Amatorius

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ΑΥΤΟΒΟΥΛΟΣ. εἰπόντος δὲ ταῦτα τοῦ πατρός, ὁ

Σώκλαρος ὁρᾷς εἶπεν ὅτι δεύτερον ἤδη τοῖς αὐτοῖς περιπεσὼν, οὐκ οἶδʼ ὅπως βίᾳ σαυτὸν[*](em. Winckelmannus: βίαις αὐτὸν E βίαις B) ἀπάγεις[*](ib. R: ἀπάγει; καὶ ἀποστραφεὶς ) καὶ ἀποστρέφεις, οὐ δικαίως χρεωκοπῶν, εἴ γε δεῖ τὸ φαινόμενον εἰπεῖν, ἱερὸν ὄντα τὸν λόγον; καὶ γὰρ ἄρτι τοῦ Πλάτωνος ἅμα καὶ τῶν Αἰγυπτίων ὥσπερ ἄκων ἁψάμενος παρῆλθες καὶ νῦν ταὐτὰ ποιεῖς. τὰ μὲν οὖν ἀριζήλως εἰρημένα[*](cf. Hom. μ 453) Πλάτωνι, μᾶλλον δὲ ταῖς θεαῖς ταύταις διὰ Πλάτωνος, ὦγαθέ μηδʼ ἂν κελεύωμεν εἴπῃς·[*](cf. Plat. Phaedr. p. 235d) ᾗ δʼ ὑπῃνίξω τὸν Αἰγυπτίων μῦθον εἰς ταὐτὰ[*](ταὐτὸ R) τοῖς Πλατωνικοῖς συμφέρεσθαι περὶ Ἔρωτος, οὐκ ἔστι[*](οὐκέτι BE. οὐκέτι ἔστι Winck.) σοι μὴ διακαλύψαι μηδὲ διαφῆναι πρὸς ἡμᾶς ἀγαπήσομεν δέ, κἂν μικρὰ περὶ μεγάλων ἀκούσωμεν δεομένων δὲ καὶ τῶν ἄλλων ἔφη ὁ πατὴρ ὡς Αἰγύπτιοι δύο μὲν Ἕλλησι παραπλησίως Ἔρωτας, τόν τε πάνδημον καὶ τὸν οὐράνιον, ἴσασι, τρίτον δὲ νομίζουσιν Ἔρωτα τὸν ἣλιον, Ἀφροδίτην[*](lac. inserui R praeeunte et supplente Ἀφροδίτην δʼ ἔχουσι σελήνην θεῶν μάλιστα σεβ. Malim Ἀφροδίτην[δὲ τὴν γῆν] ἔχουσι κἑ cf. adnot. ad lin. 18) ἔχουσι[*](ἔχουσι] ἄγουσι Lobeckius; potuit etiam λέγουσι, sed cf. p. 366a Ἰσιδος σῶμα γῆν ἔχουσι καὶ νομίζουσι ) μάλα σεβάσμιον. ἡμεῖς δὲ πολλὴν μὲν Ἔρωτος ὁμοιότητα πρὸς τὸν ἥλιον,
οὐδεμίαν δʼ Ἀφροδίτης πρὸς[*](τὸν ἥλιον οὐδεμίαν δʼ Ἀφροδίτης πρὸς * Postquam doctrinam Aegyptiacam de Amore et Venere breviter exposuit, suam opinionem (verba enim ἡμεῖς δὲ πολλὴν μὲν Ἐρωτος κἑ. non sunt Aegypt. doctrinam confirmantis sed emendantis) de hac doctrina subiungit, ita ut Amoris cum Sole magnam Veneris tamen cum Terra nullam similitudinem