Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ποιεῖ δʼ εὔχαρι σκῶμμα καὶ μέμψις ἐμφαίνουσα χάριν, ὡς Διογένης περὶ Ἀντισθένους ἔλεγεν

  1. ὅς με ῥάκη[*](ῥάκη] κάρη mei) τʼ ἤμπισχε κἀξηνάγκασεν
  2. [*](Nauck p. 914)
  3. πτωχὸν γενέσθαι κἀκ δόμων ἀνάστατον.
οὐ γὰρ ἂν ὁμοίως πιθανὸς ἦν λέγων ὅς με σοφὸν καὶ αὐτάρκη[*](malim καὐτάρκη) καὶ μακάριον ἐποίησε καὶ ὁ Λάκων ἄκαπνα ξύλα τῷ γυμνασιάρχῳ παρασχόντι προσποιούμενος ἐγκαλεῖν, ἔλεγε διʼ ὃν οὐδʼ ἀποδακρῦσαι γέγονεν ἡμῖν[*](ἐν ἡμῖν mei). καὶ ὁ[*](καὶ ὁ Madvigius: καὶ) τὸν δειπνίζοντα καθʼ ἡμέραν ἀνδραποδιστὴν καλῶν καὶ τύραννον, διʼ ὃν ἐτῶν τοσούτων οὐχ ἑώρακε τὴν ἑαυτοῦ τράπεζαν. καὶ ὁ λέγων ὑπὸ τοῦ βασιλέως ἐπιβεβουλευμένος ἀφῃρῆσθαι τὴν σχολὴν καὶ τὸν ὕπνον, πλούσιος γεγονὼς ἐκ πένητος. καὶ εἴ τις ἀντιστρέψας αἰτιῷτο τοὺς Αἰσχύλου Καβείρους
ὄξους σπανίζειν δῶμα
[*](Nauck. p. 32) ποιήσαντας, ὥσπερ αὐτοὶ παίζοντες ἠπείλησαν[*](post ἠπείλησαν reponendum locum de Epaminonda p. 633 e censet W). ἅπτεται γὰρ ταῦτα μᾶλλον ἔχοντα δριμυτέραν χάριν, ὥστε μὴ προσίστασθαι μηδὲ λυπεῖν τοὺς ἐπαινουμένους.

δεῖ δὲ τὸν ἐμμελῶς σκώμματι χρησόμενον εἰδέναι καὶ νοσήματος διαφορὰν πρὸς ἐπιτήδευμα, λέγω δὲ φιλαργυρίας καὶ φιλονεικίας πρὸς φιλομουσίαν καὶ φιλοθηρίαν· ἐπʼ ἐκείνοις μὲν γὰρ ἄχθονται σκωπτόμενοι, πρὸς ταῦτα δʼ ἡδέως ἔχουσιν.

οὐκ ἀηδῶς γοῦν Δημοσθένης ὁ Μιτυληναῖος, φιλῳδοῦ τινος καὶ φιλοκιθαριστοῦ θύραν κόψας, ὑπακούσαντος αὐτοῦ καὶ κελεύσαντος εἰσελθεῖν ἂν πρῶτον ἔφη τὴν κιθάραν δήσῃς. ἀηδῶς δʼ ὁ τοῦ Λυσιμάχου[*](em. Basileensis: λυσίου) παράσιτος, ἐμβαλόντος αὐτοῦ σκορπίον ξύλινον εἰς τὸ ἱμάτιον, ἐκταραχθεὶς καὶ ἀναπηδήσας, ὡς ᾔσθετο τὴν παιδιάν, κἀγώ σε φησὶν ἐκφοβῆσαι βούλομαι, ὦ βασιλεῦ· δός μοι τάλαντον.

