Amatorius
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
ΑΥΤΟΒΟΥΛΟΣ.σκόπει τοίνυν αὖθις ἔφη τοῖς ἀρηίοις ἔργοις ὅσον Ἔρως περίεστιν, οὐκ ἀργὸς ὤν, ὡς Εὐριπίδης[*](Εὐριπίδης] Nauck. p. 455) ἔλεγεν, οὐδʼ ἀστράτευτος οὐδʼ
ἐν μαλακαῖσιν ἐννυχεύων[*](ἐννυχεύων Canterus ex Soph. Antig. 784: 4 E 7 B ων ) παρειαῖς νεανίδων.ἀνὴρ γὰρ ὑποπλησθεὶς Ἔρωτος οὐδὲν Ἄρεος δεῖται μαχόμενος πολεμίοις, ἀλλὰ τὸν αὑτοῦ θεὸν ἔχων συνόντα
ὑπὲρ τοῦ φίλου οὗπερ ἂν κελεύῃ. τῶν μὲν γὰρ τοῦ Σοφοκλέους Νιοβιδῶν[*](R: νιοβίδων ) βαλλομένων καὶ θνησκόντων ἀνακαλεῖταί τις οὐδένα βοηθὸν ἄλλον οὐδὲ σύμμαχον ἢ τὸν ἐραστήν,
- πῦρ καὶ θάλασσαν καὶ πνοὰς τὰς αἰθέρος[*](Nauck. p. 917)
- περᾶν ἕτοιμος
ὦ ---[*](Nauck. p. 229 lac. 12 E 9 B. Tentavi haec: ὦ φίλτατʼ αἰτῶ σʼ ἀμφʼ ἐμοὶ (aut ἀμφʼ ἔμʼ εὖ) στεὶλαι πέπλον ) ἀμφʼ ἐμοῦ στεῖλαι.Κλεόμαχον δὲ τὸν Φαρσάλιον ἴστε δήπουθεν ἐξ ἧς αἰτίας ἐτελεύτησεν ἀγωνιζόμενος. οὐχ ἡμεῖς γοῦν οἱ περὶ Πεμπτίδην ἔφασαν ἀλλ ἡδέως ἂν πυθοίμεθα. καὶ γὰρ ἄξιον ἔφη ὁ πατήρ· ἧκεν ἐπίκουρος Χαλκιδεῦσι τοῦ Θεσσαλικοῦ[*](μετὰ τοῦ Θεσσαλικοῦ C. F. Hermannus. Malim τοῦ Θεσσαλ[ικοῦ καθηγεμὼν ἱππ]ικοῦ, τοῦ πολέμου κἑ ), πολέμου πρὸς Ἐρετριεῖς ἀκμάζοντος· καὶ τὸ μὲν πεζὸν ἐδόκει τοῖς Χαλκιδεῦσιν ἐρρῶσθαι, τοὺς δʼ ἱππέας μέγʼ ἔργον ἦν ὤσασθαι τῶν πολεμίων· παρεκάλουν δὴ τὸν Κλεόμαχον ἄνδρα λαμπρὸν ὄντα τὴν ψυχὴν οἱ σύμμαχοι πρῶτον ἐμβάλλειν εἰς τοὺς ἱππέας. ὁ δʼ ἠρώτησε παρόντα τὸν ἐρώμενον, εἰ μέλλοι θεᾶσθαι τὸν ἀγῶνα· φήσαντος δὲ τοῦ νεανίσκου καὶ φιλοφρόνως αὐτὸν ἀσπασαμένου καὶ τὸ κράνος ἐπιθέντος, ἐπιγαυρωθεὶς ὁ Κλεόμαχος καὶ τοὺς