esse videat. Alteram similitudinem multis verbis inde a πῦρ μὲν γὰρ οὐδέτερόν ἐστιν usque ad τῶν δʼ ἄλλων πάντων ὑπερορᾶν (p. 441 lin. 20) confirmat; alteram breviter (γῆν δὲ κατʼ οὐδὲν Ἀφροδίτην καλοῦντες ἅπτονταί τινος ὅμοιότητος) refutat, ita ut non Terram sed potius Lunam Veneris similem esse contendat. Unde colligit ἑοικέναι μὲν οὖν Ἀφροδίτῃ σελήνην ἥλιον δʼ ἔρωτι, τῶν ἄλλων θεῶν μᾶλλον εἰκος ἐστι (potius quam ullos alios velut Terram ex numero deorum probabile est) cf. p. 363d ubi Terram Isis designat. 374c. 372e) τὴν γῆν ὁρῶμεν οὖσαν· πῦρ μὲν γὰρ οὐδέτερόν ἐστιν ὥσπερ οἴονταί τινες, αὐγὴ[*](αὐγὴ W: αὐ 4 E 5 B) καὶ θερμότης γλυκεῖα καὶ γόνιμος, καὶ ἡ[*](καὶ ἡ idem: ἡ ) μὲν ἀπʼ ἐκείνου φερομένη σώματι παρέχει τροφὴν καὶ φῶς καὶ αὔξησιν, ἡ δʼ ἀπὸ τούτου ψυχαῖς. ὡς δʼ ἥλιος ἐκ νεφῶν καὶ μεθʼ ὀμίχλην[*](μετʼ ὁμίχλην BE) θερμότερος, οὕτως Ἔρως μετʼ ὀργῆς καὶ ζηλοτυπίας ἐρωμένου διαλλαγέντος ἡδίων καὶ δριμύτερος· ἔτι[*](ἔτι] ὅτι BE) δʼ ὥσπερ ἣλιον ἅπτεσθαι καὶ σβέννυσθαι δοκοῦσιν ἔνιοι[*](ἔνιοι] cf. Plat. Rep. p. 498b. Bywater. p. 13 fr. 32), ταὐτὰ καὶ περὶ Ἔρωτος ὡς θνητοῦ καὶ ἀβεβαίου διανοοῦνται. καὶ μὴν οὔτε σώματος ἀγύμναστος ἕξις ἥλιον, οὔτʼ Ἔρωτα δύναται φέρειν ἀλύπως τρόπος ἀπαιδεύτου ψυχῆς· ἐξίσταται δʼ ὁμοίως ἑκάτερον καὶ νοσεῖ, τὴν τοῦ θεοῦ δύναμιν οὐ τὴν αὑτοῦ μεμφόμενον ἀσθένειαν. πλὴν ἐκείνῃ γε δόξειεν ἂν διαφέρειν, ᾗ δείκνυσιν ἥλιος μὲν ἐπὶ γῆς τὰ καλὰ καὶ τὰ αἰσχρὰ τοῖς ὁρῶσιν Ἔρως δὲ μόνων τῶν καλῶν φέγγος ἐστὶ καὶ πρὸς ταῦτα μόνα τοὺς ἐρῶντας ἀναπείθει βλέπειν καὶ στρέφεσθαι, τῶν δʼ ἄλλων πάντων ὑπερορᾶν. γῆν δὲ κατʼ
