Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

μέγα μὲν οὖν ἔφην ἐγώ, ἀλλʼ ὅρα καὶ αὐτὸς ὁ Ξενοφῶν ἔν τε τῷ Σωκρατικῷ καὶ τοῖς Περσικοῖς ἐπιδείκνυσι συμποσίοις τὸ γένος. εἰ δὲ δοκεῖ καὶ ἡμᾶς ἐπιθέσθαι τινὶ λόγῳ, πρῶτον ἡδέως ἐρωτᾶσθαί μοι δοκοῦσιν ἃ ῥᾳδίως ἀποκρίνασθαι[*](malim ἀποκρίνεσθαι) δύνανται· ταῦτα δʼ ἐστὶν ὧν ἐμπειρίαν ἔχουσιν. ὁἱ γὰρ ἀγνοοῦσιν, ἢ μὴ[*](ἢ μὴ Iannotius: οἱ μὴ) λέγοντες ἄχθονται καθάπερ αἰτηθέντες ὃ δοῦναι μὴ δύνανται, ἢ λέγοντες ἀπὸ δόξης καὶ εἰκασίας οὐ βεβαίου διαταράσσονται καὶ κινδυνεύουσιν[*](κινδυνεύουσιν] corr. vid. συνδιανεύουσιν i. e. ἀμφιγνοοῦσιν, ἀμφιβάλλουσιν). ἂν δὲ μὴ μόνον ἔχῃ τὸ ῥᾴδιον ἀλλὰ καὶ[*](καὶ] καὶ τὸ R) περιττὸν ἡ ἀπόκρισις, ἡδίων ἐστὶ τῷ ἀποκρινομένῳ περιτταὶ[*](em. R: περιττοὶ) δʼ εἰσὶν αἱ τῶν ἐπισταμένων ἃ μὴ πολλοὶ γιγνώσκουσιν μηδʼ ἀκηκόασιν; οἷον ἀστρολογικῶν, διαλεκτικῶν, ἄνπερ ἕξιν ἐν αὐτοῖς ἔχωσιν. οὐ γὰρ πράττων μόνον ἕκαστος οὐδὲ διημερεύων, ὡς Εὐριπίδης[*](Εὐριπίδης] Nauck p. 413) φησίν, ἀλλὰ καὶ διαλεγόμενος

ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν
ἡδέως διατίθεται· καὶ χαίρουσι τοῖς ἐρωτῶσιν ἃ γιγνώσκοντες ἀγνοεῖσθαι καὶ λανθάνειν οὐ θέλουσι. διὸ καὶ περὶ χώρας ἀποίκου καὶ ξένης θαλάττης ἐθῶν τε βαρβαρικῶν καὶ νόμων οἱ πεπλανημένοι καὶ πεπλευκότες ἣδιον ἐρωτῶνται, καὶ προθύμως διηγοῦνται καὶ διαγράφουσι κόλπους καὶ τόπους, οἰόμενοι καὶ χάριν τινὰ τῶν πόνων ταύτην καὶ παραμυθίαν κομίζεσθαι. καθόλου δʼ ὅσα μηδενὸς
ἐρωτῶντος αὐτοὶ διηγεῖσθαι καὶ λέγειν ἀφʼ ἑαυτῶν εἰώθαμεν, ἣδιον ἐρωτώμεθα, χαρίζεσθαι τούτοις δοκοῦντες; ὧν ἔργον ἦν ἐνοχλουμένων ἀποσχέσθαι. καὶ τοῦτο μὲν ἐν τοῖς πλωτικοῖς μάλιστα φύεται τὸ γένος τοῦ[*](τοῦτο mei) νοσήματος· οἱ δὲ κομψότεροι ταῦτʼ ἐρωτᾶσθαι θέλουσιν ἃ βουλόμενοι λέγειν αἰδοῦνται καὶ φείδονται τῶν παρόντων· οἷον ὅσα τυγχάνουσιν αὐτοὶ διαπεπραγμένοι καὶ κατωρθωκότες. ὀρθῶς γοῦν ὁ Νέστωρ τὴν φιλοτιμίαν τοῦ Ὀδυσσέως ἐπιστάμενος
  1. εἴπʼ ἄγε μʼ[*](ib. *: εἶπʼ ἄγʼ ἐμʼ), ὦ πολύαινʼ Ὀδυσεῦ ʽ φησἴ, μέγα κῦδος Ἀχαιῶν,
  2. [*](Hom. K 544)
  3. ὅππως[*](ὅππως *: ὅπως δὴ) τούσδʼ ἵππους λάβετον.
ἄχθονται γὰρ τοῖς αὑτοὺς[*](αὐτοὺς iidem) ἐπαινοῦσι καὶ τὰς ἑαυτῶν εὐτυχίας διεξιοῦσιν, ἂν μὴ κελεύσῃ ἄλλος τις[*](malim τις ἂλλος) τῶν παρόντων καὶ οἷον βιαζόμενοι[*](καὶ οἶον βιαζόμενοι *: 7-8 Vd 9 E ζόμενοι) λέγωσι. ἡδέως γοῦν ἐρωτῶνται περὶ πρεσβειῶν καὶ περὶ πολιτειῶν εἰ μέγα[*](ἡδέως - μέγα Turnebus: 5-6 Vd 9 E γοῦν ἐρωτῶνται 4-5 Vd 9 E πρεσβείων καὶ 5-6 Vd 7 E πολιτειῶν 3-4 Vd 5 E μέγα) τι καὶ λαμπρὸν εἰργασμένοι τυγχάνουσιν. ὅθεν ἣκιστα περὶ τούτων οἱ[*](οἱ] ὡς mei) φθονεροὶ καὶ κακοήθεις ἐρωτῶσι, κἂν ἄλλος τις ἔρηται[*](ἄλλος τις ἔρηται Cobetus: ἄλλο 6 Vd 7 E ται) τὰ τοιαῦτα, διακρούονται καὶ παρατρέπουσι, χώραν τῇ διηγήσει μὴ, διδόντες μηδὲ βουλόμενοι λόγου τὸν λέγοντα κοσμοῦντος ἀφορμὰς προέσθαι. καὶ ταῦτʼ οὖν ἐρωτῶντες
χαρίζεσθαι[*](χαρίζονται M. Malim ἐρωτῶντας ἔστι χαρίζεσθαι) τοῖς ἀποκρινομένοις, ἃ τοὺς ἐχθροὺς καὶ δυσμενεῖς αἰσθάνονται μὴ βουλομένους ἀκούειν.

καὶ μὴν ὃ γʼ Ὀδυσσεὺς τῷ Ἀλκινόῳ[*](Ἀλκίνῳ?)

  1. σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο[*](ἐπετέτραπτο mei) στονόεντα[*](Hom. ι 12)
  2. εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
καὶ πρὸς τὸν χορὸν ὁ Οἰδίπους
δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖνʼ, ἐπεγείρειν[*](ἐπεγείρειν X ex Sophocle: 3-4 Vd 6 E γειρεν).
[*](Soph. O C 510) ὁ δʼ Εὐριπίδης τοὐναντίον
ὡς ἡδὺ μεμνῆσθαι[*](μεμνῆσθαι *: 4 Vd 8 E; nihil aliud nisi μεμνῆσθαι supplendum esse et lac. ostendit et verba proxima) πόνων
---[*](lac. 25 Vd 36 E. Fort. τῷ ʼσωθέντιʼ μόνον εἴρηκεν ἀλλʼ οὐ τοῖς ἔτι cett.) οὐ τοῖς ἔτι πλανωμένοις καὶ κακὰ[*](καὶ κακὰ] καινὰς mei. κἀνίας?) φέρουσι. τῶν οὖν κακῶν φυλακτέον ἐστὶ τὰς ἐρωτήσεις· ἀνιῶνται γὰρ διηγούμενοι καταδίκας αὑτῶν ἢ ταφὰς παίδων ἤ τινας κατὰ γῆν οὐκ εὐτυχεῖς ἢ κατὰ θάλατταν ἐμπορίας. τὸ δὲ πῶς εὐημέρησαν ἐπὶ βήματος [*](post βήματος suppleverim ἢ πρεσβεύσαντες εὐτύχησαν cf. Macrob. 7, 2, 11) ἢ προσηγορεύθησαν ὑπὸ τοῦ βασιλέως ἢ τῶν ἄλλων περιπεσόντων χειμῶσιν ἢ λῃσταῖς αὐτοὶ διέφυγον τὸν κίνδυνον, ἡδέως ἐρωτῶνται πολλάκις, καὶ τρόπον τινὰ τῷ λόγῳ τοῦ πράγματος ἀπολαύοντες ἀπλήστως ἔχουσι τοῦ διηγεῖσθαι καὶ μνημονεύειν. χαίρουσι δὲ καὶ περὶ φίλων εὐτυχούντων ἐρωτώμενοι καὶ περὶ παίδων προκοπτόντων ἐν
μαθήμασιν[*](μαθήμασιν ἢ *: μαθήμασι) ἢ συνηγορίαις ἢ φιλίαις βασιλέων. ἐχθρῶν δὲ καὶ δυσμενῶν ὀνείδη καὶ βλάβας καὶ καταδίκας ἐξελεγχθέντων καὶ σφαλέντων ἣδιον ἐρωτώμενοι καὶ προθυμότερον ἐξαγγέλλουσιν αὐτοὶ δʼ ἀφʼ αὑτῶν ὀκνοῦσι φυλαττόμενοι δόξαν ἐπιχαιρεκακίας. ἥδιον δὲ καὶ περὶ κυνῶν ἄνδρα θηρευτικὸν ἐρωτᾶν καὶ φιλαθλητὴν περὶ γυμνικῶν ἀγώνων καὶ περὶ καλῶν ἐρωτικόν. ὁ δʼ εὐσεβὴς καὶ φιλοθύτης διηγηματικὸς ὀνείρων, καὶ ὅσα χρησάμενος ἢ φήμαις ἢ ἱεροῖς ἢ θεῶν εὐμενείᾳ κατώρθωσεν, ἡδέως ἂν καὶ περὶ τούτων ἐρωτῷτο[*](ἐρωτῷτο Duebnerus: ἐρωτῶνται mei. ἐρωτῷτο ἂν S). τοῖς δὲ πρεσβύταις, κἂν μηδὲν ἡ διήγησις ᾖ προσήκουσα, πάντως οἱ ἐρωτῶντες χαρίζονται καὶ κινοῦσι βουλομένους.
  1. ὦ Νέστορ Νηληιάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες,[*](Hom. γ 247)
  2. πῶς ἔθανʼ Ἀτρείδης; ---[*](puncta add. Duebnerus)
  3. ποῦ Μενέλαος ἔην[*](ἦν mei); ---[*](puncta add. Duebnerus)
  4. [*](ἡ *: ἢ) οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ;
πολλὰ ἐρωτῶν ἅμα καὶ πολλῶν λόγων ἀφορμὰς προσιέμενος[*](προιέμενος R), οὐχ, ὥσπερ ἔνιοι, συστέλλοντες εἰς τἀναγκαῖον[*](τἀναγκαῖον *: τὸ ἀναγκαῖον) αὐτὸ καὶ συνελαύνοντες τὰς ἀποκρίσεις ἀφαιροῦνται τῆς γεροντικῆς διατριβῆς τὸ ἥδιστον. ὅλως δʼ οἱ θέλοντες εὐφραίνειν μᾶλλον ἢ λυπεῖν τοιαύτας ἐρωτήσεις προφέρονται, ὧν ταῖς ἀποκρίσεσιν οὐ ψόγος ἀλλʼ ἔπαινος, οὐδὲ μῖσος ἢ νέμεσις ἀλλʼ εὔνοια καὶ χάρις ἕπεται παρὰ τῶν ἀκουσάντων. ταῦτα μὲν οὖν τὰ περὶ τὰς ἐρωτήσεις.

