Quaestiones Convivales

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.

ποιεῖ δʼ ἀλυπότερα τὰ σκώμματα καὶ τὸ κοινωνεῖν ἁμωσγέπως τοὺς λέγοντας· ὅταν[*](ὅταν] οἶον ὅταν R) εἰς πενίαν λέγῃ[*](λέγῃ] scr. vid. ψέγῃ sed cf. p. 632 b) πένης ἢ δυσγενὴς εἰς δυσγένειαν ἢ ἐρῶν εἰς ἔρωτα[*](ἔρωτα R: ἐρῶντα)· δοκεῖ δʼ οὐχ ὕβρει παιδιᾷ δέ τινι γίγνεσθαι μᾶλλον ὑπὸ τῶν ὁμοίων εἰ δὲ μή, παροξύνει καὶ λυπεῖ. τὸν γοῦν ἀπελεύθερον τοῦ βασιλέως νεόπλουτον ὄντα φορτικῶς δὲ καὶ σοβαρῶς ἐπιπολάζοντα τοῖς συνδειπνοῦσι φιλοσόφοις, καί τέλος ἐρωτῶντα πῶς ἔκ τε τῶν λευκῶν καὶ τῶν μελάνων κυάμων ὁμοίως χλωρὸν γίγνεται τὸ ἔτνος, ἀντερωτήσας ὁ Ἀριδίκης[*](Ἀριδίκης] cf. Athen. p. 420 d), πῶς ἐκ[*](ἐκ] ἕκ τε?) τῶν[*](καὶ τῶν?) λευκῶν καὶ μελάνων ἱμάντων φοινικοῖ γίγνονται μώλωπες, ἐποίησεν ἀναστῆναι[*](ἐξαναστῆναι Herwerdenus) περίλυπον γενόμενον. ὁ δὲ Ταρσεὺς Ἀμφίας ἐκ κηπουροῦ δοκῶν γεγονέναι, σκώψας δὲ τὸν φίλον τοῦ ἡγεμόνος εἰς δυσγένειαν εἶθʼ ὑπολαβὼν εὐθὺς ἀλλὰ καὶ ἡμεῖς ἐκ τῶν αὐτῶν σπερμάτων γεγόναμεν γέλωτʼ ἐποίησε. κομψῶς δὲ καὶ τοῦ Φιλίππου τὴν ὀψιμαθίαν ἅμα καὶ περιεργίαν ὁ ψάλτης ἐπέσχεν οἰομένου γὰρ αὐτὸν ἐξελέγχειν τοῦ Φιλίππου περὶ[*](περὶ] διαφερομένου περὶ? cf. p. 334c) κρουμάτων καὶ ἁρμονιῶν μὴ γένοιτό σοι εἶπεν ὦ βασιλεῦ, κακῶς οὕτως, ἵνʼ ἐμοῦ σὺ ταῦτʼ εἰδῇς βέλτιον σκώπτειν γὰρ ἑαυτὸν δοκῶν, ἐκεῖνον ἀλύπως ἐνουθέτησε. διὸ καὶ τῶν κωμικῶν ἔνιοι τὴν πικρίαν ἀφαιρεῖν δοκοῦσι τῷ σκώπτειν ἑαυτούς, ὡς Ἀριστοφάνης εἰς τὴν φαλακρότητα[*](φαλακρότητα] Pac. 767. 771) καὶ

τὴν Ἀγάθωνος ἀπόλειψιν[*](ἀπόλειψιν *: 4-5 Vd 7 E λιψιν Respicitur ad Arist. Ran. 83: ΗΡ. Ἀγάθων δὲ ποῦ ʼστιν; ΔΙ. ἀπολιπών μʼ ἀποίχεται)· Κρατῖνος δὲ τὴν πυτίνην εἰς τὴν φιλοινίαν[*](εἰς τὴν φιλοινίαν W: 4-5 Vd P nulla in E) ἐδίδαξεν.

οὐχ ἥκιστα δὲ δεῖ[*](δεῖ] om. mei) προσέχειν καὶ φυλάττειν, ὅπως ἐκ τοῦ παρατυχόντος ἔσται τὸ σκῶμμα πρὸς τινας ἐρωτήσεις αὐτόθεν ἢ παιδιὰς γιγνόμενον, ἀλλὰ μὴ πόρρωθεν οἷον ἐκ παρασκευῆς ἐπεισόδιον. ὡς γὰρ ὀργὰς καὶ μάχας τὰς ἐκ τῶν συμποσίων πραότερον φέρουσιν, ἐὰν δʼ ἐπελθών τις ἔξωθεν λοιδορῆται καὶ ταράττῃ, τοῦτον ἐχθρὸν ἡγοῦνται καὶ μισοῦσιν οὕτω μέτεστι συγγνώμης σκώμματι καὶ παρρησίας, ἂν ἐκ τῶν παρόντων ἔχῃ τὴν γένεσιν, ἀφελῶς καὶ ἀπλάστως φυόμενον· ἂν δʼ μὴ πρὸς λόγον ἀλλʼ ἔξωθεν[*](ἔξωθεν *: ἐξ ὧν), ἐπιβουλῇ καὶ ὕβρει προσέοικεν· οἷον τὸ Τιμαγένους πρὸς τὸν ἄνδρα τῆς ἐμετικῆς[*](ἐμετικῆς Iannotius: γαμετικῆς)

κακῶν γὰρ ἄρχεις[*](γὰρ ἄρχεις] κατάρχεις Athenaeus p. 616 c) τήνδε μοῦσαν εἰσάγων·
[*](Nauck. p. 914) καὶ πρὸς Ἀθηνόδωρον τὸν φιλόσοφον, εἰ φυσικὴ[*](φυσικὴ Anonymus: μουσικὴ) ἡ πρὸς τὰ ἔκγονα[*](ἔκγονα Turnebus) φιλοστοργία ἡ γὰρ ἀκαιρία καὶ[*](καὶ] καὶ τὸ?) τὸ μὴ πρὸς[*](πρὸς τᾶς (ut legatur προστὰς) φιλοστοργίας Benselerus, sed cf. p. 493 a sq. 962 a. Iocus apparebit scribendo vel legendo ἡ πρὸς τὰ ἔκγονʼ ἀφιλοστοργία) λόγον ὕβριν ἐμφαίνει καὶ δυσμένειαν. οὗτοι μὲν οὖν κατὰ Πλάτωνα[*](Πλάτωνα] Legg. p. 717 d) κουφοτάτου πράγματος, λόγων, βαρυτάτην ζημίαν ἔτισαν· οἱ δὲ τὸν
καιρὸν εἰδότες καὶ φυλάττοντες αὐτῷ τῷ Πλάτωνι[*](Πλάτωνι] fort. in Legg. p. 654 b sqq.) μαρτυροῦσιν, ὅτι τοῦ πεπαιδευμένου καλῶς ἔργον ἐστὶ τὸ παίζειν ἐμμελῶς καὶ κεχαρισμένως.

ἐν Ἐλευσῖνι μετὰ τὰ μυστήρια τῆς πανηγύρεως ἀκμαζούσης, εἱστιώμεθα παρὰ Γλαυκίᾳ τῷ ῥήτορι. πεπαυμένων δὲ δειπνεῖν τῶν ἄλλων, Ξενοκλῆς ὁ Δελφὸς[*](Δελφὸς W: ἀδελφὸς) ὥσπερ εἰώθει τὸν ἀδελφὸν ἡμῶν Λαμπρίαν εἰς ἀδδηφαγίαν Βοιώτιον ἐπέσκωπτεν. ἐγὼ δʼ ἀμυνόμενος ὑπὲρ[*](ὑπὲρ] om. mei) αὐτοῦ τὸν Ξενοκλέα τοῖς Ἐπικούρου λόγοις χρώμενον οὐ γὰρ ἅπαντες εἶπον ὦ βέλτιστε, ποιοῦνται τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν[*](τὴν τοῦ ἀλγ. ὑπεξαίρεσιν] vid. Usener. p. 72 Sent. III) ὅρον ἡδονῆς καὶ πέρας· Λαμπρίᾳ δὲ καὶ ἀνάγκη, πρὸ τοῦ κήπου κυδαίνοντι τὸν περίπατον καὶ τὸ Λύκειον ἔργῳ μαρτυρεῖν Ἀρἰστοτέλει[*](Ἀριστοτέλει] Fragm. 231)· φησι γὰρ ὁ ἀνὴρ βρωτικώτατον ἕκαστον αὐτὸν αὑτοῦ περὶ τὸ φθινόπωρον εἶναι, καὶ τὴν αἰτίαν ἐπείρηκεν ἐγὼ δʼ οὐ μνημονεύωβέλτιον εἶπεν ὁ Γλαυκίας