οὐδέν, σελήνην δʼ[*](Herwerdenus: περιορᾶν ib. γῆν δὲ κατʼ οὐδὲν σελήνην δʼ scripsi: γῆν δὲ κατʼ οὐδὲν i.e. γῆν δὲ καλοῦντες Ἀφροδ. κατʼ οὐδὲν ἅπτονταί τινος ὁμοιότητος, σελήνην δʼ Ἀφροδ. καλοῦντες ἅπτ. τινος ὅμοιότητος. cf. p. 1132f τούτοις δὲ κατʼ οὐδὲν τὸ Ὀρφικὸν ἔργον ἔοικεν ) Ἀφροδίτην καλοῦντες ἅπτονταί τινος ὁμοιότητος· καὶ γὰρ θεία[*](θεία M: οἵα ) καὶ οὐρανία καὶ μίξεως χώρα τοῦ ἀθανάτου πρὸς τὸ θνητόν, ἀδρανὴς δὲ καθʼ ἑαυτὴν καὶ σκοτώδης ἡλίου μὴ προσλάμποντος, ὥσπερ Ἀφροδίτη μὴ παρόντος Ἔρωτος. ἐοικέναι μὲν οὖν Ἀφροδίτη σελήνην ἥλιον δὲ Ἔρωτι τῶν ἄλλων θεῶν μᾶλλον εἰκός ἐστιν, οὐ μὴν εἶναὶ γε παντάπασι τοὺς αὐτούς οὐ γὰρ ψυχῇ σῶμα ταὐτὸν ἀλλʼ ἕτερον, ὥσπερ ἣλιον μὲν ὁρατὸν Ἔρωτα δὲ νοητόν. εἰ δὲ μὴ δόξει πικρότερον λέγεσθαι, καὶ τἀναντία φαίη τις ἂν ἥλιον Ἔρωτι ποιεῖν· ἀποστρέφει γὰρ ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ τὴν διάνοιαν, χάριτι καὶ λαμπρότητι τῆς ὄψεως γοητεύων καὶ ἀναπείθων ἐν ἑαυτῷ καὶ περὶ αὑτὸν αἰτεῖσθαι[*](αἰτε͂σθαι] κεῖσθαι W. ἱδρῦσθαι Herwerdenus. Sed vulgata defendi potest. cf. p. 719a) τὰ τʼ ἄλλα καὶ τὴν ἀλήθειαν, ἑτέρωθι δὲ μηδέν·
  1. δυσέρωτες δὴ φαινόμεθʼ ὄντες[*](ἰόντες BE)
  2. [*](Eur. Hipp. 195)
  3. τοῦδʼ, ὅ τι τοῦτο στίλβει[*](τοῦδʼ ὅ τι τοῦτο στίλβει] eorum loco lacuna 18 litt. BE) κατὰ γῆν
ὡς Εὐριπίδης φησὶ
διʼ ἀπειροσύνην ἄλλου βιότου
μᾶλλον δὲ λήθην ὧν ὁ Ἔρως ἀνάμνησίς ἐστιν. ὥσπερ γὰρ εἰς φῶς πολὺ καὶ λαμπρὸν
ἀνεγρομένων ἐξοίχεται πάντα τῆς ψυχῆς τὰ καθʼ ὕπνους φανέντα καὶ διαπέφευγεν, οὕτω τῶν γενομένων ἐνταῦθα καὶ μεταβαλόντων[*](μεταβαλλόντων BE) ἐκπλήττειν ἔοικε τὴν μνήμην καὶ φαρμάττειν τὴν διάνοιαν ὁ ἣλιος, ὑφʼ ἡδονῆς καὶ θαύματος ἐκλανθανομένων ἐκείνων. καίτοι τὸ γʼ ὕπαρ ὡς ἀληθῶς ἐκεῖ καὶ περὶ ἐκεῖνα τῆς ψυχῆς ἐστι, δευρὶ δὲ ---[*](lac. 9 BE Fort. τὸ ὄναρ ἐν ᾧ cf. p. 945b. Plat. Phaedr. p. 249c) τῶν ἐνυπνίων ἀσπάζεται[*](ἀσπάζεται] sc. ἡ ψυχὴ) καὶ τέθηπε τὸ κάλλιστον καὶ θειότατον.
ἀμφὶ δὲ οἱ δολόεντα φιλόφρονα χεῦεν[*](χεῦεν] sc. ὁ ἥλιος) ὄνειρα,
[*](cf. p. 722d. Callim. ed. Schneid. p. 786) πᾶν ἐνταῦθα πειθομένῃ[*](em. Winckelmannus: πειθομένη. Iungendum cum οἱ ) τὸ καλὸν εἶναι καὶ τίμιον, ἂν μὴ τύχῃ θείου καὶ σώφρονος Ἔρωτος ἰατροῦ καὶ σωτῆρος καὶ ἡγεμόνος ὃς[*](καὶ ἡγεμόνος ὃς supplevi cum Amyoto: 9 E 12 b) διὰ σωμάτων ἀφικόμενος ἀγωγὸς ἐπὶ τὴν ἀλήθειαν ἐξ Ἅιδου καί τὸ ἀληθείας πεδίον[*](cf. Plat. Phaedr. p. 248b. 254b), οὗ τὸ πολὺ καὶ καθαρὸν καὶ ἀψευδὲς ἵδρυται κάλλος, ἀσπάσασθαι καὶ συγγενέσθαι διὰ χρόνου ποθοῦντας ἐξαναφέρων καὶ ἀναπέμπων εὐμενὴς οἷον ἐν τελετῇ παρέστη μυσταγωγός. ἐνταῦθα δὲ[*](δὲ Winckelmannus) πάλιν πεμπομένων αὐτῇ μὲν οὐ πλησιάζει[*](πλησιάζει] sc. Ἐρως) ψυχῇ[*](ib. em. M: αὐτὴ - ψυχὴ ) καθʼ ἑαυτήν, ἀλλὰ[*](ib. ἀλλὰ] ἀλλʼ ἢ?) διὰ σώματος. ὡς,δὲ γεωμέτραι παισὶν οὔπω δυναμένοις ἐφʼ ἑαυτῶν τὰ νοητὰ μυηθῆναι τῆς ἀσωμάτου καὶ ἀπαθοῦς οὐσίας εἴδη πλάττοντες ἁπτὰ καὶ ὁρατὰ μιμήματα σφαιρῶν,
,καὶκύβων καὶ δωδεκαέδρων προτείνουσιν· οὕτως ἡμῖν ὁ οὐράνιος Ἔρως ἔσοπτρα καλῶν καλά, θνητὰ μέντοι θεῶν[*](supplendum vid. θεῶν [καὶ ἀπαθῶν] παθητὰ κἑ. ) παθητὰ καὶ νοητῶν αἰσθητὰ μηχανώμενος ἔν τε σχήμασι καὶ χρώμασι καὶ εἴδεσι νέων ὥρᾳ στίλβοντα[*](στίλβοντα] cf. Plat. Phaedon. p. 110d) δείκνυσι καὶ κινεῖ τὴν μνήμην ἀτρέμα διὰ τούτων ἀναφλεγομένην τὸ πρῶτον[*](τοπρῶτον BE). ὅθεν διὰ σκαιότητος[*](malim ὑπὸ σκαιότητος aut διὰ σκαιότητα ) ἔνιοι φίλων καὶ οἰκείων, σβεννύναι πειρωμένων βίᾳ καὶ ἀλόγως τὸ πάθος, οὐδὲν ἀπέλαυσαν αὐτοῦ χρηστὸν ἀλλʼ ἢ καπνοῦ καὶ ταραχῆς ἐνέπλησαν ἑαυτοὺς ἢ πρὸς ἡδονὰς σκοτίους[*](σκότους BE) καὶ παρανόμους ῥυέντες ἀκλεῶς[*](ἀκλεῶςM et cod. P W: ἀκλινῶς ) ἐμαράνθησαν. ὅσοι δὲ σώφρονι λογισμῷ μετʼ αἰδοῦς οἷον ἀτεχνῶς πυρὸς ἀφεῖλον τὸ μανικόν, αὐγὴν δὲ καὶ φῶς ἀπέλιπον τῇ ψυχῇ μετὰ θερμότητος, οὐ σεισμόν, ὥς τις[*](τις] sc. Epicurus. Locum om. Usenerus) εἶπε, κινούσης ἐπὶ σπέρμα καὶ ὄλισθον ἀτόμων ὑπὸ λειότητος καὶ γαργαλισμοῦ θλιβομένων, διάχυσιν[*](em. X: διάλυσιν ) δὲ θαυμαστὴν καὶ γόνιμον ὥσπερ ἐν φυτῷ βλαστάνοντι καὶ τρεφομένῳ καὶ πόρους ἀνοίγουσαν εὐπειθείας καὶ φιλοφροσύνης, οὐκ ἂν εἴη[*](εἴη *: ὁ ) πολὺς χρόνος, ἐν ᾧ τό τε σῶμα τὸ τῶν ἐρωμένων παρελθόντες ἔσω φέρονται καὶ ἅπτονται τοῦ ἤθους, ἐκκαλούμενοι[*](ἐκκαλούμενος libri. Corr. vid. ἐγκλώμενοι τε cf. p. 671a: τὰ ὄμματα - ἐγκεκλάσθαι ) τὰς ὄψεις καθορῶσι καὶ συγγίνονται διὰ λόγων τὰ[*](τὰ*) πολλὰ καὶ πράξεων ἀλλήλοις, ἂν περίκομμα τοῦ
καλοῦ καὶ εἴδωλον ἐν ταῖς διανοίαις ἔχωσιν[*](ἔχωσιν] ἕλωσιν vel εὕρωσιν W) εἰ δὲ μή, χαίρειν ἐῶσι καὶ τρέπονται πρὸς ἑτέρους ὥσπερ αἱ μέλιτται πολλὰ τῶν χλωρῶν καὶ ἀνθηρῶν μέλι δʼ οὐκ ἐχόντων ἀπολιπόντες· ὅπου δʼ ἂν ἔχωσιν[*](malim εὕρωσιν ) ἴχνος τι τοῦ θείου καὶ ἀπορροὴν καὶ ὁμοιότητα σαίνουσαν, ὑφʼ ἡδονῆς καὶ θαύματος ἐνθουσιῶντες καὶ περισπῶντες[*](περιέποντες R, sed h. l. περισπᾶν idem est ac περιέλκειν circumquaque attrahere ), εὐπαθοῦσι[*](ib. συμπαθοῦσι R. sed cf. Plat. Phaedr. p. 247d) τῇ μνήμῃ καὶ ἀναλάμπουσι πρὸς ἐκεῖνο τὸ ἐράσμιον ἀληθῶς καὶ μακάριον καὶ φίλιον ἅπασι καὶ ἀγαπητόν.

ΑΥΤΟΒΟΥΛΟΣ.τὰ μὲν οὖν πολλὰ ποιηταὶ προσπαίζοντες ἐοίκασι τῷ θεῷ γράφειν περὶ αὐτοῦ καὶ ᾄδειν ἐπικωμάζοντες, ὀλίγα δὲ εἴρηται μετὰ σπουδῆς αὐτοῖς, εἴτε κατὰ νοῦν καὶ λογισμὸν εἴτε σὺν θεῷ τῆς ἀληθείας ἁψαμένοις· ὧν ἕν ἐστι καὶ τὸ περὶ τῆς γενέσεως [*](Bergk. 3 p. 152)

  1. δεινότατον θέων[*](ib. em. idem: θειῶν )
  2. τὸν γέννατ[*](τὸν γέννατʼ idem: γείνατο )ʼ ʼεὐπέδιλλος[*](ib. em. Ahrensius: εὐπέδιλος ) Ἶρις
  3. χρυσοκόμᾳ Ζεφύρῳ μίγεισα[*](Porson: μιχθεῖσα )·
