Amatorius

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ΑΥΤΟΒΟΥΛΟΣ. παυσαμένου δὲ τοῦ Πεμπτίδου καὶ τοῦ πατρὸς ἀρξαμένου τι περὶ τούτων λέγειν, ἕτερος ἧκεν ἐκ πόλεως, τὸν Ἀνθεμίωνα μεταπεμπομένης τῆς Ἰσμηνοδώρας· ἐπέτεινε γὰρ ἡ ταραχή, καὶ τῶν γυμνασιάρχων[*](*: γυμνασιαρχῶν ) ἦν διαφορά, τοῦ μὲν οἰομένου δεῖν τὸν Βάκχωνα ἀπαιτεῖν τοῦ δὲ πολυπραγμονεῖν οὐκ ἐῶντος. ὁ μὲν οὖν Ἀνθεμίων ἀναστὰς ἐβάδιζεν· ὁ δὲ πατὴρ τὸν Πεμπτίδην ὀνομαστὶ προσαγορεύσας μεγάλου μοι δοκεῖς ἅπτεσθαι εἶπεν καὶ παραβόλου πράγματος, ὦ Πεμπτίδη, μᾶλλον δʼ ὅλως τὰ ἀκίνητα[*](τἀκίνητα?)

κινεῖν τῆς περὶ θεῶν δόξης ἣν ἔχομεν, περὶ ἑκάστου λόγον ἀπαιτῶν καὶ ἀπόδειξιν· ἀρκεῖ γὰρ ἡ πάτριος καὶ παλαιὰ πίστις, ἧς οὐκ ἔστιν εἰπεῖν οὐδʼ ἀνευρεῖν τεκμήριον ἐναργέστερον
οὐδʼ εἰ διʼ ἄκρας τὸ σοφὸν εὕρηται φρενός[*](διʼ ἃκρων - φρενῶν idem),
[*](Eur. Bacch. 203) ἀλλʼ ἕδρα τις αὕτη καὶ βάσις ὑφεστῶσα κοινὴ πρὸς εὐσέβειαν, ἐὰν ἐφʼ ἑνὸς ταράττηται καὶ σαλεύηται τὸ βέβαιον αὐτῆς καὶ νενομισμένον, ἐπισφαλὴς γίγνεται πᾶσι καὶ ὕποπτος. ἀκούεις δὲ δήπου τὸν Εὐριπίδην, ὡς ἐθορυβήθη ποιησάμενος ἀρχὴν τῆς Μελανίππης ἐκείνης,
Ζεύς, ὅστις ὁ Ζεύς[*](ὅστις ὁ Ζεὺς Lucianus (Iov. Trag. 41)), οὐ γὰρ οἶδα πλὴν λόγῳ,
[*](Nauck. p. 510) μεταλαβὼν δὲ χορὸν[*](δὲ χορὸν Sauppius: διʼ ἔχθρὸν ) ἄλλον ἐθάρρει δʼ[*](ib. δʼ *) ὡς ἔοικε τῷ δράματι γεγραμμένῳ πανηγυρικῶς καὶ περιττῶς[*](τῷ δράματι γεγραμμμένῳ πανηγυρικῶς καὶ περιττῶς] locum singularem Nauckius omisit) ἤλλαξε τὸν στίχον ὡς νῦν γέγραπται
Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο.