αὐτοὶ γὰρ ἐπιχειρήσομεν ζητεῖν, ὅταν παυσώμεθα δειπνοῦντες. ὡς οὖν ἀφῃρέθησαν[*](malim ἀπήρθησαν aut ἐπήρθησαν) αἱ τράπεζαι, γλαυκίας μὲν καὶ Ξενοκλῆς ᾐτιάσαντο τὴν ὀπώραν διαφόρως, ὁ μὲν ὡς[*](ὡς Leonicus: εἰς) τὴν κοιλίαν ὑπεξάγουσαν καὶ τῷ κενοῦσθαι τὸ σῶμα νεαρὰς ὀρέξεις ἀεὶ παρασκευάζουσαν· ὁ δὲ Ξενοκλῆς ἔλεγεν εὔστομόν τι καὶ δηκτικὸν[*](δηκτικὸν] δηκτὸν mei) ἔχοντα τῶν ὡραίων τὰ πλεῖστα τὸν στόμαχον ἐπὶ τὴν βρῶσιν ἐκκαλεῖσθαι παντὸς μᾶλλον ὄψου καὶ ἡδύσματος· καὶ γὰρ τοῖς ἀποσίτοις τῶν ἀρρώστων ὀπώρας τι προσενεχθὲν ἀναλαμβάνει τὴν ὄρεξιν. ὁ δὲ Λαμπρίας εἶπεν, ὅτι τὸ οἰκεῖον καὶ τὸ σύμφυτον θερμὸν ἡμῶν, ᾧ τρέφεσθαι πεφύκαμεν, ἐν μὲν τῷ θέρει διέσπαρται καὶ γέγονεν ἀσθενέστερον καὶ μανόν, ἐν δὲ τῷ φθίνοντι καιρῷ συναγείρεται πάλιν καὶ ἰσχύει, κατακρυπτόμενον ἐντὸς διὰ τὴν περίψυξιν καὶ τὴν πύκνωσιν τοῦ σώματος. ἐγὼ δʼ ὑπὲρ τοῦ μὴ δοκεῖν ἀσύμβολος τοῦ λόγου μετασχεῖν εἶπον, ὅτι τοῦ θέρους διψητικώτεροι γιγνόμεθα καὶ πλείονι χρώμεθα τῷ ὑγρῷ διὰ τὸ καῦμα· νῦν οὖν ἡ φύσις ἐν τῇ μεταβολῇ ζητοῦσα τοὐναντίον, ὥσπερ εἴωθε, πεινητικωτέρους ποιεῖ, καὶ τὴν ξηρὰν τροφὴν τῇ κράσει τοῦ σώματος· ἀνταποδίδωσιν. οὐ μὴν οὐδὲ τὰ σιτία φήσαι τις ἂν αἰτίας ἀμοιρεῖν παντάπασιν, ἀλλʼ ἐκ νέων καὶ προσφάτων γενόμενα[*](malim γιγνόμενα) καρπῶν οὐ μόνον μάζας καὶ ὄσπρια καὶ ἄρτους καὶ πυροὺς, ἀλλὰ[*](ἀλλὰ X) καὶ κρέα ζῴων
εὐωχουμένων τὰ ἐπέτεια τοῖς τε χυμοῖς διαφέρειν[*](em. Basileensis: διαφέρει) τῶν παλαιῶν καὶ μᾶλλον ἐπάγεσθαι τοὺς χρωμένους καὶ ἀπολαύοντας.

ἐξ ἐνυπνίου[*](ἐξυπνίου vel ξυπνίου mei) τινὸς ἀπειχόμην[*](ἀπειχόμην Turnebus: ἀπε 2-3 Vd 5 E μην) ᾠῶν πολὺν ἡδο[*](lac. 2-3 Vd 5 E. Fort. πολὺν ἤδ[η χρόνον ἡδ]ονῆς) παρὰ τοῦτο[*](παρὰ τοῦτο] defendi potest. προὔργου R) ποιούμενος[*](ποιούμενοι mei), ἐν καθάπερ ἐν Καρὶ[*](ἐν Καρὶ διάπειραν W: ἐν καρδίᾳ πεῖραν Cf. Kock. 1 p. 17) διάπειραν λαβεῖν τῆς ὄψεως ἐναργῶς μοι πολλάκις γενομένης· ὑπόνοιαν μέντοι παρέσχον, ἑστιῶντος ἡμᾶς Σοσσίου Σενεκίωνος, ἐνέχεσθαι δόγμασιν Ὀρφικοῖς ἢ Πυθαγορικοῖς, καὶ τὸ ᾠόν, ὥσπερ ἔνιοι καρδίαν καὶ ἐγκέφαλον, ἀρχὴν ἡγούμενος γενέσεως ἀφοσιοῦσθαι· καὶ προὔφερεν Ἀλέξανδρος ὁ Ἐπικούρειος ἐπὶ γέλωτι τὸ

ἶσόν τοι κυάμους ἔσθειν[*](ἐσθίειν (ἑστίειν E) mei. Cf. Callimach. ed. Schn. p. 786) κεφαλάς τε τοκήων
ὡς δὴ κυάμους τὰ ᾠὰ διὰ τὴν κύησιν αἰνιττομένων τῶν ἀνδρῶν, διαφέρειν δὲ μηδὲν οἰομένων τὸ
ἐσθίειν ᾠὰ τοῦ χρῆσθαι τοῖς τίκτουσι τὰ ᾠὰ ζῴοις. ἐγίγνετο δὴ τὸ τῆς αἰτίας ἀπολόγημα τῆς αἰτίας αὐτῆς ἀλογώτερον, Ἐπικουρείῳ λέγειν ἐνύπνιον. ὅθεν οὐ παρῃτούμην τὴν δόξαν ἅμα προσπαίζων τι τῷ Ἀλεξάνδρῳ καὶ γὰρ ἦν χαρίεις καὶ φιλόλογος[*](em. Basileensis: φιλολόγος) ἐπιεικῶς.

ἐκ δὲ τούτου τὸ ἄπορον καