Amatorius

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ΑΥΤΟΒΟΥΛΟΣ. καὶ ὁ Δαφναῖος τίς δʼ ἄλλως[*](ἄλλως W: ἄλλος ) εἶπεν ὦ πρὸς τῶν θεῶν; οὗτοι νὴ Δίʼ ἔφη πάντες ὁ πατήρ οἱ νομίζοντες ἀρότου καὶ σπόρου[*](idem: ἀρότρου ) καὶ φυτείας ἐπιμέλειαν θεοῖς προσήκειν. ἢ γὰρ οὐ νύμφαι τινὲς αὐτοῖς δρυάδες εἰσὶν

  1. ἰσοδένδρου τέκμαρ αἰῶνος λαχοῦσαι·
  2. δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς αὐξάνοι,
  3. ἁγνὸν φέγγος[*](idem: φέγγος ἁγνὸν ) ὀπώρας[*](vid. Bergk. 1 p. 433. p. 437)
κατὰ Πίνδαρον μειρακίων δʼ ἄρα καὶ παίδων ἐν ὥρᾳ καὶ ἄνθει πλαττομένων καὶ ῥυθμιζομένων τροφαὶ καὶ αὐξήσεις οὐδενὶ θεῶν ἢ δαιμόνων προσήκουσιν, οὐδʼ ἔστιν ᾧ μέλει[*](μέλλει BE) φυόμενον ἄνθρωπον εἰς ἀρετὴν ὀρθὸν ἐλθεῖν καὶ μὴ παρατραπῆναι μηδὲ κλασθῆναι[*](malim μηδʼ ἐκκλασθῆναι (cf. p. 762 f) vel κατακλασθῆναι (cf. p. 767f)) τὸ γενναῖον ἐρημίᾳ κηδεμόνος ἢ κακίᾳ τῶν προστυγχανόντων; ἢ καὶ τὸ λέγειν ταῦτα δεινόν ἐστι καὶ ἀχάριστον, ἀπολαύοντάς γε[*](γε R: τε ) τοῦ θείου τοῦ φιλανθρώπου πανταχόσε νενεμημένου καὶ μηδαμοῦ προλείποντος ἐν χρείαις, ὧν ἀναγκαιότερον ἔνιαι τὸ τέλος ἢ κάλλιον ἔχουσιν; ὥσπερ εὐθὺς ἡ περὶ τὴν γένεσιν ἡμῶν οὐκ εὐπρεπὴς οὖσα διʼ αἵματος καὶ ὠδίνων, ὅμως ἔχει θεῖον[*](θεῖον] θεὰν R; malim θεὸν ) ἐπίσκοπον Εἰλείθυιαν καὶ Λοχείαν· ἦν δέ που μὴ γενέσθαι[*](*: μὴ γίνεσθαι )
κρεῖττον ἢ γενέσθαι κακόν, ἁμαρτάνοντα κηδεμόνος ἀγαθοῦ καὶ φύλακος. οὐ μὴν οὐδὲ νοσοῦντος ἀνθρώπου θεὸς ἀποστατεῖ τὴν περὶ τοῦτο χρείαν καὶ δύναμιν εἰληχώς, ἀλλʼ οὐδʼ ἀποθανόντος· ἔστι δέ τις ἐκεῖ κομιστὴρ ἐνθένδε καὶ ἀρωγὸς[*](ἀγωγὸς W) ἐν[*](ἐν] τῶν ἐν R) τέλει[*](ἔστιν δέ τις Ἐκεῖ κομιστὴρ κἀπαρωγὸς ἐν τέλει versum Aeschyli effecit God. Hermannus) γενομένων κατευναστὴς καὶ ψυχοπομπός, ὥσπερ ὁ Ὕπνος[*](ὁ Ψπνος Hauptius: οὖτος ),
  1. οὐ γάρ με Νὺξ ἔτικτε δεσπότην λύρας,
  2. οὐ μάντιν οὐδʼ ἰατρόν, ἀλλὰ θνητὸν ἅμα[*](ἀλλὰ θνητὸν ἅμα] ἀλλʼ ἡγήτορα Valckenarius. ἀλλʼ ὀνήτορα Bergkius; malim ἀλλʼ εὐνάτορα cf. Nauck. p. 916)
  3. ψυχαῖς.