ἀρίστους τῶν Θεσσαλῶν συναγαγὼν περὶ αὑτὸν ἐξήλασε λαμπρῶς καὶ προσέπεσε τοῖς πολεμίοις, ὥστε συνταράξαι καὶ τρέψασθαι τὸ ἱππικόν· ἐκ δὲ τούτου καὶ τῶν ὁπλιτῶν φυγόντων, ἐνίκησαν κατὰ κράτος οἱ Χαλκιδεῖς. τὸν μέντοι Κλεόμαχον ἀποθανεῖν συνέτυχε· τάφον δʼ αὐτοῦ δεικνύουσιν ἐν ἀγορᾷ Χαλκιδεῖς, ἐφʼ οὗ μέχρι νῦν ὁ μέγας ἐφέστηκε κίων· καὶ τὸ παιδεραστεῖν πρότερον ἐν ψόγῳ τιθέμενοι τότε μᾶλλον ἑτέρων ἠγάπησαν καὶ ἐτίμησαν. Ἀριστοτέλης[*](Ἀριστοτέλης] Fragm. 98) δὲ τὸν μὲν Κλεόμαχον ἄλλως ἀποθανεῖν φησι, κρατήσαντα τῶν Ἐρετριέων τῇ μάχῃ· τὸν δʼ ὑπὸ τοῦ ἐρωμένου φιληθέντα τῶν ἀπὸ Θρᾴκης Χαλκιδέων γενέσθαι, πεμφθέντα τοῖς ἐν Εὐβοίᾳ Χαλκιδεῦσιν ἐπίκουρον· ὅθεν ᾄδεσθαι παρὰ τοῖς Χαλκιδεῦσιν
Ἄντων ἦν ὄνομα τῷ ἐραστῇ τῷ δʼ ἐρωμένῳ Φίλιστος, ὡς ἐν τοῖς Αἰτίοις[*](Αἰτίοις X: ἀντίοις ) Διονύσιος[*](Διονύσιος] cf. Suidas) ὁ ποιητὴς ἱστόρησε[*](ib. malim ἱστόρηκε ). παρʼ ὑμῖν δʼ, ὦ Πεμπτίδη, τοῖς Θηβαίοις οὐ πανοπλίᾳ ὁ ἐραστὴς ἐδωρεῖτο τὸν ἐρώμενον ἐς ἄνδρας[*](ἐς ἄνδρας Winckelmannus: ἀνδέτας ) ἐγγραφόμενον; ἢλλαξε δὲ καὶ μετέθηκε τάξιν τῶν ὁπλιτῶν ἐρωτικὸς ἀνὴρ Παμμένης, Ὅμηρον[*](Ὁμηρον] B 362) ἐπιμεμψάμενος ὡς ἀνέραστον, ὅτι κατὰ φῦλα καὶ φρήτρας συνελόχιζε τοὺς Ἀχαιούς, οὐκ ἐρώμενον ἔταττε παρʼ ἐραστήν, ἵνʼ οὕτω γένηται τὸ
- ὦ παῖδες, οἳ[*](οἵ] ὅσοι idem) χαρίτων τε καὶ πατέρων λάχετʼ[*](λάχετʼ Meinekius: ἐλάχετε ) ἐσθλῶν,[*](cf. Bergk. 3 p. 673)
- μὴ φθονεῖθʼ[*](idem: φθονεῖτε ) ὥρας ἀγαθοῖσιν ὁμιλίαν[*](ib. ὁμιλεῖν Bergkius)·
- σὺν γὰρ ἀνδρείᾳ[*](ἀνδρία BE) καὶ ὁ λυσιμελὴς Ἔρως
- ἐνὶ[*](ἐνὶ *: ἐπὶ ) Χαλκιδέων θάλλει πόλεσιν.