[*](Nauck. p. 511) τί οὖν διαφέρει τὴν περὶ τοῦ Διὸς δόξαν ἢ τῆς Ἀθηνᾶς ἢ τοῦ Ἔρωτος εἰς ἀμφίβολον τῷ λόγῳ[*](τῷ λόγῳ] respicitur ad λόγῳ versus Euripidei (lib. 12)) θέσθαι ἢ καὶ ἄδηλον[*](ἢ καὶ ἂδηλον] i. e. ἢ καὶ εἰς ἄδηλον); οὐ γὰρ νῦν αἰτεῖ πρῶτον βωμὸν ὁ Ἔρως καὶ θυσίαν οὐδʼ ἔπηλυς ἔκ τινος βαρβαρικῆς δεισιδαιμονίας, ὥσπερ Ἄτται τινὲς καὶ
Ἀδώνιοι[*](em. Bergkius: ἀδωναῖοι ) λεγόμενοι, διʼ ἀνδρογύνων καὶ γυναικῶν παραδύεται κρύφα[*](κρύφα Aldina: καὶ κρύφα ) τιμὰς οὐ προσηκούσας καρπούμενος, ὥστε παρεισγραφῆς δίκην φεύγειν καὶ νοθείας τῆς ἐν θεοῖς. ἀλλʼ ὅταν Ἐμπεδοκλέους[*](Ἐμπεδοκλέους] Mullach. 1 p. 3 vs. 81) ἀκούσῃς λέγοντος, ὦ ἑταῖρε,
  1. καὶ Φιλότης ἐν τοῖσιν ἴση μῆκός τε πλάτος τε,
  2. τὴν σὺ[*](σὺ X: σὺν ) νόῳ δέρκου[*](δέρκευ Clemens Alex. (p. 653 Pott.): δέρκου ), μηδʼ ὄμμασιν ἧσο τεθηπώς·
ταῦτʼ οἴεσθαι χρὴ λέγεσθαι περὶ Ἔρωτος· οὐ γάρ ἐστιν ὁρατὸς ἀλλὰ δοξαστὸς ἡμῖν ὁ θεὸς οὗτος ἐν τοῖς πάνυ παλαιοῖς· ὧν ἂν περὶ ἑκάστου τεκμήριον ἀπαιτῇς, παντὸς ἁπτόμενος ἱεροῦ καὶ παντὶ βωμῷ σοφιστικὴν ἐπάγων πεῖραν, οὐδένʼ ἀσυκοφάντητον οὐδʼ ἀβασάνιστον ἀπολείψεις πόρρω γὰρ οὐκ ἄπειμι
  1. τὴν δʼ Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός;
    [*](Nauck. p. 648)
  1. ἥδʼ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσʼ ἔρον,
  2. οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόνʼ ἔκγονοι.
  3. [*](Eur. Hipp. 449. 450)
ζείδωρον γὰρ αὐτὴν Ἐμπεδοκλῆς εὔκαρπον δὲ Σοφοκλῆς[*](Σοφοκλῆς] Nauck. p. 310) ἐμμελῶς πάνυ καὶ πρεπόντως ὠνόμασαν. ἀλλʼ ὅμως τὸ μέγα τοῦτο καὶ θαυμαστὸν Ἀφροδίτης μὲν ἔργον Ἔρωτος δὲ πάρεργόν ἐστιν Ἀφροδίτῃ συμπαρόντος· μὴ συμπαρόντος δὲ κομιδῇ τὸ γιγνόμενον ἄζηλον ἀπολείπεται καὶ ἄτιμον κἄφιλον[*](cf. Aesch. Choeph. 295). ἀνέραστος γὰρ ὁμιλία καθάπερ πεῖνα καὶ δίψα πλησμονὴν ἔχουσα πέρας εἰς οὐδὲν ἐξικνεῖται καλόν·
ἀλλʼ ἡ θεὸς Ἔρωτι τὸν κόρον ἀφαιροῦσα τῆς ἡδονῆς φιλότητα ποιεῖ καὶ σύγκρασιν. διὸ Παρμενίδης[*](Παρμενίδης] Mullach. 1 p. 128 vs. 132) μὲν ἀποφαίνει τὸν Ἔρωτα τῶν Ἀφροδίτης ἔργων πρεσβύτατον, ἐν τῇ κοσμογονίᾳ γράφων
πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσατο πάντων.
Ἡσίοδος[*](Ἡσίοδος] Theog. 120) δὲ φυσικώτερον ἐμοὶ δοκεῖ ποιεῖν Ἔρωτα[*](malim τὸν Ἐρωτα ) πάντων προγενέστατον, ἵνα πάντα διʼ ἐκεῖνον μετάσχῃ γενέσεως. ἂν οὖν τὸν Ἔρωτα τῶν νενομισμένων τιμῶν ἐκβάλλωμεν, οὐδʼ αἱ[*](οὐδʼ αἱ *: οὐδὲ ) τῆς Ἀφροδίτης κατὰ χώραν μενοῦσιν. οὐδὲ γὰρ τοῦτʼ ἔστιν εἰπεῖν, ὅτι τῷ μὲν Ἔρωτι λοιδοροῦνταί τινες ἀπέχονται δʼ[*](ἀπέχονται δʼ Schellensius: ἀλλὰ ἀπέχονται ) ἐκείνης, ἀλλʼ ἀπὸ μιᾶς σκηνῆς ἀκούομεν
ἔρως γὰρ ἀργὸν κἀπὶ[*](κἀπὶ X: καὶ ἐπὶ ) τοιούτοις ἔφυ·
[*](Nauck. 455) καὶ πάλιν
  1. ὦ παῖδες, ἥ τοι Κύπρις[*](ἥ τοι Κύπρις Stobaeus (63, 6): 9 E 11 B) οὐ Κύπρις μόνον,
  2. [*](Nauck. p. 329)
  3. ἀλλʼ ἔστι πολλῶν ὀνομάτων ἐπώνυμος[*](αἰτιώνυμος BE).
  4. ἔστιν μὲν Ἅιδης, ἔστι δʼ ἄφθιτος βία,
  5. ἔστιν δὲ λύσσα μανιάς[*](μανιὰς Porson: μανίας )·
ὥσπερ οὐδὲ τῶν ἄλλων θεῶν σχεδὸν ἀλοιδόρητος οὐδεὶς ἐκπέφευγε τὴν εὐλοιδόρητον[*](M: ἀλοιδόρητον ) ἀμαθίαν. σκόπει δὲ τὸν Ἄρην καθάπερ ἐν πίνακι χαλκῷ τὴν
ἀντικειμένην ἐκ διαμέτρου τῷ Ἔρωτι χώραν ἔχοντα[*](em. R: ἔχοντι ) πηλίκας εἴληχε τιμὰς ὑπʼ ἀνθρώπων καὶ πάλιν ὅσα κακῶς ἀκούει,
  1. τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδʼ ὁρῶν Ἄρης[*](Nauck. p. 308)
  2. συὸς προσώπῳ πάντα τυρβάζει κακά[*](καλὰ R praeter necessitatem).
καὶ μιαιφόνον[*](μιαιφόνον] Hom. E 31. Φ 402) Ὅμηρος αὐτὸν καλεῖ καὶ ἀλλοπρόσαλλον[*](ἀλλοπρόσαλλον] idem ib. 831. 889) ὁ δὲ Χρύσιππος ἐξηγούμενος τοὔνομα τοῦ θεοῦ κατηγορίαν ποιεῖ καὶ διαβολήν· ἀναιρεῖν[*](ἀναιρεῖν] ἔριν conieceram in Symb. Nunc malim ἀναίρεσιν cum Petersenio cf. Clem. Alex. p. 24 et 56 Pott. Heraclit. Allegor. ed. Mehler c. 31 ubi Ἀρης est πόλεμος παρὰ τὴν ἀρὴν ὠνομασμένος (cf. et c. 69).) γὰρ εἶναι τὸν Ἄρην φησίν, ἀρχὰς διδοὺς τοῖς τὸ μαχητικὸν ἐν ἡμῖν καὶ διάφορον καὶ θυμοειδὲς Ἄρην κεκλῆσθαι νομίζουσιν. ἕτεροι δʼ αὖ φήσουσι τὴν Ἀφροδίτην ἐπιθυμίαν εἶναι καὶ τὸν Ἑρμῆν λόγον καὶ τέχνας τὰς Μούσας καὶ φρόνησιν τὴν Ἀθηνᾶν. ὁρᾷς δήπου τὸν ὑπολαμβάνοντα βυθὸν ἡμᾶς ἀθεότητος, ἂν εἰς πάθη καὶ δυνάμεις καὶ ἀρετὰς διαγράφωμεν ἕκαστον τῶν θεῶν;