σκώμματος δὲ τῷ μὴ δυναμένῳ μετʼ εὐλαβείας καὶ τέχνης κατὰ καιρὸν ἅπτεσθαι παντάπασιν ἀφεκτέον ὥσπερ γὰρ[*](γὰρ] om. mei) οἱ ἐν ὀλισθηρῷ τόπῳ, κἂν θίγωσιν ἐκ παραδρομῆς μόνον, ἀνατρέπουσιν, οὕτως ἐν οἴνῳ πρὸς πᾶσαν ἀφορμὴν λόγου μὴ κατὰ σχῆμα γιγνομένην ἐπισφαλῶς ἔχομεν. τοῖς δὲ σκώμμασιν ἔστιν ὅτε μᾶλλον ἢ ταῖς λοιδορίαις ἐκκινούμεθα, τὸ μὲν ὑπʼ ὀργῆς πολλάκις ἀβουλήτως ὁρῶντες γιγνόμενον, τὸ δʼ ὡς οὐκ ἀναγκαῖον ἀλλʼ ἔργον ὕβρεως καὶ κακοηθείας προβαλλόμενοι· καὶ καθόλου διαλέγεσθαι τοῖς ---[*](lac. 6-7 Vd E. τοῖς διαλέγεσθαι δεινοῖς W. τοῖς διαλέγεσθαι δυναμένοις?) νοις μᾶλλον ἢ τοῖς ---[*](lac. 3-4 soli Vd P. Fort. τοῖς ἄλλως φλυαροῦσι) φλυαροῦσι χαλεπαίνομεν δῆλον γὰρ ὅτι δόλος τῷ σχήματι προσέσται τῷ κατὰ τὸ σκῶμμα[*](δῆλον γὰρ - τὸ σκῶμμα *: 2 Vd 7 E ὅτι δʼ ὅλως τὸ 3 Vd 4 E ματι προσέσται 4 Vd. 7 E τὸ σκῶμμα), λοιδόρημα δὲ ---[*](lac. 4-5 Vd 9 E. Suppleverim ὄνειδος δοκεῖ φανερὸν vel ὕβρισμα δοκεῖ (aut λέγομεν) φανερὸν) εἶναι καὶ[*](καὶ] scr. vid. κού Cf. Macrob. 7, 3, 2-6) πεποιημένον ἐκ παρασκευῆς. ὁ γὰρ εἰπὼν ταριχοπώλην αὐτόθεν ἐλοιδόρησεν, ὁ δὲ φήσας, μεμνήμεθά σε τῷ βραχίονι ἀπομυττόμενον ἔσκωψε. καὶ Κικέρων πρὸς Ὀκταούιον, ἐκ Λιβύης εἶναι δοκοῦντα λέγοντος δʼ αὐτοῦ φάσκοντα μὴ ἀκούειν, καὶ μὴν τετρυπημένον ἔφη ἔχεις τὸ οὖς. καὶ Μελάνθιος ὑπὸ τοῦ κωμῳδιοποιοῦ καταγελώμενος ἔφη οὐκ ὀφειλόμενόν μοι ἀποδίδως ἔρανον μᾶλλον οὖν τὰ σκώμματα δάκνει, καθάπερ τὰ παρηγκιστρωμένα βέλη[*](βέλη Basileensis: μέλη) πλείονα χρόνον ἐμμένοντα, καὶ λυπεῖ τοὺς σκωφθέντας ἡ τέρψις τῇ

κομψότητι καὶ ἡδύνει τοὺς παρόντας[*](scr. vid. καὶ λυπεῖ τοὺς σκ. ἥπερ τέρψις τῇ κομψότητι καθηδύνει τοὺς παρόντας. cf. Kock. 2 p. 354 fr. 156)· ἡδόμενοι γὰρ ἐπὶ τῷ λεγομένῳ, πιστεύειν[*](em. Duebnerus: πιστεύειν 4-5 Vd 12 E διασύρειν) δοκοῦσι καὶ συνδιασύρειν τῷ λέγοντι. ὀνειδισμὸς[*](ὀνειδισμὸς Turnebus: 3 Vd 6 E σμος) γάρ ἐστι τῆς[*](ib. τῆς *: 2 Vd 7-8 E) ἁμαρτίας παρεσχηματισμένος τὸ σκῶμμα[*](Turnebus: παρε 4-5 Vd 15 E σκῶμμα) κατὰ τὸν Θεόφραστον · ὅθεν ἐξ αὑτοῦ τῇ ὑπονοίᾳ προστίθησιν ὁ ἀκούσας τὸ ἐλλεῖπον ὡς εἰδὼς καὶ πιστεύων. ὁ γὰρ γελάσας καὶ ἡσθείς, τοῦ Θεοκρίτου πρὸς τὸν δοκοῦντα λωποδυτεῖν ἐρωτῶντα δʼ αὐτὸν εἰ ἐπὶ δεῖπνον βαδίζει φήσαντος βαδίζειν[*](malim