ἀσπὶς δʼ ἀσπίδʼ[*](ultima verba versus homerici ἀνέρα δʼ ἀνὴρ (N 131) sine ulla idonea ratione omissa adici monuit Winckelm.) ἔρειδε κόρυς δὲ κόρυν,ὡς μόνον ἀήττητον ὄντα τὸν Ἔρωτα[*](ὡς μόνον - ὄντα τὸν ἔρωτα *: μόνον - ὄντα cf. Praefat. p. LIX) τῶν στρατηγῶν. καὶ γὰρ φυλέτας καὶ οἰκείους καὶ νὴ Δία γονεῖς καὶ παῖδας ἐγκαταλείπουσιν· ἐραστοῦ δὲ θω δὲ[*](θω δὲ] σῶος?) καὶ ἐρωμένου μέσος οὐδεὶς πώποτε διεξῆλθε πολέμιος οὐδὲ διεξήλασεν ὅπου καὶ μηδὲν δεομένοις ἔπεισιν[*](ἔπεισιν X) ἐπιδεικνύναι τὸ φιλοκίνδυνον κἀφιλόψυχον[*](κἀφιλόψυχον scripsi cum eodem: καὶ φιλόψυχον ) ὡς Θήρων ὁ Θεσσαλὸς προσβαλὼν τὴν χεῖρα τῷ τοίχῳ τὴν εὐώνυμον καὶ σπασάμενος τὴν μάχαιραν ἀπέκοψε τὸν ἀντίχειρα προκαλούμενος τὸν ἀντεραστήν. ἕτερος δέ τις ἐν μάχῃ πεσὼν ἐπὶ πρόσωπον, ὡς ἔμελλε παίσειν αὐτὸν ὁ πολέμιος, ἐδεήθη περιμεῖναι μικρόν, ὅπως μὴ ὁ[*](ὅπως μὴ ὁ *: ὁ ) ἐρώμενος ἴδῃ[*](em. X: ἤδη ) κατὰ νώτου τετρωμένον. οὐ μόνον τοίνυν τὰ μαχιμώτατα τῶν ἐθνῶν[*](τῶν νῦν ἐθνῶν) ἐρωτικώτατα, Βοιωτοὶ καὶ Λακεδαιμόνιοι καὶ Κρῆτες, ἀλλὰ καὶ τῶν παλαιῶν ὁ Μελέαγρος ὁ[*](quartum ὁ add. W) Ἀχιλλεὺς ὁ Ἀριστομένης ὁ Κίμων ὁ Ἐπαμεινώνδας· καὶ γὰρ οὗτος ἐρωμένους ἔσχεν Ἀσώπιχον[*](ἀσωπικὸν BE) καὶ Καφισόδωρον, ὃς αὐτῷ συναπέθανεν ἐν Μαντινείᾳ καὶ τέθαπται πλησίον. τὸν δὲ μω ---[*](lac. 8 E 6 B. Fort. τὸν δʼ Ἀσώπικον cf. Athen. p. 605a) φοβερώτατον[*](em. R: φοβερώτερον ) γενόμενον τοῖς πολεμίοις καὶ δεινότατον ὁ πρῶτος ὑποστὰς καὶ πατάξας Εὔκναμος Ἀμφισσεὺς[*](ὁ Ἀμφισσεὺς?) ἡρωικὰς ἔσχε τιμὰς παρὰ Φωκεῦσιν. Ἡρακλέους δὲ τοὺς μὲν ἄλλους ἔρωτας ἔργον ἐστὶν εἰπεῖν διὰ πλῆθος· Ἰόλαον δὲ νομίζοντες ἐρώμενον αὐτοῦ γεγονέναι μέχρι νῦν σέβονται καὶ τιμῶσιν, ἔρωτος ὅρκους τε καὶ πίστεις ἐπὶ τοῦ τάφου παρὰ τῶν ἐρωμένων λαμβάνοντες. λέγεται δὲ καὶ τὴν Ἄλκηστιν ἰατρικὸς ὢν ἀπεγνωσμένην σῶσαι τῷ Ἀδμήτῳ χαριζόμενος, ἐρῶντι μὲν αὐτῷ τῆς γυναικός, ἐρωμένου δʼ αὐτοῦ γενομένου· καὶ γὰρ τὸν Ἀπόλλωνα μυθολογοῦσιν ἐραστὴν γενόμενον Ἀδμήτῳ παραθητεῦσαι μέγαν εἰς ἐνιαυτόν.[*](cf. Clem. Alex. p. 383 Pott.) εὖ δέ πως ἐπὶ μνήμην ἦλθεν ἡμῖν Ἄλκηστις. Ἄρεος γὰρ οὐ πάνυ μέτεστι γυναικί, ἡ δʼ ἐξ Ἔρωτος κατοχὴ προάγεταί τι τολμᾶν παρὰ φύσιν καὶ[*](καὶ] καὶ δὴ καὶ?) ἀποθνήσκειν. εἰ δέ πού[*](δέ που R: δήπου ) τι καὶ μύθων πρὸς πίστιν ὄφελός ἐστι, δηλοῖ τὰ περὶ Ἄλκηστιν καὶ Πρωτεσίλεων καὶ Εὐρυδίκην τὴν Ὀρφέως, ὅτι μόνῳ θεῶν ὁ Ἅιδης Ἔρωτι ποιεῖ τὸ προσταττόμενον· καίτοι πρός γε τοὺς ἄλλους, ὥς φησι Σοφοκλῆς[*](Σοφοκλῆς] Nauck. p. 298), ἅπαντας