εἰσὶ δὲ καὶ περὶ τὰ σωματικὰ τοιαῦται διαφοραὶ τῶν πολλῶν· οἷον εἰς γρυπότητα καὶ σιμότητα σκωπτόμενοι γελῶσιν, ὡς ὁ Κασάνδρου φίλος; οὐκ ἠχθέσθη τοῦ Θεοφράστου πρὸς αὐτὸν εἰπόντος θαυμάζω σου τοὺς ὀφθαλμοὺς, ὅτι οὐκ ᾅδουσι, τοῦ μυκτῆρος; αὐτοῖς ἐνδεδωκότος καὶ ὁ Κῦρος ἐκέλευσε τὸν γρυπὸν σιμὸν ἀγαγέσθαι γύναιον[*](σιμὸν ἀγ. γύναιον addidi ex Cyrop. 8, 4, 21), οὕτω γὰρ ἐφαρμόσειν. εἰς δὲ δυσωδίαν μυκτῆρος ἢ στόματος ἄχθονται σκωπτόμενοι· καὶ πάλιν εἰς φαλακρότητα πράως φέρουσιν, εἰς δὲ πήρωσιν ὀφθαλμῶν ἀηδῶς. καὶ γὰρ Ἀντίγονος αὐτὸς μὲν ἑαυτὸν εἰς τὸν ὀφθαλμὸν ἔσκωπτε· καί ποτε λαβὼν ἀξίωμα μεγάλοις γράμμασι γεγραμμένον ταυτὶ μέν ἔφη καὶ τυφλῷ δῆλα Θεόκριτον δὲ τὸν Χῖον ἀπέκτεινεν, ὅτι φήσαντός τινος τοῖς ὀφθαλμοῖς ἂν βασιλέως παραγένῃ, σωθήσῃ·ἀλλά μοι εἶπεν ἀδύνατον λέγεις τοῦτʼ αὐτὸ τὴν σωτηρίαν[*](φήσαντός τινος - σωτηρίαν *: φήσαντος τῆ ὀφθαλμοὺς ἂν 5 Vd 7 E ραγένηι σωθῆ ἀλλʼ ἅμα εἶπεν ἀδυνάτου τὰ ὑπὸ τὴν ὀριαν). Λέων[*](Λέων Basileensis. Sed potius vid. supplendum: ὁ [δὲ Λέων ὁ] Βυζάντιος)

Βυζάντιος, εἰπόντος Πασιάδου πρὸς αὐτὸν, ὀφθαλμισθῆναι διʼ[*](διʼ X: δὲ) αὐτοῦ τοὺς ὀφθαλμούς ἀσθένειαν ἔφη σώματος ὀνειδίζεις, νέμεσιν οὐχ ὁρῶν ἐπὶ τῶν ὤμων βαστάζοντά σου τὸν υἱόν· εἶχε δὲ κυρτὸν ὁ Πασιάδης υἱόν. ἠγανάκτησε δὲ καὶ Ἄρχιππος, ὁ δημαγωγὸς τῶν Ἀθηναίων, ὑπὸ Μελανθίου σκωφθεὶς εἰς τὸ κυρτόν· ἔφη γὰρ αὐτὸν ὁ Μελάνθιος οὐ προεστάναι τῆς πόλεως ἀλλὰ προκεκυφέναι[*](em. Amyotus: κεκυφέναι). τινὲς δὲ ταῦτα πράως καὶ μετρίως φέρουσιν, ὥσπερ ὁ φίλος τοῦ Ἀντιγόνου τάλαντον αἰτήσας καὶ μὴ λαβὼν ᾔτησε προπομποὺς καὶ φύλακας ὅπως ἔφη μὴ ἐπιβουλευθῶ προστάξας[*](προστάξας] προσέτι δόξας W) κατʼ ὤμου τὸ τάλαντον φέρειν. οὕτω μὲν[*](μὲν] μὲν οὖν?) περὶ τὰ ἐκτὸς ἔχουσι διὰ τὴν ἀνωμαλίαν ἄλλοι γὰρ ἐπʼ ἄλλοις ἄχθονται. Ἐπαμεινώνδας μετὰ τῶν συναρχόντων ἑστιώμενος ἐπέπινεν ὄξος, καὶ πυνθανομένων εἰ πρὸς ὑγίειαν ἀγαθόν, οὐκ οἶδʼ εἶπεν, ὅτι μέντοι πρὸς τὸ μεμνῆσθαι τῆς οἴκοι διαίτης ἀγαθόν, ἐπίσταμαι. διὸ δεῖ καὶ πρὸς τὰς φύσεις καὶ τὰ ἤθη σκοποῦντα ταῖς παιδιαῖς χρῆσθαι, πειρώμενον ἀλύπως καὶ κεχαρισμένως ἑκάστοις ὁμιλεῖν.