βαδίζοι) ἐκεῖ μέντοι καθεύδειν, βεβαιοῦντι τὴν διαβολὴν ὅμοιός ἐστι. διὸ καὶ προσαναπίμπλησι τοὺς παρόντας ὁ σκώπτων παρὰ μέλος κακοηθείας, ὡς ἐφηδομένους καὶ συνυβρίζοντας[*](em. R: συνυβριζομένους). ἓν δὲ[*](ἓν δὲ] fort. ἓν δʼ ἐν aut ἐν δὲ) τῇ καλῇ Λακεδαίμονι τῶν μαθημάτων ἐδόκει[*](ἐδόκει] εὐδοκίμει?), τὸ σκώπτειν ἀλύπως καὶ σκωπτόμενον φέρειν· εἰ δέ τις ἀπείποι σκωπτόμενος, εὐθὺς ὁ σκώπτων ἐπέπαυτο[*](ἐπαυετο Cobetus). πῶς οὖν οὐ χαλεπὸν εὑρεῖν σκῶμμα τῷ σκωπτομένῳ κεχαρισμένον, ὅπου καὶ τὸ μὴ λυποῦν[*](λυπεῖν mei) τοῦ σκώμματος οὐ τῆς τυχούσης ἐμπειρίας καὶ δεξιότητός ἐστιν;

οὐ μὴν ἀλλὰ πρῶτά μοι δοκεῖ τὰ λυποῦντα τοὺς ἐνόχους σκώμματα τοῖς μακρὰν οὖσι τῆς διαβολῆς ἡδονήν τινα καὶ χάριν ποιεῖν· οἷον ὁ Ξενοφῶν[*](Ξενοφῶν] Cyrop. 2, 2, 28) τὸν ὑπέραισχρον καὶ ὑπέρδασυν ἐκεῖνον ὡς

παιδικὰ τοῦ Σαμβαύλα σκωπτόμενον εἰσάγει μετὰ παιδιᾶς. καὶ Κυήτου[*](Κυητοῦ] Κυίντου X ex Macrobio 7, 3, 15 sed cf. Patzig. Quaestt. Plutarch. p. 48) τοῦ ἡμετέρου μέμνησαι γάρ ἐν ἀσθενείᾳ τὰς χεῖρας ἔχειν ψυχρὰς λέγοντος, Αὐφίδιος Μόδεστος ἀλλὰ μήν ἔφη θερμὰς ἀπὸ τῆς ἐπαρχίας κεκόμικας αὐτάς· τοῦτο γὰρ ἐκείνῳ μὲν γέλωτα καὶ διάχυσιν παρέσχε, κλέπτῃ δʼ ἀνθυπάτῳ λοιδόρημα καὶ ὄνειδος ἦν. διὸ καὶ Κριτόβουλον ὁ Σωκράτης εὐπροσωπότατον ὄντα προκαλούμενος εἰς σύγκρισιν εὐμορφίας ἔπαιζεν οὐκ ἐχλεύαζεν. καὶ Σωκράτην[*](Σωκράτην] cf. Plat. Symp. p. 213 c) πάλιν Ἀλκιβιάδης ἔσκωπτεν εἰς ζηλοτυπίαν τὴν περὶ Ἀγάθωνος. ἥδονται δὲ καὶ βασιλεῖς τοῖς λεγομένοις ὡς εἰς πένητας αὐτοὺς καὶ ἰδιώτας, ὥσπερ ὑπὸ Φιλίππου σκωφθεὶς ὁ παράσιτος εἶπεν οὐκ ἐγώ σε τρέφω; τὰ γὰρ οὐ προσόντα φαῦλα λέγοντες ἐμφαίνουσι τὰ προσόντα χρηστά. δεῖ δʼ ὁμολογουμένως καὶ βεβαίως προσεῖναὶ τι χρηστόν· εἰ δὲ μή, τὸ λεγόμενον τοὐναντίον ἀμφισβητήσιμον ἔχει τὴν ὑπόνοιαν. ὁ γὰρ τῷ πάνυ πλουσίῳ τοὺς δανειστὰς ἐπάξειν λέγων, ἢ τὸν ὑδροπότην καὶ σώφρονα παροινεῖν καὶ μεθύειν, ἢ τὸν εὐδάπανον καὶ μεγαλοπρεπῆ καὶ χαριστικὸν κίμβικα καὶ κυμινοπρίστην[*](κυμινοπρίστην X: κύμινον) προσαγορεύων, ἢ τὸν ἐν συνηγορίαις καὶ πολιτείαις μέγαν ἀπειλῶν ἐν ἀγορᾷ λήψεσθαι, διάχυσιν καὶ μειδίαμα παρέσχεν. οὕτως ὁ Κῦρος[*](Κῦρος] Xen. Cyrop. 1, 4, 4) ἐν οἷς ἐλείπετο τῶν ἑταίρων, εἰς ταῦτα προκαλούμενος ἐγίγνετο προσηνὴς καὶ κεχαρισμένος.