αἰδεῖται δὲ τοὺς ἐρῶντας καὶ μόνοις τούτοις οὔκ ἐστιν ἀδάμαστος οὐδʼ ἀμείλιχος. ὅθεν ἀγαθὸν μέν, ὦ ἑταῖρε, τῆς· ἐν Ἐλευσῖνι τελετῆς μετασχεῖν ἐγὼ δʼ ὁρῶ τοῖς Ἔρωτος ὀργιασταῖς καὶ μύσταις ἐν Ἅιδου βελτίονα μοῖραν οὖσαν, οὔτι τοῖς μύθοις πειθόμενος οὐ μὴν οὐδʼ ἀπιστῶν παντάπασιν εὖ γὰρ δὴ λέγουσι, καὶ θείᾳ τινὶ τύχῃ ψαύουσι τἀληθοῦς οἱ[*](τοῦ ἀληθοῦς οἱ R: τοῦ 9 E 10 B) λέγοντες ἐξ Ἅιδου[*](Ἅιδου] ἄλλου BE) τοῖς ἐρωτικοῖς ἄνοδον εἰς φῶς ὑπάρχειν, ὅπη δὲ καὶ ὅπως ἀγνοοῦσιν, ὥσπερ ἀτραποῦ διαμαρτόντες ἣν πρῶτος ἀνθρώπων διὰ φιλοσοφίας Πλάτων κατεῖδε. καίτοι λεπταί τινες ἀπορροαὶ[*](*: ἀπόρροιαι ) καὶ ἀμυδραὶ τῆς ἀληθείας ἔνεισι ταῖς Αἰγυπτίων ἐνδιεσπαρμέναι μυθολογίαις, ἀλλʼ ἰχνηλάτου δεινοῦ δέονται καὶ μεγάλα μικροῖς ἑλεῖν δυναμένου. διὸ ταῦτα μὲν ἐῶμεν, μετὰ δὲ τὴν ἰσχὺν τοῦ Ἔρωτος οὖσαν τοσαύτην ἢδη τὴν πρὸς ἀνθρώπους εὐμένειαν καὶ χάριν ἐπισκοπῶμεν[*](ἐπισκοπῶ BE), οὐκ εἰ πολλὰ τοῖς χρωμένοις ἀγαθὰ περιποιεῖ δῆλα γάρ ἐστι ταῦτά γε πᾶσιν ἀλλʼ εἰ πλείονα καὶ μείζονα τοὺς ἐρῶντας αὐτοὺς[*](Amyotus: αὐτοῦ ) ὀνίνησιν· ἐπεί, καίπερ ὢν ἐρωτικὸς ὁ Εὐριπίδης, τὸ σμικρότατον ἀπεθαύμασεν εἰπὼν[*](εἰπὼν Valckenarius: ἐπεὶ )
συνετόν τε γὰρ ποιεῖ, κἂν ῥᾴθυμος ᾖ τὸ πρίν[*](πρὶν] πρᾶγμα BE)· καὶ ἀνδρεῖον, λέλεκται, τὸν ἄτολμον, ὥσπερ οἱ τὰ ξύλα πυρακτοῦντες ἐκ μαλακῶν ἰσχυρὰ ποιοῦσι. δωρητικὸς δὲ καὶ ἁπλοῦς καὶ μεγαλόφρων γίγνεται πᾶς ἐραστής, κἂν γλίσχρος πρότερον, τῆς μικρολογίας καὶ φιλαργυρίας δίκην σιδήρου διὰ πυρὸς ἀνιεμένης· ὥστε χαίρειν τοῖς ἐρωμένοις διδόντας, ὡς παρʼ ἑτέρων οὐ χαίρουσιν αὐτοὶ λαμβάνοντες ἴστε γὰρ δήπου, ὡς Ἀνύτῳ τῷ[*](τῷ W) Ἀνθεμίωνος, ἐρῶντι μὲν Ἀλκιβιάδου ξένους δʼ ἑστιῶντι φιλοτίμως καὶ λαμπρῶς, ἐπεκώμασεν ὁ Ἀλκιβιάδης καὶ λαβὼν ἀπὸ τῆς τραπέζης εἰς ἣμισυ τῶν ἐκπωμάτων ἀπῆλθεν. ἀχθομένων δὲ τῶν ξένων καὶ λεγόντων ὑβριστικῶς σοι κέχρηται καὶ ὑπερηφάνως τὸ μειράκιον φιλανθρώπως μὲν οὖν ὁ Ἄνυτος εἶπε· πάντα γὰρ ἐξῆν[*](ἐξῆν *: ἐνῆν cf. Vit. Alcib. c. 13) αὐτῷ λαβεῖν, ὁ δὲ κἀμοὶ τοσαῦτα καταλέλοιπεν.