καὶ τὰ τοιαῦτα[*](καίτοι ταῦτα W) πολλὰς ἔχει δυσχερείας. ἐκείνου δʼ οὐκ ἔστιν εἰπεῖν ἔργον ἱερώτερον οὐδʼ ἅμιλλαν ἑτέραν οὐδʼ ἀγῶνα θεῷ πρέπειν μᾶλλον ἐφορᾶν καὶ βραβεύειν ἢ τὴν περὶ τοὺς καλοὺς καὶ ὡραίους ἐπιμέλειαν τῶν ἐρώντων καὶ δίωξιν· οὐδὲν γάρ ἐστιν αἰσχρὸν οὐδʼ ἀναγκαῖον, ἀλλὰ πειθὼ καὶ χάρις ἐνδιδοῦσα πόνον ἡδύν ὡς ἀληθῶς κάματόν τʼ εὐκάματον[*](τʼ εὐκάματον Porson cf. p. 467d. 794b. Eur. Bacch. 66) ὑφηγεῖται πρὸς ἀρετὴν καὶ φιλίαν, οὔτʼ ἄνευ θεοῦ τὸ προσῆκον τέλος λαμβάνουσαν, οὔτʼ ἄλλον ἔχουσαν ἡγεμόνα καὶ δεσπότην θεὸν ἀλλὰ[*](ἀλλὰ] malim ἀλλʼ ἢ) τὸν Μουσῶν καὶ Χαρίτων καὶ Ἀφροδίτης ἑταῖρον Ἔρωτα.
γλυκὺ γὰρ θέρος ἀνδρὸς ὑποσπείρων πραπίδων πόθῳ[*](πραπίδεσσι πόθον (aut πόθων) Bergkius 3 p. 591)
κατὰ τὸν Μελανιππίδην, τὰ ἥδιστα μίγνυσι τοῖς καλλίστοις· ἢ πῶς ἔφη λέγομεν, ὦ Ζεύξιππε;

ΑΥΤΟΒΟΥΛΟΣ. κἀκεῖνος οὕτως ἔφη νὴ Δία παντὸς μᾶλλον· ἄτοπον γὰρ ἀμέλει τοὐναντίον ἐκεῖνο δʼ ὁ πατήρ οὐκ ἄτοπον εἶπεν εἰ τέσσαρα γένη τῆς φιλίας ἐχούσης, ὥσπερ οἱ παλαιοὶ διώρισαν, τὸ φυσικὸν πρῶτον εἶτα τὸ συγγενικὸν[*](συγγενικὸν] ξενικὸν Berth. Mueller et Madvigius quos tamen ipsius Plutarchi de hac re testimonium p. 481f cur effugerit mirum est) ἐπὶ τούτῳ καὶ τρίτον τὸ ἑταιρικὸν καὶ τελευταῖον τὸ ἐρωτικόν, ἔχει τούτων ἕκαστον ἐπιστάτην θεὸν ἢ φίλιον ἢ ξένιον ἢ ὁμόγνιον καὶ πατρῷον μόνον δὲ τὸ ἐρωτικὸν ὥσπερ δυσιεροῦν ἀνόσιον[*](em. R: ἄνοσον ) καὶ ἀδέσποτον ἀφεῖται, καὶ ταῦτα πλείστης ἐπιμελείας καὶ κυβερνήσεως δεόμενον; ἔχει καὶ ταῦτα ὁ Ζεύξιππος εἶπεν οὐ μικρὰν ἀλογίαν[*](οὐ μικρὰν ἀλογίαν Duebnerus: οὐ μὴν ἀλλοτρίαν ). ἀλλὰ μήν ὁ πατὴρ ἔφη τά γε[*](γε W: τε ) τοῦ Πλάτωνος ἐπιλάβοιτʼ ἂν τοῦ λόγου καὶ παρεξιόντος.