εἰ μή τι καὶ ὑμᾶς ἀναπεπείκασιν οἱ γραμματικοί, λέγοντες πρὸς τὸ ποικίλον τοῦ πάθους καὶ τὸ ἀνθηρὸν γεγονέναι τὴν εἰκασίαν. καὶ ὁ Δαφναῖος πρὸς τί γάρ ἔφη ἕτερον; ἀκούετʼ εἶπεν ὁ πατήρ· οὕτω γὰρ βιάζεται τὸ φαινόμενον λέγειν. ἀνάκλασις δή που τὸ περὶ τὴν ἶρίν ἐστι τῆς ὄψεως πάθος,
ὅταν ἡσυχῆ νοτερῷ λείῳ δὲ καὶ μέτριον πάχος[*](πάθος BE) ἔχοντι προσπεσοῦσα νέφει τοῦ ἡλίου ψαύσῃ κατʼ ἀνάκλασιν, καὶ τὴν περὶ ἐκεῖνον αὐγὴν ὁρῶσα καὶ τὸ φῶς δόξαν ἡμῖν ἐνεργάσηται τοῦ φαντάσματος ὡς ἐν τῷ νέφει ὄντος[*](ἐντὸς νέφους ὄντος Doehnerus). τοῦτο δὴ τὸ ἐρωτικὸν μηχάνημα καὶ σόφισμα περὶ τὰς εὐφυεῖς καὶ φιλοκάλους ψυχὰς ἀνάκλασιν ποιεῖ τῆς μνήμης ἀπὸ τῶν ἐνταῦθα φαινομένων καὶ προσαγορευομένων καλῶν εἰς τὸ θεῖον καὶ ἐράσμιον καὶ μακάριον ὡς ἀληθῶς ἐκεῖνο καὶ θαυμάσιον καλόν. ἀλλʼ οἱ πολλοὶ μὲν ἐν παισὶ καὶ γυναιξὶν ὥσπερ ἐν κατόπτροις εἴδωλον αὐτοῦ φανταζόμενον διώκοντες καὶ ψηλαφῶντες οὐδὲν ἡδονῆς μεμιγμένης λύπῃ δύνανται λαβεῖν βεβαιότερον ἀλλʼ οὗτος ἔοικεν ὁ τοῦ Ἰξίονος[*](Ἰξίονος Winckelmannus: πλείονος cf. p. 777e) ἴλιγγος εἶναι καὶ πλάνος, ἐν νέφεσι κενὸν ὥσπερ σκιαῖς θηρωμένου[*](em. R: θηρωμένους ) τὸ ποθούμενον· ὥσπερ οἱ παῖδες προθυμούμενοι τὴν ἶριν ἑλεῖν τοῖν[*](τοῖν Doehnerus: ταῖν cf. p. 638 d) χεροῖν, ἑλκόμενοι πρὸς τὸ φαινόμενον. εὐφυοῦς δʼ ἐραστοῦ καὶ σώφρονος ἄλλος τρόπος· ἐκεῖ γὰρ ἀνακλᾶται πρὸς τὸ θεῖον καὶ νοητὸν καλόν· ὁρατοῦ δὲ σώματος ἐντυχὼν κάλλει καὶ χρώμενος οἷον ὀργάνῳ τινὶ τῆς μνήμης ἀσπάζεται καὶ ἀγαπᾷ, καὶ συνὼν καὶ γεγηθὼς ἔτι μᾶλλον ἐκ φλέγεται τὴν διάνοιαν Καὶ οὔτε μετὰ σωμάτων ὄντες ἐνταῦθα τουτὶ τὸ φῶς ἐπιποθοῦντες[*](ἔτι ποθοῦντες W) κάθηνται καὶ θαυμάζοντες· οὔτʼ ἐκεῖ γιγνόμενοι μετὰ τὴν τελευτήν, δεῦρο πάλιν στρεφόμενοι καὶ
