Amatorius

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ΑΥΤΟΒΟΥΛΟΣ. ἵνʼ οὖν μὴ παροξύνοντες ἀλλήλους κατὰ μικρὸν εἰς ὀργὴν προαγάγοιεν, ὥσπερ διαιτητὰς ἑλόμενοι καὶ βραβευτὰς τὸν πατέρα καὶ τοὺς σὺν αὐτῷ παρεγένοντο· καὶ τῶν ἄλλων φίλων οἷον ἐκ παρασκευῆς τῷ μὲν ὁ Δαφναῖος παρῆν τῷ δʼ ὁ Πρωτογένης ἀλλʼ οὗτος μὲν ἀνέδην ἔλεγε κακῶς τὴν Ἰσμηνοδώραν· ὁ δὲ Δαφναῖος ὦ Ἡράκλεις ἔφη τί οὐκ ἄν τις προσδοκήσειεν, εἰ καὶ Πρωτογένης ἔρωτι πολεμήσων πάρεστιν ᾧ καὶ παιδιὰ[*](X: παιδεία ) πᾶσα καὶ σπουδὴ περὶ Ἔρωτα καὶ διʼ Ἔρωτος[*](καὶ διʼ Ἐρωτα conieci in Symb.),

λήθη μὲν[*](μὲν] δὲ BE) λόγων λήθη δὲ πάτρας,
[*](Nauck. p. 632) οὐχ ὡς τῷ Λαΐῳ πέντε μόνον ἡμερῶν[*](fort. ἡμερῶν ὁδὸν ) ἀπέχοντι τῆς πατρίδος; βραδὺς γὰρ ὁ ἐκείνου[*](Turnebus: ἐκείνων ) καὶ χερσαῖος Ἔρως, ὁ δὲ σὸς ἐκ Κιλικίας Ἀθήναζε
λαιψηρὰ κυκλώσας πτερὰ
[*](cf. p. 507a) διαπόντιος πέτεται[*](πέτεται Athenaeus p. 165a: πέταται ), τοὺς καλοὺς ἐφορῶν καὶ συμπλανώμενος. ἀμέλει γὰρ ἐξ ἀρχῆς ἐγεγόνει τοιαύτη τις αἰτία τῷ Πρωτογένει τῆς ἀποδημίας.

ΑΥΤΟΒΟΥΛΟΣ. γενομένου δὲ γέλωτος, ὁ Πρωτογένης ἐγὼ δέ σοι δοκῶ εἶπεν ἔρωτι νῦν πολεμεῖν, οὐχ ὑπὲρ Ἔρωτος διαμάχεσθαι πρὸς ἀκολασίαν καὶ ὕβριν αἰσχίστοις πράγμασι καὶ πάθεσιν εἰς τὰ κάλλιστα καὶ σεμνότατα τῶν ὀνομάτων εἰσβιαζομένην καὶ ὁ Δαφναῖος αἴσχιστα δὲ καλεῖς ἔφη γάμον καὶ σύνοδον ἀνδρὸς καὶ γυναικός, ἧς οὐ γέγονεν οὐδʼ ἔστιν ἱερωτέρα κατάζευξις; ἀλλὰ ταῦτα μέν εἶπεν ὁ Πρωτογένης ἀναγκαῖα πρὸς γένεσιν ὄντα σεμνύνουσιν οὐ φαύλως οἱ νομοθέται καὶ κατευλογοῦσι πρὸς τοὺς πολλούς· ἀληθινοῦ δʼ Ἔρωτος οὐδʼ ὁτιοῦν τῇ γυναικωνίτιδι[*](γυναιξί