[*](em. Winckelmannus: παρεξιόντα cf. Plat. Rep. p. 503a.) μανία γὰρ ἡ μὲν ἀπὸ σώματος ἐπὶ ψυχὴν ἀνεσταλμένη δυσκρασίαις τισὶν ἢ[*](posterius ἢ del. R) συμμίξεσιν ἢ πνεύματος βλαβεροῦ περιφερομένου τραχεῖα καὶ χαλεπὴ καὶ νοσώδης· ἑτέρα δʼ ἐστὶν οὐκ ἀθείαστος οὐδʼ οἰκογενής, ἀλλʼ ἔπηλυς ἐπίπνοια καὶ παρατροπὴ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀρχὴν[*](ἀρχὴν] aut delendum aut corr. ἀπό τινος vid. Symb.) κρείττονος δυνάμεως ἀρχὴν ἔχουσα καὶ κίνησιν ἧς τὸ μὲν κοινὸν ἐνθουσιαστικὸν καλεῖται πάθος· ὡς γὰρ ἔμπνουν

τὸ πνεύματος πληρωθὲν ἔμφρον δὲ τὸ φρονήσεως, οὕτως ὁ τοιοῦτος σάλος[*](σάλος] λάλος BE) ψυχῆς ἐνθουσιασμὸς ὠνόμασται μετοχῇ καὶ κοινωνίᾳ θειοτέρας δυνάμεως· ἐνθουσιασμοῦ δὲ τὸ μαντικὸν ἐξ Ἀπόλλωνος ἐπιπνοίας καὶ κατοχῆς, τὸ δὲ βακχεῖον ἐκ Διονύσου,
κἀπὶ Κυρβάντεσι χορεύσατε
[*](Nauck. p. 313) φησὶ Σοφοκλῆς τὰ γὰρ μητρῷα καὶ πανικὰ κοινωνεῖ τοῖς βακχικοῖς ὀργιασμοῖς. τρίτη[*](τρίτη κἑ] ex Plat. Phaedr. p. 245a) δʼ ἀπὸ Μουσῶν λαβοῦσʼ ἁπαλὴν καὶ ἄβατον ψυχὴν τὸ ποιητικὸν καὶ μουσικὸν ἐξώρμησε καὶ ἀνερρίπισεν. ἡ δʼ ἀρειμάνιος[*](ἀριμάνιος BE) αὕτη[*](αὐτὴ vel αὔτη BE) λεγομένη καὶ πολεμικὴ παντὶ δῆλον ὅτῳ[*](ὅτῳ W: ὅτι τῶ ) θεῶν[*](θεῶν *: θεῶ ) ἀνίεται καὶ βακχεύεται
  1. ἄχορον[*](ἄχορον Winckhelm. ex Aesch. Suppl. 681: ἄχαριν ) ἀκίθαριν δακρυογόνον Ἄρη
  2. βοὰν τʼ ἔνδημον ἐξοπλίζουσα[*](ib. ἀκίθαριν - ἐξοπλίζουσα Porson ex eodem: ἀκίθαριν ἀκ 3-4 BE γονον ἀρ 4E 6B τατε (τᾶτε B) δῆμον ἐξοπλίζουσαν ).