ΑΥΤΟΒΟΥΛΟΣ. ἡσθεὶς οὖν ὁ Ζεύξιππος ὦ Ἡράκλεις εἶπεν ὡς ὀλίγου διελύσατο πρὸς Ἄνυτον τὴν ἀπὸ Σωκράτους; καὶ φιλοσοφίας πατρικὴν ἔχθραν, εἰ πρᾶος ἦν οὕτω περὶ ἔρωτα καὶ γενναῖος. εἶεν εἶπεν ὁ πατήρ· ἐκ δὲ δυσκόλων καὶ σκυθρωπῶν τοῖς συνοῦσιν οὐ[*](εὖ] οὐ Winckelmannus) ποιεῖ φιλανθρωποτέρους καὶ ἡδίους;
αἰθομένου γὰρ πυρὸς γεραρώτερον οἶκον[*](οἶκον] ut accusativus a ποιεῖ pendeat, quod Winck. voluerat, γὰρ particula in τε aut quidem in δὲ mutanda est et signum interrogationis post θερμότητος transponendum) ἰδέσθαι[*](Versus est Homericus. cf. Vit. Herodotea p. 16 ed. Westermann. Certam. Hom. et Hes. vs. 274 ed. Rzach.) καὶ ἄνθρωπον ὡς ἔοικε φαιδρότερον ὑπὸ τῆς ἐρωτικῆς θερμότητος. ἀλλʼ οἱ πολλοὶ παράλογόν τι πεπόνθασιν ἂν μὲν ἐν οἰκίᾳ νύκτωρ σέλας ἴδωσι, θεῖον ἡγοῦνται καὶ θαυμάζουσι· ψυχὴν δὲ μικρὰν καὶ ταπεινὴν καὶ ἀγεννῆ ὁρῶντες ἐξαίφνης ὑποπιμπλαμένην φρονήματος, ἐλευθερίας, φιλοτιμίας, χάριτος, ἀφειδίας, οὐκ ἀναγκάζονται λέγειν ὡς ὁ Τηλέμαχος
ἦ μάλα τις θεὸς ἔνδον.[*](Hom. τ 40) ἐκεῖνο δʼ εἶπεν ὁ Δαφναῖος[*](εἰπὲ ὧ Δαφναῖε Patzigius sed corrig. vid. ὃ εἴπεν ὁ Δαφναῖος ) πρὸς Χαρίτων οὐ δαιμόνιον; ὅτι τῶν ἄλλων ὁ ἐρωτικὸς ὀλίγου δεῖν ἁπάντων περιφρονῶν, οὐ μόνον ἑταίρων καὶ οἰκείων[*](οἰκείων *: οἰκετῶν ), ἀλλὰ καὶ νόμων καὶ ἀρχόντων καὶ βασιλέων, φοβούμενος δὲ μηδὲν μηδὲ θαυμάζων μηδὲ θεραπεύων, ἀλλὰ καὶ τὸν αἰχματὰν κεραυνὸν[*](Pindar. Pyth. 1, 5) οἷος ὢν ὑπομένειν, ἅμα τῷ τὸν καλὸν ἰδεῖν