τι Herwerdenus) μέτεστιν, οὐδʼ ἐρᾶν ὑμᾶς ἔγωγέ φημι τοὺς γυναιξὶ προσπεπονθότας ἢ παρθένοις, ὥσπερ οὐδὲ μυῖαι[*](R: μυῖα ) γάλακτος οὐδὲ μέλιτται κηρίων ἐρῶσιν, οὐδὲ σιτευταὶ καὶ μάγειροι φίλα φρονοῦσι[*](φίλα φρονοῦσι *: φιλοφρονοῦσι ) πιαίνοντες ὑπὸ σκότῳ μόσχους καὶ ὄρνιθας. ἀλλʼ ὥσπερ ἐπὶ σιτίον ἄγει καὶ ὄψον ἡ φύσις μετρίως καὶ ἱκανῶς τὴν ὄρεξιν, ἡ δʼ ὑπερβολὴ πάθος ἐνεργασαμένη λαιμαργία τις ἢ φιλοψία[*](X: φιλοψυχία ) καλεῖται· οὕτως ἔνεστι τῇ φύσει τὸ δεῖσθαι τῆς ἀπʼ ἀλλήλων ἡδονῆς γυναῖκας καὶ ἄνδρας, τὴν δʼ ἐπὶ τοῦτο κινοῦσαν ὁρμὴν σφοδρότητι καὶ ῥώμῃ[*](ῥύμῃ R, sed cf. p. 441d) γενομένην πολλὴν καὶ δυσκάθεκτον οὐ προσηκόντως Ἔρωτα καλοῦσιν. ἔρως γὰρ εὐφυοῦς καὶ νέας ψυχῆς[*](cf. Plat. Symp. p. 218a) ἁψάμενος εἰς ἀρετὴν διὰ φιλίας τελευτᾷ· ταῖς δὲ πρὸς γυναῖκας ἐπιθυμίαις ταύταις, ἂν ἄριστα

πέσωσιν, ἡδονὴν περίεστι καρποῦσθαι καὶ ἀπόλαυσιν ὥρας καὶ σώματος, ὡς ἐμαρτύρησεν Ἀρίστιππος[*](Ἀρίστιππος] cf. Mullach. 2 p. 408 qui hoc testimonio omisso multa alia congessit), τῷ κατηγοροῦντι Λαΐδος πρὸς αὐτὸν ὡς οὐ φιλούσης ἀποκρινάμενος, ὅτι καὶ τὸν οἶνον οἴεται καὶ τὸν ἰχθῦν μὴ φιλεῖν αὐτόν, ἀλλʼ ἡδέως ἑκατέρῳ χρῆται· τέλος γὰρ ἐπιθυμίας ἡδονὴ καὶ ἀπόλαυσις. ἔρως δὲ προσδοκίαν φιλίας ἀποβαλὼν οὐκ ἐθέλει παραμένειν οὐδὲ θεραπεύειν ἐφʼ ὥρᾳ τὸ λυποῦν[*](λυποῦν] ἀνθοῦν R. λοιπὸν Winckelmannus. αὐχοῦν?) καὶ ἀκμάζον, εἰ καρπὸν ἤθους οἰκεῖον εἰς φιλίαν καὶ ἀρετὴν οὐκ ἀποδίδωσιν. ἀκούεις δέ τινος τραγικοῦ γαμέτου λέγοντος πρὸς τὴν γυναῖκα
  1. μισεῖς; ἐγὼ δὲ ῥᾳδίως μισήσομαι,
  2. [*](Nauck. p. 916)
  3. πρὸς κέρδος ἕλκων τὴν ἐμὴν ἀτιμίαν.