δραπετεύοντες ἐν θύραις νεογάμων καὶ δωματίοις κυλινδοῦνται[*](cf. Plat. Phaedon. p. 81c. d), δυσόνειρα φαντασμάτια φιληδόνων καὶ φιλοσωμάτων ἀνδρῶν καὶ γυναικῶν οὐ δικαίως ἐρωτικῶν προσαγορευομένων. ὁ γὰρ ὡς ἀληθῶς ἐρωτικὸς ἐκεῖ γενόμενος καὶ τοῖς καλοῖς ὁμιλήσας, ᾗ θέμις, ἐπτέρωται καὶ κατωργίασται καὶ διατελεῖ περὶ τὸν αὑτοῦ[*](αὑτοῦ W: αὐτὸν ) θεὸν ἄνω χορεύων καὶ συμπεριπολῶν, ἄχρι οὗ πάλιν εἰς τοὺς Σελήνης καὶ Ἀφροδίτης λειμῶνας ἐλθὼν καὶ καταδαρθὼν ἑτέρας ἄρχηται γενέσεως. ἀλλὰ ταῦτα μέν ἔφη μείζονας ἔχει τῶν παρόντων λόγων ὑποθέσεις, τῷ δʼ Ἔρωτι καὶ τοῦτο καθάπερ τοῖς ἄλλοις θεοῖς ἔνεστιν ὡς Εὐριπίδης[*](Εὐριπίδης] Hippol. 7. 8) φησὶ τιμωμένῳ χαίρειν ἀνθρώπων ὕπο καὶ τοὐναντίον· εὐμενέστατος γάρ ἐστι τοῖς δεχομένοις ἐμμελῶς αὐτὸν βαρὺς δὲ τοῖς ἀπαυθαδισαμένοις[*](Winckelmannus: ἀπαυθισαμένοις E. ἀπαυθαδιαζομένοις B). οὔτε γὰρ ξένων καὶ ἱκετῶν ἀδικίας ὁ Ξένιος οὔτε γονέων ἀρὰς ὁ Γενέθλιος οὕτω διώκει καὶ μέτεισι ταχέως ὡς[*](ὡς Basileensis: καὶ ) ἐρασταῖς ἀγνωμονηθεῖσιν ὁ Ἔρως ὀξὺς ὑπακούει, τῶν ἀπαιδεύτων καὶ ὑπερηφάνων κολαστής. τί γὰρ ἂν λέγοι τις Εὐξύνθετον[*](Εὐξύνετον R) καὶ Λευκομάντιδα τὴν ἐν Κύπρῳ Παρακύπτουσαν ἔτι νῦν προσαγορευομένην; ἀλλὰ τὴν Γοργοῦς ἴσως ποινὴν οὐκ ἀκηκόατε τῆς Κρήσσης, παραπλήσια τῇ Παρακυπτούσῃ παθούσης πλὴν ἐκείνη μὲν ἀπελιθώθη παρακύψασα τὸν ἐραστὴν ἰδεῖν ἐκκομιζόμενον
τῆς δὲ Γοργοῦς Ἄσανδρός τις ἠράσθη, νέος ἐπιεικὴς καὶ γένει λαμπρός, ἐκ δὲ λαμπρῶν εἰς ταπεινὰ πράγματα καὶ εὐτελῆ[*](εὐτελῆ] B; eius loco lac. 7 E. Fortasse εὐτέλειαν aut καὶ εὐτελῆ πράγματα ) ἀφιγμένος, ὅμως αὑτὸν οὐδενὸς ἀπηξιοῦτο[*](ἀπηξίου satis erat), ἀλλὰ τὴν Γοργώ, διὰ πλοῦτον ὡς ἔοικε περιμάχητον οὖσαν καὶ πολυμνήστευτον, ᾔτει γυναῖκα συγγενὴς ὤν, πολλοὺς; ἔχων καὶ ἀγαθοὺς συνερῶντας αὐτῷ[*](αὐτῷ?), πάντας δὲ τοὺς περὶ τὴν κόρην ἐπιτρόπους καὶ οἰκείους πεπεικὼς[*](post πεπεικὼς magnam lacunam esse omnes editores monuerunt; sed in libris nulla lac.) ---.