ἔπτηξʼ ἀλέκτωρ δοῦλον ὣς κλίνας πτερόν,[*](Nauck. p. 724) καὶ τὸ θράσος ἐκκέκλασται καὶ κατακέκοπται οἱ τὸ τῆς ψυχῆς γαῦρον. ἄξιον δὲ Σαπφοῦς[*](σαφῶς) παρὰ ταῖς Μούσαις μνημονεῦσαι· τὸν μὲν γὰρ Ἡφαίστου παῖδα Ῥωμαῖοι Κᾶκον[*](Κᾶκον Goettlingius: κακὸν ) ἱστοροῦσι πῦρ καὶ φλόγας ἀφιέναι διὰ τοῦ στόματος ἔξω ῥεούσας· αὕτη δʼ ἀληθῶς μεμιγμένα πυρὶ φθέγγεται καὶ διὰ τῶν μελῶν ἀναφέρει τὴν ἀπὸ τῆς καρδίας θερμότητα Μούσαις εὐφώνοις ἰωμένη τὸν ἔρωτα κατὰ Φιλόξενον[*](Φιλόξενον] Bergk. 3 p. 611). ἀλλʼ εἴ τι μὴ διὰ[*](διὰ Madvigius) Λύσανδρον, ὦ Δαφναῖε, τῶν παλαιῶν ἐκλέλησαι παιδικῶν[*](παιδικῶν X: παιδίων ), ἀνάμνησον ἡμᾶς, ἐν οἷς ἡ καλὴ Σαπφὼ λέγει τῆς ἐρωμένης ἐπιφανείσης τήν τε φωνὴν ἴσχεσθαι καὶ; φλέγεσθαι[*](φλέγεσθαι idem: φθέγγεσθαι ) τὸ σῶμα καὶ καταλαμβάνειν ὠχρότητα καὶ πλάνον αὐτὴν[*](αὐτὴν] αὐτη 1 E 3-4 B) καὶ ἴλιγγον. λεχθέντων οὖν ὑπὸ τοῦ Δαφναίου τῶν μελῶν ἐκείνων, ὡς ---[*](lac. 109 E 43 B. Fort supplendi sunt versus: ὡς γὰρ εὔιδον βροχέως σε, φώνας οὐδὲν ἔτʼ εἴκει· ἀλλὰ καμ μὲν γλῶσσα ἔαγε λέπτον δʼ αὔτικα χρῷ πῦρ ὑπαδεδρόμακεν. χλωροτέρα δὲ ποίας ἔμμι, τεθνάκην δʼ ὁλίγω πιδεύης φαίνομαι qui soli versus et lacunae magnitudi et argumento praegresso plane conveniunt. Vid. Bergk. 3 p. 88 sq.) ὑπολαβὼν ὁ πατήρ ταῦτʼ εἶπεν ὦ πρὸς τοῦ Διός, οὐ θεοληψία καταφανής; οὗτος οὐ[*](οὐ M) δαιμόνιος σάλος τῆς ψυχῆς; τί τοσοῦτον ἡ Πυθία πέπονθεν ἁψαμένη τοῦ τρίποδος; τίνα τῶν ἐνθεαζομένων οὕτως ὁ αὐλὸς καὶ τὰ μητρῷα καὶ τὸ τύμπανον ἐξίστησιν; ἡμῖν[*](ἡμῖν] καὶ μὴν W) ταὐτὸ[*](*: τὸ αὐτὸ ) σῶμα πολλοὶ καὶ ταὐτὸ[*](*: τὸ αὐτὸ ) κάλλος ὁρῶσιν, εἴληπται δʼ εἷς ὁ ἐρωτικός διὰ τίνʼ[*](τίνα W: τὴν ) αἰτίαν; οὐ γὰρ μανθάνομὲν γέ που τοῦ Μενάνδρου[*](Μενάνδρου] Kock. 3 p. 163) λέγοντος οὐδὲ συνίεμεν[*](idem: σύνιμεν ),