τούτου γὰρ οὐδέν ἐστιν ἐρωτικώτερος[*](ἐρωτικώτερον BE) ὁ μὴ διὰ κέρδος ἀλλʼ ἀφροδισίων ἕνεκα καὶ συνουσίας ὑπομένων γυναῖκα μοχθηρὰν καὶ ἄστοργον ὥσπερ Στρατοκλεῖ τῷ ῥήτορι Φιλιππίδης ὁ κωμικὸς ἐπεγγελῶν ἐποίησεν
ἀποστρεφομένης τὴν κορυφὴν φιλεῖς μόλις
[*](Kock. 3 p. 310) εἰ δʼ οὖν καὶ τοῦτο τὸ πάθος δεῖ καλεῖν Ἔρωτα, θῆλυν[*](θῆλυν δεῖ καλεῖν R. Malim καλῶμεν Ἐρωτα θῆλυν ) καὶ νόθον ὥσπερ εἰς Κυνόσαργες συντελοῦντα τὴν γυναικωνῖτιν· μᾶλλον δʼ ὥσπερ ἀετὸν τινα λέγουσι γνήσιον καὶ ὀρεινόν[*](ὄρειον Herwerdenus), ὃν Ὅμηρος[*](Ὁμηρος] Φ 252)
μέλανα καὶ θηρευτήν προσεῖπεν ἄλλα δὲ γένη νόθων ἐστὶν ἰχθῦς περὶ ἕλη καὶ ὄρνιθας ἀργοὺς λαμβανόντων, ἀπορούμενοι δὲ πολλάκις ἀναφθέγγονταί τι λιμῶδες καὶ ὀδυρτικόν· οὕτως εἷς Ἔρως ὁ γνήσιος ὁ παιδικός ἐστιν, οὐ πόθῳ στίλβων, ὡς ἔφη τὸν παρθένιον Ἀνακρέων[*](Ἀνακρέων] Bergk. 3 p. 258), οὐδὲ μύρων ἀνάπλεως καὶ γεγανωμένος, ἀλλὰ λιτὸν αὐτὸν ὄψει καὶ ἄθρυπτον ἐν σχολαῖς φιλοσόφοις ἤ που περὶ γυμνάσια καὶ παλαίστρας περὶ θήραν νέων ὀξὺ μάλα καὶ γενναῖον ἐγκελευόμενον πρὸς ἀρετὴν τοῖς ἀξίοις ἐπιμελείας. τὸν δʼ ὑγρὸν τοῦτον καὶ οἰκουρὸν ἐν κόλποις διατρίβοντα καὶ κλινιδίοις γυναικῶν ἀεὶ διώκοντα τὰ μαλθακὰ καὶ θρυπτόμενον ἡδοναῖς ἀνάνδροις καὶ ἀφίλοις καὶ ἀνενθουσιάστοις καταβάλλειν ἄξιον, ὡς καὶ Σόλων κατέβαλε· δούλοις μὲν γὰρ ἐρᾶν ἀρρένων παίδων ὠν ἀπεῖπε καὶ ξηραλοιφεῖν, χρῆσθαι δὲ συνουσίαις γυναικῶν οὐκ ἐκώλυσε· καλὸν γὰρ ἡ φιλία καὶ ἀστεῖον, ἡ δʼ ἡδονὴ κοινὸν κἀνελεύθερον[*](*: καὶ ἀνελεύθερον ib. δοῦλον BE). ὅθεν οὐ δούλων ἐρᾶν παίδων ἐλευθέριόν ἐστιν οὐδʼ ἀστεῖον οὐ συνουσίας[*](οὐ συνουσίας Leonicus: οὐσία ) γὰρ οὗτος ὁ ἔρως, καθάπερ τῶν[*](τῶν] ὁ τῶν W) γυναικῶν.

ΑΥΤΟΒΟΥΛΟΣ. ἔτι δὲ πλείονα λέγειν προθυμουμένου τοῦ Πρωτογένους, ἀντικρούσας ὁ Δαφναῖος εὖ γε νὴ Δίʼ ἔφη τοῦ Σόλωνος ἐμνήσθης; καὶ χρηστέον αὐτῷ γνώμονι τοῦ ἐρωτικοῦ ἀνδρός,

  1. ἔσθʼ[*](ἔσθʼ] ὅς θʼ R) ἥβης ἐρατοῖσιν ἐπʼ ἄνθεσι παιδοφιλήσῃ
  2. [*](Bergk. 2 p. 50)
  3. μηρῶν ἱμείρων[*](ἱμείρων] om. BE) καὶ γλυκεροῦ στόματος.
πρόσλαβε δὲ τῷ Σόλωνι καὶ τὸν Αἰσχύλον λέγοντα
  1. σέβας δὲ μηρῶν ἁγνὸν[*](ἀγνὸν] accessit ex Athen. p. 602e) οὐκ ἐπῃδέσω[*](οὐκ ἐπῃδέσω idem: οὐ κατηδέσω ),
  2. [*](Nauck. p. 44)
  3. ὦ δυσχάριστε τῶν πυκνῶν[*](πυκνῶν idem: πικρῶν ) φιλημάτων
ἕτεροι μὲν γὰρ καταγελῶσιν αὐτῶν, εἰ καθάπερ θύτας καὶ μάντεις εἰς τὰ μηρία καὶ τὴν ὀσφὺν ἀποβλέπειν τοὺς ἐραστὰς κελεύουσιν ἐγὼ δὲ παμμέγεθες τοῦτο ποιοῦμαι σημεῖον ὑπὲρ τῶν γυναικῶν εἰ γὰρ ἡ παρὰ φύσιν ὁμιλία πρὸς ἄρρενας οὐκ ἀναιρεῖ τὴν ἐρωτικὴν εὔνοιαν οὐδὲ βλάπτει, πολὺ μᾶλλον εἰκός ἐστι τὸν[*](τὸν M: τῶν ) γυναικῶν ἢ[*](ἢ] ἢ τὸν Herwerdenus) ἀνδρῶν ἔρωτα τῇ φύσει χρώμενον εἰς φιλίαν διὰ χάριτος ἐξικνεῖσθαι. χάρις γὰρ οὖν, ὦ Πρωτόγενες, ἡ τοῦ θήλεος ὕπειξις τῷ ἄρρενι κέκληται πρὸς τῶν παλαιῶν· ὡς καὶ Πίνδαρος[*](Πίνδαρος] Pyth. 2, 42) ἔφη τὸν Ἥφαιστον ἄνευ χαρίτων ἐκ τῆς Ἥρας γενέσθαι καὶ τὴν οὔπω γάμων ἔχουσαν ὥραν ἡ Σαπφὼ προσαγορεύουσά φησιν, ὅτι
σμίκρα μοι[*](em. Bergkius (3 p. 101): σμικρά μοι παῖ ἔμμεναι φαίνεαι ) πάις ἔμμεν ἐφαίνεο κἄχαρις.
ὁ δʼ Ἡρακλῆς ὑπό τινος ἐρωτᾶται,
βίᾳ δʼ ἔπραξας[*](δʼ ἔπραξας R: δὲ πράξας ) χάριτας ἢ πείσας κόρην;.
[*](Nauck. p. 916) ἡ δʼ ἀπὸ τῶν ἀρρένων ἀκόντων μὲν μετὰ[*](μὲν μετὰ R: μετὰ ) βίας γενομένη[*](γενομένη idem: λεγομένη ) καὶ λεηλασίας, ἂν δʼ ἑκουσίως, σὺν μαλακίᾳ
καὶ θηλύτητι, βαίνεσθαι κατὰ Πλάτωνα[*](Πλάτωνα] Phaedr. p. 250e) νόμῳ τετράποδος καὶ παιδοσπορεῖσθαι παρὰ φύσιν ἐνδιδόντων, ἄχαρις χάρις[*](χάρις add. Winckelmannus sed ante ἄχαρις ) παντάπασι καὶ ἀσχήμων καὶ ἀναφρόδιτος. ὅθεν, οἶμαι, καὶ ὁ Σόλων ἐκεῖνα μὲν ἔγραψε νέος ὢν ἔτι καὶ σπέρματος πολλοῦ μεστός ὡς ὁ Πλάτων[*](Πλάτων] de Legg. p. 839b) φησί· ταυτὶ δὲ πρεσβύτης γενόμενος
  1. ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου
  2. [*](cf. Bergk. 2 p. 50)
  3. καὶ Μουσέων, ἃ τίθησʼ[*](τίθησιν BE) ἀνδράσιν εὐφροσύνας·
ὥσπερ ἐκ ζάλης καὶ χειμῶνος καὶ τῶν παιδικῶν[*](καὶ τῶν παιδικῶν] i. e. οὕτω καὶ ἐκ τῶν παιδικῶν cf. Plat. Rep. p. 497d) ἐρώτων ἔν τινι γαλήνῃ τῇ περὶ γάμον καὶ φιλοσοφίαν θέμενος τὸν βίον. εἰ μὲν οὖν τἀληθὲς[*](τἀληθὲς *: τὸ ἀληθὲς ) σκοποῦμεν, ὦ Πρωτόγενες ἓν καὶ ταὐτόν ἐστι πρὸς παῖδας καὶ γυναῖκας πάθος τὸ τῶν Ἐρώτων εἰ δὲ βούλοιο φιλονεικῶν διαιρεῖν, οὐ μέτριʼ ἂν[*](μέτριʼ ἂν *: μέτρια ) δόξειε ποιεῖν ὁ παιδικὸς οὗτος, ἀλλʼ ὥσπερ ὀψὲ γεγονὼς καὶ παρʼ ὥραν τῷ βίῳ νόθος καὶ σκότιος ἐξελαύνειν[*](em. M: ἐελαύνει ) τὸν γνήσιον Ἔρωτα καὶ πρεσβύτερον. ἐχθὲς γάρ, ὦ ἑταῖρε, καὶ πρῴην μετὰ τὰς ἀποδύσεις καὶ ἀπογυμνώσεις τῶν νέων παραδὺς[*](παραδοὺς BE) εἰς τὰ γυμνάσια καὶ προσανατριβόμενος ἡσυχῆ καὶ προσεμβαλών[*](προσεγκαλῶν iidem, unde fort. προσαικάλλων ), εἶτα κατὰ μικρὸν ἐν ταῖς παλαίστραις πτεροφυήσας οὐκέτι καθεκτὸς ἐστιν, ἀλλὰ λοιδορεῖ καὶ προπηλακίζει τὸν γαμήλιον ἐκεῖνον καὶ συνεργὸν ἀθανασίας τῷ θνητῷ
γένει, σβεννυμένην ἡμῶν τὴν φύσιν εὐθὺς[*](εὐθὺς] αὖθις R) ἐξανάπτοντα διὰ τῶν γενέσεων. οὗτος; δʼ ἀρνεῖται τὴν ἡδονήν· αἰσχύνεται γὰρ καὶ φοβεῖται. δεῖ δέ τινος εὐπρεπείας ἁπτομένῳ καλῶν καὶ ὡραίων· πρόφασις οὖν φιλία καὶ ἀρετή. κονίεται δὲ καὶ ψυχρολουτεῖ καὶ τὰς ὀφρῦς αἴρει καὶ φιλοσοφεῖν φησι καὶ σωφρονεῖν ἔξω διὰ τὸν νόμον· εἶτα νύκτωρ καὶ καθʼ ἡσυχίαν
γλυκεῖʼ[*](γλυκεῖα libri) ὀπώρα φύλακος ἐκλελοιπότος.
[*](Nauck. p. 916. Kock. 3 p. 614) εἰ δʼ, ὥς φησι Πρωτογένης, οὐκ ἔστιν ἀφροδισίων παιδικῶν κοινωνία[*](ἀκοινωνία iidem), πῶς Ἔρως ἔστιν Ἀφροδίτης μὴ παρούσης, ἣν εἴληχε θεραπεύειν ἐκ θεῶν καὶ περιέπειν, τιμῆς τε μετέχειν καὶ δυνάμεως ὅσον ἐκείνη δίδωσιν; εἰ δʼ ἔστι τις Ἔρως χωρὶς Ἀφροδίτης, ὥσπερ μέθη χωρὶς οἴνου πρὸς σύκινον[*](προσίκυνον BE) πῶμα[*](ib. *: πόμα ) καὶ κρίθινον, ἄκαρπον αὐτοῦ καὶ ἀτελὲς τὸ ταρακτικὸν ἐστι καὶ πλήσμιον καὶ ἁψίκορον.