λείπεται δὲ τῆς ἐξαλλαγῆς ἐν ἀνθρώπῳ καὶ παρατροπῆς οὐκ ἀμαυρὸν οὐδʼ ἡσυχαῖον, ὦ Δαφναῖε, μόριον, ὑπὲρ οὗ βούλομαι τουτονὶ Πεμπτίδην ἐρέσθαι ---[*](lac. 2-3 E 3-4 B)
τίς[*](supplevit Winckelmannus: τί 4-5 BE καρπον ) καλλίκαρπον θύρσον ἀνασείει θεῶν,
[*](Nauck. p. 917) τὸν φιλητικὸν τοῦτον περὶ παῖδας ἀγαθοὺς καὶ σώφρονας; γυναῖκας ἐνθουσιασμὸν πολὺ δριμύτατον
ὄντα καὶ θερμότατον; ἢ γὰρ οὐχ ὁρᾷς, ὡς ὁ μὲν στρατιώτης τὰ ὅπλα θεὶς πέπαυται τῆς πολεμικῆς μανίας,
    [*](Hom. H 121)
  1. τοῦ μὲν ἔπειτα[*](Hom. H 121)
  2. γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο
καὶ κάθηται τῶν ἄλλων ἀπόλεμος[*](πολεμούντων τῶν ἄλλων supplet R; malim τῶν ἄλλων πολεμούντων ) θεατής, ταυτὶ δὲ τὰ βακχικὰ καὶ κορυβαντικὰ σκιρτήματα τὸν ῥυθμὸν μεταβάλλοντες ἐκ τροχαίου καὶ τὸ μέλος ἐκ Φρυγίου πραΰνουσι καὶ καταπαύουσιν, ὡς δʼ αὔτως ἡ Πυθία τοῦ τρίποδος ἐκβᾶσα καὶ τοῦ πνεύματος ἐν γαλήνῃ καὶ ἡσυχίᾳ διατελεῖ; τὴν δʼ ἐρωτικὴν μανίαν τἀνθρώπου[*](*: τοῦ ἀνθρώπου ) καθαψαμένην ἀληθῶς καὶ διακαύσασαν οὐ μοῦσά τις οὐκ ἐπῳδὴ θελκτήριος οὐ τόπου μεταβολὴ καθίστησιν ἀλλὰ καὶ παρόντες ἐρῶσι καὶ ἀπόντες ποθοῦσι καὶ μεθʼ ἡμέραν διώκουσι καὶ νύκτωρ θυραυλοῦσι, καὶ νήφοντες καλοῦσι τοὺς καλοὺς καὶ πίνοντες ᾄδουσι. καὶ οὐχ ὥς τις εἶπεν αἱ ποιητικαὶ φαντασίαι διὰ τὴν ἐνάργειαν[*](Victorius: ἐνέργειαν cf. Bergk. 1 p. 469 fr. 289) ἐγρηγορότων ἐνύπνιά εἰσίν, ἀλλὰ μᾶλλον αἱ τῶν ἐρώντων, διαλεγομένων ὡς πρὸς παρόντας, ἀσπαζομένων, ἐγκαλούντων. ἡ γὰρ ὄψις ἔοικε τὰς μὲν ἄλλας φαντασίας ἐφʼ ὑγροῖς ζωγραφεῖν, ταχὺ μαραινομένας καὶ ἀπολειπούσας τὴν διάνοιαν· αἱ δὲ τῶν ἐρωμένων εἰκόνες ὑπʼ αὐτῆς οἷον ἐν ἐγκαύμασι γραφόμεναι διὰ πυρὸς εἴδωλα ταῖς μνήμαις ἐναπολείπουσι κινούμενα καὶ ζῶντα καὶ φθεγγόμενα καὶ
παραμένοντα τὸν ἄλλον χρόνον. ὁ μὲν γὰρ Ῥωμαῖος Κάτων ἔλεγε τὴν ψυχὴν τοῦ ἐρῶντος ἐνδιαιτᾶσθαι τῇ τοῦ ἐρωμένου[*](W praeeunte lacunam signavi quam explendam puto hunc in modum: τοῦ ἐρωμένου· [ἔμοιγε δὲ δοκοῦσιν ἐνεῖναι τῇ τοῦ ἐρῶτος ψυχῇ τοῦ ἐρωμένου] καὶ τὸ εἶδος κἑ )· --- καὶ τὸ εἶδος καὶ τὸ ἦθος καὶ ὁ βίος καὶ αἱ πράξεις, ὑφʼ ὧν