ἀλλʼ ὁ θεὸς αἴτιος τοῦ μὲν καθαψάμενος τὸν δʼ ἐάσας. ὃ τοίνυν ἐν ἀρχῇ καιρὸν εἶχε ῥηθῆναι μᾶλλον οὐδὲ νῦν ὅτι[*](ὅτι Nauckius (p. 105): ἐπὶ ) νῦν[*](νῦν Winckelmannus: νοῦν ) ἦλθεν ἐπὶ στόμα αʼ κατʼ Αἰσχύλον ἄρρητον[*](M: ἄριστον ) ἐάσειν μοι δοκῶ· καὶ γάρ ἐστι παμμέγεθες. ἴσως μὲν γάρ, ὦ ἑταῖρε, καὶ τῶν ἄλλων ἁπάντων, ὅσα μὴ διʼ αἰσθήσεως ἡμῖν εἰς ἔννοιαν ἥκει[*](ἥκει X: στήκει. Malim ἐξήκει ), τὰ μὲν μύθῳ τὰ δὲ νόμῳ τὰ δὲ λόγῳ πίστιν ἐξ ἀρχῆς[*](ἐξαρχῆς BE) ἔσχηκε· τῆς δʼ οὖν περὶ θεῶν δόξης καὶ[*](καὶ del. R praeter necessitatem) παντάπασιν ἡγεμόνες καὶ διδάσκαλοι γεγόνασιν ἡμῖν οἵ τε ποιηταὶ καὶ οἱ νομοθέται καὶ τρίτον οἱ φιλόσοφοι, τὸ μὲν[*](μὲν R: μὲν οὒν ) εἶναι θεοὺς ὁμοίως τιθέμενοι, πλήθους δὲ πέρι καὶ τάξεως αὐτῶν οὐσίας τε καὶ δυνάμεως μεγάλα διαφερόμενοι πρὸς ἀλλήλους. ἐκεῖνοι μὲν γὰρ οἱ τῶν φιλοσόφων
- καιρός ἐστιν ἡ νόσος
- ψυχῆς, ὁ πληγεὶς δʼ εἴσω δὴ[*](εἴσω δὴ Stobaeus (63, 34): lac. 6 E 7 B. Corrigunt εἰσβολῇ Bentleius. εἰς ὃ δεῖ W. εἶς ὁδὶ G. Hermannus. ἐνδοθεν Dorvillius, ut alios omittam. Ad locum sanandum maxime adiuvat Plut. paraphrasis (vid. Fragm. 25, 1): τοῦτο δʼ εὐστοχίας ἐστὶ καιροῦ τῷ παθεῖν ἑτοίμῳ (ita optime W: ἐμοί γε πως aut ἐμοί πως) συνάπτοντος ἐν ἀκμῇ τὸ ποιεῖν πεφυκός. Unde corr. vid. εἰσόδῳ (sc. τῆς νόσου) i.e. homo amatorius qui ictus est, vulnus facile accipit eo quod in eius animum morbo aditus patet, eo quod animus eius ad telum amoris (τὸ ποιεῖν πεφυκός) recipiendum paratus dispositusque est (παθεῖν ἕτοιμος). Si meum εἰσόδῳ non placet, in promptu est Bentleianum εἰσβολῇ ut eodem modo quo εχπλιξετυρ. οπτιο δατυρ ) τιτρώσκεται.