ΑΥΤΟΒΟΥΛΟΣ.ὁρῶ εἶπεν ὁ Πεμπτίδης ἀλλʼ οὔτε πάθη τοὺς θεοὺς ποιεῖν ὅσιον οὔτε αὖ πάλιν τὰ πάθη θεοὺς νομίζειν καὶ ὁ πατήρ τί οὖν ἔφη τὸν Ἄρην, θεὸν εἶναι νομίζεις ἢ πάθος ἡμέτερον; ἀποκριναμένου δὲ τοῦ Πεμπτίδου θεὸν ἡγεῖσθαι τὸν Ἄρην κοσμοῦντα τὸ θυμοειδὲς ἡμῶν καὶ ἀνδρῶδες; ἀνακραγὼν ὁ πατήρ εἶτʼ ἔφη τὸ μὲν παθητικόν,

ὦ Πεμπτίδη, καὶ πολεμικὸν καὶ ἀντίπαλον θεὸν ἔχει, τὸ δὲ φιλητικὸν καὶ κοινωνικὸν καὶ συνελευστικὸν ἄθεόν ἐστι; καὶ κτείνοντας μὲν ἄρα καὶ κτεινομένους ἀνθρώπους ὅπλα τε καὶ βέλη καὶ τειχομαχίας καὶ λεηλασίας ἔστι τις ἐφορῶν καὶ βραβεύων θεὸς Ἐνυάλιος καὶ Στράτιος· πάθους δὲ γάμου καὶ[*](πειθοῦς δὲ καὶ γάμου R) φιλότητος εἰς ὁμοφροσύνην καὶ κοινωνίαν τελευτώσης οὐδεὶς θεῶν μάρτυς οὐδʼ ἐπίσκοπος οὐδʼ ἡγεμὼν ἢ συνεργὸς ἡμῖν γέγονεν; ἀλλὰ δορκάδας μὲν θηρεύουσι καὶ λαγωοὺς καὶ ἐλάφους ἀγρότερός τις συνεπιθωΰσσει καὶ συνεξορμᾷ θεός, εὔχονται δʼ Ἀρισταίῳ δολοῦντες ὀρύγμασι καὶ βρόχοις λύκους καὶ ἄρκτους[*](cf. Callimach. ed. Schneid. p. 786),
ὃς πρῶτος θήρεσσιν ἔπηξε ποδάγρας·
ὁ δʼ Ἡρακλῆς ἕτερον θεὸν παρακαλεῖ μέλλων, ἐπὶ τὸν ὄρνιν αἴρεσθαι τὸ τόξον, ὡς Αἰσχύλος φησίν,
ἀγρεὺς δʼ Ἀπόλλων ὀρθὸν ἰθύνοι[*](εὐθύνοι idem) βέλος·
[*](Nauck. p. 67) ἀνδρὶ δὲ τὸ κάλλιστον ἐπιχειροῦντι θήραμα φιλίαν ἑλεῖν οὔτε θεὸς οὔτε δαίμων ἀπευθύνει καὶ συνεφάπτεται τῆς ὁρμῆς; ἐγὼ μὲν γὰρ οὐδὲ δρυὸς οὐδὲ μορίας οὐδʼ ἣν Ὅμηρος[*](Ὁμηρος] ε 69) ἡμερίδα σεμνύνων προσεῖπεν ἀκαλλέστερον ἔρνος οὐδὲ φαυλότερον ἡγοῦμαι φυτὸν ἄνθρωπον, ὦ φίλε Δαφναῖε, βλαστήσεως ὁρμὴν ἔχοντα διαφαίνουσαν ὥραν[*](ὥραν R: ὥρα ) καὶ κάλλος ἅμα σώματος καὶ ψυχῆς.