εὐριπίδης] Hippol. 7. 8) φησὶ τιμωμένῳ χαίρειν ἀνθρώπων ὕπο καὶ τοὐναντίον· εὐμενέστατος γάρ ἐστι τοῖς δεχομένοις ἐμμελῶς αὐτὸν βαρὺς δὲ τοῖς ἀπαυθαδισαμένοις[*](Winckelmannus: ἀπαυθισαμένοις E. ἀπαυθαδιαζομένοις B). οὔτε γὰρ ξένων καὶ ἱκετῶν ἀδικίας ὁ Ξένιος οὔτε γονέων ἀρὰς ὁ Γενέθλιος οὕτω διώκει καὶ μέτεισι ταχέως ὡς[*](ὡς Basileensis: καὶ ) ἐρασταῖς ἀγνωμονηθεῖσιν ὁ Ἔρως ὀξὺς ὑπακούει, τῶν ἀπαιδεύτων καὶ ὑπερηφάνων κολαστής. τί γὰρ ἂν λέγοι τις Εὐξύνθετον[*](Εὐξύνετον R) καὶ Λευκομάντιδα τὴν ἐν Κύπρῳ Παρακύπτουσαν ἔτι νῦν προσαγορευομένην; ἀλλὰ τὴν Γοργοῦς ἴσως ποινὴν οὐκ ἀκηκόατε τῆς Κρήσσης, παραπλήσια τῇ Παρακυπτούσῃ παθούσης πλὴν ἐκείνη μὲν ἀπελιθώθη παρακύψασα τὸν ἐραστὴν ἰδεῖν ἐκκομιζόμενον
τῆς δὲ Γοργοῦς Ἄσανδρός τις ἠράσθη, νέος ἐπιεικὴς καὶ γένει λαμπρός, ἐκ δὲ λαμπρῶν εἰς ταπεινὰ πράγματα καὶ εὐτελῆ[*](εὐτελῆ] B; eius loco lac. 7 E. Fortasse εὐτέλειαν aut καὶ εὐτελῆ πράγματα ) ἀφιγμένος, ὅμως αὑτὸν οὐδενὸς ἀπηξιοῦτο[*](ἀπηξίου satis erat), ἀλλὰ τὴν Γοργώ, διὰ πλοῦτον ὡς ἔοικε περιμάχητον οὖσαν καὶ πολυμνήστευτον, ᾔτει γυναῖκα συγγενὴς ὤν, πολλοὺς; ἔχων καὶ ἀγαθοὺς συνερῶντας αὐτῷ[*](αὐτῷ?), πάντας δὲ τοὺς περὶ τὴν κόρην ἐπιτρόπους καὶ οἰκείους πεπεικὼς[*](post πεπεικὼς magnam lacunam esse omnes editores monuerunt; sed in libris nulla lac.) ---.