ἀγόμενος ταχὺ συναιρεῖ πολλὴν ὁδόν[*](fort. ὁδόν, καὶ ὥσπερ (aut ὥσπερ δʼ) - εὐρίσκεται πορείαν κἑ ), ὥσπερ οἱ Κυνικοὶ λέγουσι σύντονον ὁμοῦ καὶ σύντομον εὑρηκέναι πορείαν ἐπʼ ἀρετήν· καὶ γὰρ ἐπὶ τὴν φιλίαν ---[*](lac. 18BE. Fort καὶ γὰρ ἐπὶ τὴν φιλίαν [ἡγεῖται καὶ ἀρετὴν ἡ ψυχὴ cf. p. 758c] καθάπερ κἑ ) καθάπερ ἐπὶ κύματος τοῦ πάθους ἅμα θεῷ φερομένη· λέγω δὴ κεφάλαιον, ὡς οὔτʼ ἀθείαστον ὁ τῶν ἐρώντων ἐνθουσιασμός ἐστιν οὔτʼ ἄλλον ἔχει θεὸν ἐπιστάτην καὶ ἡνίοχον ἢ τοῦτον, ᾧ νῦν ἑορτάζομεν καὶ θύομεν. ὅμως δʼ ἐπεὶ[*](ἐπεὶ M: ἐπὶ ) δυνάμει καὶ ὠφελείᾳ μάλιστα θεοῦ ---[*](lac. 9 BE. Fort. θεοὺς διακρίνομεν vel διορίζομεν ) καθότι καὶ τῶν ἀνθρωπίνων ἀγαθῶν δύο ταῦτα, βασιλείαν καὶ ἀρετήν, θειότατα καὶ νομίζομεν καὶ ὀνομάζομεν, ὥρα σκοπεῖν πρότερον, εἴ τινι θεῶν ὁ Ἔρως ὑφίεται δυνάμεως. καίτοι
μέγα μὲν σθένος ἁ Κύπρις ἐκφέρεται νίκας
[*](Soph. Trach. 497) ὥς φησι καὶ Σοφοκλῆς, μεγάλη δʼ ἡ τοῦ Ἄρεος ἰσχύς· καὶ τρόπον τινὰ τῶν ἄλλων θεῶν νενεμημένην[*](M: νενεμημένων ) δίχα τὴν δύναμιν ἐν τούτοις ὁρῶμεν· ἡ μὲν γὰρ οἰκειωτικὴ πρὸς τὸ καλὸν ἡ δʼ ἀντιτακτικὴ
πρὸς τὸ αἰσχρὸν ἀρχῆθεν ἐγγέγονε ταῖς ψυχαῖς[*](verbis διεῖλε τῆς ψυχῆς supplet W lac. 13 E 15 B), ὥς που καὶ Πλάτων --- τὰ εἴδη. σκοπῶμεν οὖν εὐθύς, ὅτι τῆς Ἀφροδίτης τοὔργον[*](*: τὸ ἔργον ) ἔρωτος[*](ἄνευ ἔρωτος R. Malim ἐρωΤΟΣ μὴ παρόνΤΟΣ ut est p. 764d) ὤνιόν ἐστι δραχμῆς, καὶ οὔτε πόνον οὐδεὶς οὔτε κίνδυνον ἀφροδισίων ἕνεκα μὴ ἐρῶν ὑπέμεινε. καὶ ὅπως ἐνταῦθα μὴ Φρύνην ὀνομάζωμεν, ὦ ἑταῖρε, ἢ Λαΐς τις ἢ[*](ἢ Λαϊς τις ἢ *: λάϊε τι ση ) Γναθαίνιον
ἐφέσπερον δαίουσα[*](δέουσα BE) λαμπτῆρος σέλας
[*](Nauck. p. 917) ἐκδεχομένη καὶ καλοῦσα παροδεύεται πολλάκις
ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος
[*](Hom. P 57) σὺν ἔρωτι πολλῷ[*](σὺν ἔρωτι πολλῷ] σὺν λαίλαπι πολλῇ dixit Homerus) καὶ πόθῳ ταὐτὸ τοῦτο · τῶν Ταντάλου λεγομένων ταλάντων καὶ τῆς αὐτοῦ ἀρχῆς ἀντάξιον ἐποίησεν. οὕτως ἀσθενὴς καὶ ἁψίκορός ἐστιν ἡ τῆς Ἀφροδίτης χάρις, Ἔρωτος μὴ ἐπιπνεύσαντος[*](ἐπινεύσαντος BE). ἔτι δὲ μᾶλλον κἀκεῖθεν ἂν συνίδοις· πολλοὶ γὰρ ἀφροδισίων ἑτέροις