ΑΥΤΟΒΟΥΛΟΣ. λεγομένων τούτων ὁ Πεισίας ἦν δῆλος ἀγανακτῶν καὶ παροξυνόμενος ἐπὶ τὸν Δαφναῖον· μικρὸν δʼ αὐτοῦ καταλιπόντος[*](διαλιπόντος Herwerdenus) ὦ Ἡράκλεις ἔφη τῆς εὐχερείας καὶ θρασύτητος· ἀνθρώπους ὁμολογοῦντας ὥσπερ οἱ κύνες ἐκ τῶν[*](τῶν Duebnerus) μορίων συνηρτῆσθαι πρὸς τὸ θῆλυ μεθιστάναι καὶ μετοικίζειν τὸν θεὸν ἐκ γυμνασίων καὶ περιπάτων καὶ τῆς ἐν ἡλίῳ καθαρᾶς καὶ ἀναπεπταμένης διατριβῆς εἰς ματρυλεῖα[*](cf. Kock. 3 p. 450)

καὶ κοπίδας καὶ φάρμακα καὶ μαγεύματα καθειργνύμενον ἀκολάστων γυναικῶν ἐπεὶ ταῖς· γε σώφροσιν οὔτʼ ἐρᾶν οὔτʼ ἐρᾶσθαι δήπου προσῆκόν ἐστιν. ἐνταῦθα μέντοι καὶ ὁ πατὴρ ἔφη τοῦ Πρωτογένους ἐπιλαβέσθαι καὶ εἰπεῖν
τόδʼ ἐξοπλίζει τοὔπος Ἀργεῖον λεών,
[*](Nauck. p. 916) καὶ νὴ Δία Δαφναίῳ συνδίκους ἡμᾶς προστίθησιν οὐ μετριάζων ὁ Πεισίας, ἀλλὰ τοῖς γάμοις ἀνέραστον ἐπάγων καὶ ἄμοιρον ἐνθέου φιλίας κοινωνίαν, ἣν τῆς ἐρωτικῆς πειθοῦς καὶ χάριτος ἀπολιπούσης μονονοὺ ζυγοῖς καὶ χαλινοῖς ὑπʼ αἰσχύνης καὶ φόβου μάλα μόλις συνεχομένην ὁρῶμεν. καὶ ὁ Πεισίας ἐμοὶ μέν εἶπεν ὀλίγον μέλει τοῦ λόγου· Δαφναῖον δʼ[*](δὲ] δὴ BE) ὁρῶ ταὐτὸν πάσχοντα τῷ χαλκῷ· καὶ γὰρ ἐκεῖνος οὐχ οὕτως ὑπὸ τοῦ πυρός, ὡς ὑπὸ τοῦ πεπυρωμένου χαλκοῦ καὶ ῥέοντος, ἂν ἐπιχέῃ τις, ἀνατήκεται καὶ ῥεῖ συνεξυγραινόμενος καὶ τοῦτον οὐκ ἐνοχλεῖ τὸ Λυσάνδρας κάλλος, ἀλλὰ συνδιακεκαυμένῳ[*](συνδιακεκαλυμμένῳ iidem) καὶ γέμοντι πυρὸς ἤδη[*](ἥδη M: δ ) πολὺν χρόνον[*](χρόνον W: χρόνον ὁ ) πλησιάζων καὶ ἁπτόμενος ἀναπίμπλαται· καὶ δῆλός ἐστιν, εἰ μὴ ταχὺ φύγοι[*](malim ἂν μὴταχὺ φύγῃ ) πρὸς ἡμᾶς, συντακησόμενος. ἀλλʼ ὁρῶ εἶπε γιγνόμενον ὅπερ ἂν μάλιστα σπουδάσειεν Ἀνθεμίων, προσκρούοντα τοῖς δικασταῖς καὶ ἐμαυτόν, ὥστε παύομαι καὶ ὁ Ἀνθεμίων ὤνησας εἶπεν ὡς ἔδει γʼ ἀπʼ ἀρχῆς λέγειν τι πρὸς τὴν ὑπόθεσιν.