καὶ τοῦ Ἰσμηνίου τῇ θυσίᾳ προσαυλοῦντος, ὡς οὐκ ἐκαλλιέρει, παρελόμενος τοὺς αὐλοὺς ὁ μισθωτὴς[*](μισθωτὴς *: μισθωτὸς) ηὔλησε γελοίως· αἰτιωμένων δὲ τῶν παρόντων, ἐκεῖνος καλλιερήσας[*](ἐκεῖνος καλλιερήσας*)ἔστιν ἔφη τὸ κεχαρισμένως αὐλεῖν θεόθεν· ὁ δʼ Ἰσμηνίας γελάσας ἀλλʼ ἐμοῦ μὲν εἶπεν αὐλοῦντος ἡδόμενοι διέτριβον οἱ θεοί, σοῦ δʼ ἀπαλλαγῆναι σπεύδοντες ἐδέξαντο τὴν θυσίαν.

ἔτι τοίνυν οἱ τὰ χρηστὰ τῶν πραγμάτων τοῖς λοιδορουμένοις ὀνόμασι μετὰ παιδιᾶς καλοῦντες, ἂν ἐμμελῶς ποιῶσιν, αὐτῶν μᾶλλον εὐφραίνουσι τῶν ἀπʼ εὐθείας ἐπαινούντων. καὶ γὰρ δάκνουσι μᾶλλον οἱ διὰ τῶν εὐφήμων ὀνειδίζοντες, ὡς οἱ τοὺς πονηροὺς Ἀριστείδας καὶ τοὺς δειλοὺς Ἀχιλλεῖς καλοῦντες, καὶ ὁ[*](καὶ ὁ] ὃ καὶ mei) τοῦ Σοφοκλέους Οἰδίπους[*](post Οἰδίπους lac. est 6-7 Vd 10 E. Fort. suppl. λέγων ʼταύτης cett.)---

ταύτης Κρέων ὁ πιστὸς οὑξ ἀρχῆς[*](ἀρχῆς X: 6 Vd 7 E χης) φίλος.
ἀντίστροφον οὖν ἔοικε γένος εἰρωνείας εἶναι[*](εἰρωνείας εἶναι *: εἶναι εἰρωνείας) τὸ περὶ τοὺς ἐπαίνους· ᾧ καὶ Σωκράτης ἐχρήσατο, τοῦ Ἀντισθένους τὸ φιλοποιὸν καὶ συναγωγὸν ἀνθρώπων εἰς εὔνοιαν μαστροπείαν καὶ συναγωγίαν[*](καὶ συναγωγίαν] del. W) καὶ προαγωγείαν[*](προαγωγείαν idem e Xen. Symp. 4, 52: ἀγωγίαν Ceterum post ὀνομάσας magna est lac. 46 Vd 53 E. Fort. excidit locus quidam Xenophonteus) ὀνομάσας. --- Κράτητα δὲ τὸν φιλόσοφον, εἰς πᾶσαν οἰκίαν εἰσιόντα μετὰ τιμῆς καὶ φιλοφροσύνης δεχομένων, θυρεπανοίκτην ἐκάλουν.