ὁ δʼ ἔρως τὰ τʼ ἄλλα ποικιλώτατός ἐστι, καὶ τοῖς σκώμμασιν οἱ μὲν ἄχθονται καὶ ἀγανακτοῦσιν οἱ δὲ χαίρουσι. δεῖ δʼ εἰδέναι τὸν καιρόν· ὡς γὰρ τὸ πῦρ[*](πῦρ] πνεῦμα R) ἐν ἀρχῇ μὲν ἀποσβέννυσι τὸ πνεῦμα[*](πνεῦμα] πῦρ idem) διὰ τὴν ἀσθένειαν αὐξηθέντι δὲ τροφὴν παρέχει

καὶ ῥώμην, οὕτω φυόμενος ὁ ἔρως ἔτι καὶ λανθάνων δυσκολαίνει καὶ ἀγανακτεῖ πρὸς τοὺς ἀποκαλύπτοντας, ἐκλάμψας δὲ καὶ διαφανεὶς τρέφεται καὶ προσγελᾷ τοῖς σκώμμασι φυσώμενος. ἥδιστα δὲ σκώπτονται, παρόντων τῶν ἐρωμένων, εἰς αὐτὸ τὸ ἐρᾶν εἰς ἄλλο δʼ οὐδέν. ἐὰν δὲ καὶ γυναικῶν ἐρῶντες ἰδίων τύχωσιν ἢ νεανίσκων φιλοκάλων ἔρωτα γενναῖον, παντάπασι γάνυνται καὶ καλλωπίζονται τῷ σκώπτεσθαι πρὸς αὐτούς. διὸ καὶ Ἀρκεσίλαος, ἐν τῇ σχολῇ τοιαύτης μεταδόσεως[*](μεταδόσεως] ὑποθέσεως M. θέσεως R. μεταξὸ θέσεως W) αὐτῷ γενομένης ὑπό τινος τῶν ἐρωτικῶν δοκεῖ μοι μηδὲν ἅπτεσθαι μηδενός·οὐδὲ[*](οὐδὲ Turnebus: ὁ δὲ) σὺ τοίνυν ἔφη τοῦδʼ ἅπτῃ; δείξας τινὰ τῶν καλῶν καὶ ὡραίων παρακαθήμενον.

ἤδη δὲ καὶ τὸ τῶν παρόντων σκεπτέον· ἃ γὰρ ἐν φίλοις καὶ συνήθεσιν ἀκούοντες γελῶσι, ταῦτα δυσχεραίνουσιν, ἂν λέγηται πρὸς αὐτοὺς τῆς γαμετῆς παρούσης ἢ τοῦ πατρὸς ἢ τοῦ καθηγητοῦ, πλὴν ἂν μή τι κεχαρισμένον τῶν λεγομένων[*](τὸ λεγόμενον idem) ἐκείνοις· οἷον ἄν τις[*](τις X: 2 Vd 6 E) σκώπτηται τοῦ φιλοσόφου παρόντος εἰς ἀνυποδησίαν ἢ νυκτογραφίαν, ἢ τοῦ πατρὸς ἀκούοντος εἰς μικρολογίαν, ἢ τῆς γυναικὸς παρούσης[*](παρούσης] om. mei) εἰς τὸ ἀνέραστον ἑτέρων ἐκείνης δὲ δοῦλον καὶ θεραπευτικόν, ὡς ὁ Τιγράνης[*](Τιγράνης] Cyrop. 3, 1, 43) ὑπὸ τοῦ Κύρου τί δʼ, ἂν σʼ ἡ γυνὴ σκευοφοροῦντα ἀκούσῃ;ἀλλʼ οὐκ ἀκούσεταιεἶπεν ὄψεται δʼ αὐτὴ παροῦσα.