ὅθεν οὐ[*](ὅθεν οὐ Basileensis: ὅθεν Fort. tamen οὐ omisso scrib. προϊενται et distinguendum post Ἐριδας ) προσίενται ποιητικὰς Ἔριδας οὐ Λιτάς, οὐ Δεῖμον οὐδὲ Φόβον ἐθέλουσι θεοὺς εἶναι καὶ[*](καὶ *) παῖδας Ἄρεος ὁμολογεῖν μάχονται δὲ περὶ πολλῶν καὶ τοῖς νομοθέταις, ὥσπερ,Ξενοφάνης Αἰγυπτίους ἐκέλευσε τὸν Ὄσιριν, εἰ θνητὸν νομίζουσι, μὴ τιμᾶν ὡς θεόν, εἰ δὲ θεὸν ἡγοῦνται μὴ θρηνεῖν. αὖθις δὲ ποιηταὶ καὶ νομοθέται, φιλοσόφων ἰδέας τινὰς καὶ ἀριθμοὺς μονάδας τε καὶ πνεύματα θεοὺς ποιουμένων, οὔτʼ ἀκούειν ὑπομένουσιν οὔτε συνιέναι δύνανται. πολλὴν δʼ ὅλως ἀνωμαλίαν ἔχουσιν αἱ δόξαι καὶ διαφοράν. ὥσπερ οὖν ἦσάν ποτε τρεῖς στάσεις Ἀθήνησι, Παράλων Ἐπακρίων[*](X: ἐπάκρων ) Πεδιέων, χαλεπῶς ἔχουσαι καὶ διαφερόμεναι πρὸς ἀλλήλας· ἔπειτα[*](ἔπειτα Madvigius: ἐπεὶ ) δὲ πάντες ἐν ταὐτῷ γενόμενοι καὶ τὰς ψήφους λαβόντες ἤνεγκαν πάσας Σόλωνι, καὶ τοῦτον εἵλοντο κοινῇ διαλλακτὴν καὶ ἄρχοντα καὶ νομοθέτην, ὃς ἔδοξε τῆς ἀρετῆς ἔχειν ἀδηρίτως τὸ πρωτεῖον· οὕτως αἱ τρεῖς στάσεις αἱ περὶ θεῶν διχοφρονοῦσαι καὶ ψῆφον ἄλλην ἄλλη φέρουσαι, καὶ μὴ δεχόμεναι ῥᾳδίως τὸν ἐξ ἑτέρας περὶ ἑνὸς βεβαίως ὁμογνωμονοῦσι, καὶ κοινῇ τὸν Ἔρωτα συνεγγράφουσιν εἰς θεοὺς ποιητῶν οἱ κράτιστοι καὶ νομοθετῶν καὶ φιλοσόφων ἀθρόᾳ φωνᾷ[*](R: ἀθρόαι φωναὶ quod tamen glossema esse potest vocis ἀόλλεες quam post ἐπαινέοντες (ἐπαίνεντες Ahrens) dat Aristot. p. 1285, 1b. cf Bergk. 3 p. 162; aut ἀόλλεις supplendum est, ut etiam ἀθρόᾳ Alcaei sint verba ab Aristotele omissa. Res dubia est) μέγʼ ἐπαινέοντες ὥσπερ ἔφη τὸν Πιττακὸν ὁ Ἀλκαῖος αἱρεῖσθαι τοὺς Μυτιληναίους[*](*: μιτυληναίους ) τύραννον. ἡμῖν δὲ βασιλεὺς καὶ ἄρχων καὶ ἁρμοστὴς ὁ Ἔρως ὑφʼ Ἡσιόδου καὶ Πλάτωνος καὶ Σόλωνος ἀπὸ τοῦ Ἑλικῶνος εἰς τὴν Ἀκαδήμειαν[*](*: ἀκαδημίαν ) ἐστεφανωμένος κατάγεται καὶ κεκοσμημένος εἰσελαύνει πολλαῖς συνωρίσι φιλίας καὶ κοινωνίας, οὐχ οἵαν Εὐριπίδης φησὶν
- ἄνοσοι καὶ ἀγήραοι
[*](cf. Bergk. 1 p. 432)- πόνων τʼ ἄπειροι, βαρυβόαν
- πορθμὸν πεφευγότες Ἀχέροντος·
ἀχαλκεύτοισιν ἐζεῦχθαι πέδαις,[*](ita scripsi ex p. 482a. 533a: ἀχαλκευ 5E ἀχαλκεύτοις B cf. Nauck. p. 549) ψυχρὰν οὗτός γε καὶ βαρεῖαν ἐν χρείᾳ περιβαλὼν ὑπʼ αἰσχύνης ἀνάγκην, ἀλλʼ ὑποπτέρου[*](W: ὑπὸ πτεροῦ ) φερομένης ἐπὶ τὰ κάλλιστα τῶν ὄντων καὶ θειότατα[*](R: θειότερα ), περὶ ὧν ἑτέροις εἴρηται βέλτιον.