ἐκοινώνησαν, οὐ μόνον ἑταίρας ἀλλὰ καὶ γαμετὰς προαγωγεύοντες· ὥσπερ καὶ ὁ Ῥωμαῖος ἐκεῖνος, ὦ ἑταῖρε, Γάλβας[*](em. R: κάββας cf. p. 726a) εἱστία Μαικήναν ὡς ἔοικεν, εἶθʼ ὁρῶν διαπληκτιζόμενον ἀπὸ νευμάτων πρὸς τὸ γύναιον, ἀπέκλινεν ἡσυχῆ τὴν κεφαλὴν ὡς δὴ καθεύδων ἐν τούτῳ δὴ τῶν οἰκετῶν τινος προσρυέντος ἔξωθεν τῇ τραπέζῃ καὶ τὸν οἶνον ὑφαιρουμένου, διαβλέψας κακόδαιμον εἶπεν οὐκ οἶσθʼ ὅτι μόνῳ Μαικήνᾳ καθεύδω; τοῦτο
μὲν οὖν ἴσως οὐ[*](οὐ] om. BE) δεινόν ἐστιν· ἦν γὰρ ὁ Γάλβας γελωτοποιός ἐν δʼ Ἄργει Νικόστρατος ἀντεπολιτεύσατο πρὸς Φάυλλον[*](em. R hic et infra: φάϋλον ) ἐπιδημήσαντος οὖν Φιλίππου τοῦ βασιλέως, ἐπίδοξος ἦν διὰ τῆς γυναικὸς ὁ Φάυλλος ἐκπρεποῦς οὔσης, εἰ συγγένοιτο τῷ Φιλίππῳ, διαπράξασθαί τινα δυναστείαν αὑτῷ καὶ ἀρχήν. αἰσθομένων δὲ τῶν περὶ Νικόστρατον τοῦτο καὶ παρὰ τὰς θύρας τῆς οἰκίας περιπατούντων, ὁ Φάυλλος ὑποδήσας τὴν γυναῖκα κρηπῖσι καὶ χλαμύδα περιθεὶς καὶ καυσίαν Μακεδονικήν, ὡς ἕνα τῶν βασιλικῶν νεανίσκων παρεισέπεμψε λαθοῦσαν. ἆρʼ οὖν, ἐραστῶν τοσούτων γεγονότων καὶ ὄντων, οἶσθʼ ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς προαγωγὸν ἐρωμένου γενόμενον; ἐγὼ μὲν οὐκ οἶμαι· πόθεν γάρ, ὅπου καὶ τοῖς τυράννοις ἀντιλέγων μὲν οὐδεὶς οὔτʼ ἀντιπολιτευόμενὸς ἐστιν, ἀντερῶντες δὲ πολλοὶ καὶ φιλοτιμούμενοι περὶ τῶν καλῶν καὶ ὡραίων; ἀκούετε[*](R: ἀκούεται ) γὰρ ὅτι καὶ Ἀριστογείτων ὁ Ἀθηναῖος καὶ Ἀντιλέων[*](Ἀντιλέων ὁ *: ὁ ἀντιλέων ) ὁ Μεταποντῖνος καὶ Μελάνιππος ὁ Ἀκραγαντῖνος οὐ διεφέροντο τοῖς τυράννοις, πάντα τὰ πράγματα λυμαινομένους καὶ παροινοῦντας ὁρῶντες· ἐπεὶ δὲ τοὺς ἐρωμένους αὐτῶν ἐπείρων, ὥσπερ ἱεροῖς ἀσύλοις καὶ ἀθίκτοις ἀμύνοντες ἠφείδησαν ἑαυτῶν. λέγεται καὶ[*](καὶ] δὲ καὶ?) Ἀλέξανδρος ἐπιστεῖλαι Θεοδώρῳ Πρωτέου ἀδελφῷ πέμψον μοι τὴν μουσουργὸν δέκα τάλαντα λαβών, εἰ μὴ ἐρᾷς αὐτῆς· ἑτέρου δὲ τῶν ἑταίρων
Ἀντιπατρίδου μετὰ ψαλτρίας ἐπικωμάσαντος, ἡδέως διατεθεὶς πρὸς τὴν ἄνθρωπον ἐρέσθαι τὸν Ἀντιπατρίδην οὐ δήπου σὺ τυγχάνεις ἐρῶν ταύτης; τοῦ δὲ καὶ πάνυ φήσαντος, εἰπών ἀπόλοιο τοίνυν κακὸς κακῶς ἀποσχέσθαι καὶ μὴ θιγεῖν[*](θίγειν BE) τῆς γυναικός.