ΑΥΤΟΒΟΥΛΟΣ.λέγω τοίνυν ὁ Πεισίας ἔφη προκηρύξας ἐμοῦ· γʼ ἕνεκα πάσαις γυναιξὶν ἂν[*](ἂν quid lateat incertum. Fort. αὐτὸν ) ἐραστήν, ὅτι τῆς γυναικὸς ὁ πλοῦτός ἐστι φυλακτέος τῷ νεανίσκῳ, μὴ συμμίξαντες αὐτὸν ὄγκῳ καὶ βάρει τοσούτῳ λάθωμεν[*](em. Herwerdenus: λάθοιμεν ) ὥσπερ ἐν χαλκῷ κασσίτερον ἀφανίσαντες μέγα γὰρ ἂν ἐλαφρᾷ καὶ λιτῇ γυναικὶ μειρακίου συνελθὸντος εἰς ταὐτὸν ἡ κρᾶσις οἴνου δίκην ἐπικρατήσῃ· ταύτην δʼ ὁρῶμεν ἄρχειν καὶ κρατεῖν δοκοῦσαν[*](δοκοῦσαν] ποθοῦσαν Emperius. Malim ἀσκοῦσαν ) οὐ γὰρ ἂν ἀπορρίψασα δόξας καὶ γένη τηλικαῦτα καὶ πλούτους ἐμνᾶτο μειράκιον ἐκ χλαμύδος, ἔτι παιδαγωγεῖσθαι δεόμενον. ὅθεν οἱ νοῦν ἔχοντες αὐτοὶ προΐενται καὶ περικόπτουσιν ὥσπερ ὠκύπτερα τῶν γυναικῶν τὰ περιττὰ[*](περιττὰ Salmasius: περὶ τὰ ) χρήματα, τρυφὰς ἐμποιοῦντα καὶ χαυνότητας ἀβεβαίους[*](em. X: ἐκβεβαίους ) καὶ κενάς[*](καὶ κενὰς Iacobius (ex Clem. Alex. p. 288 Pott.): καὶ κελίους ), ὑφʼ ὧν ἐπαιρόμεναι πολλάκις ἀποπέτονται · κἂν μένωσι[*](μὲν ὦσι BE), χρυσαῖς ὥσπερ ἐν Αἰθιοπίᾳ πέδαις δεδέσθαι βέλτιον ἢ πλούτῳ γυναικός.

ΑΥΤΟΒΟΥΛΟΣ.ἐκεῖνο[*](em. Winckelmannus: ἐκεῖνα ) δʼ οὐ λέγεις[*](λέγεις X: λέγει )[*](ib. ὁ *) Πρωτογένης εἶπεν ὅτι κινδυνεύομεν ἀναστρέφειν ἀτόπως καὶ γελοίως τὸν Ἡσίοδον, ἂν ἐκείνου λέγοντος[*](λέγοντος Madvigius: λόγος )

  1. μήτε τριηκόντων[*](τριηκόντων Winckelmannus ex Hes. OD 694: τριήκοντʼ ὢν ) ἐτέων μάλα πόλλʼ ἀπολείπων
  2. μήτʼ ἐπιθεὶς μάλα πολλὰ γάμος δέ τοι ὥριος οὗτος·
  3. ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο·
σχεδὸν ἡμεῖς ἔτεσι[*](ἔτεσι R: οὖτος ) τοσούτοις γυναικὶ πρεσβυτέρᾳ, καθαπερεὶ[*](em. W: καθάπερ οἱ ) φοίνικας ἢ σῦκ̓[*](ib. σῦΚΑ ἐρινεοῖς ὄμφαΚΑ supplevi: σύκα 10 E 13 B cf. Symb. ) ἐρινεοῖς, ὄμφακα καὶ ἄωρον ἄνδρα περιάψωμεν. ἐρᾶται γὰρ αὐτοῦ νὴ Δία καὶ κάεται· τίς οὖν ὁ κωλύων ἐστὶ κωμάζειν ἐπὶ θύρας, ᾄδειν τὸ παρακλαυσίθυρον, ἀναδεῖν τὰ εἰκόνια, παγκρατιάζειν πρὸς τοὺς ἀντεραστάς; ταῦτα γὰρ ἐρωτικά· καὶ καθείσθω τὰς[*](καθείσθω τὰς Duebnerus: καθ̀ αἴσθηται ) ὀφρῦς καὶ παυσάσθω τρυφῶσα, σχῆμα[*](σχῆμα Emperius: καὶ σχῆμα ) λαβοῦσα τῶν τοῦ πάθους οἰκείων. εἰ δʼ αἰσχύνεται καὶ σωφρονεῖ, κοσμίως οἴκοι καθήσθω[*](κεκαθήσθω BE) περιμένουσα τοὺς μνωμένους καὶ σπουδάζοντας. ἐρᾶν δὲ φάσκουσαν γυναῖκα φυγεῖν τις ἂν ἔχοι καὶ βδελυχθείη, μήτι γε λάβοι γάμου ποιησάμενος ἀρχὴν τὴν τοιαύτην ἀκρασίαν.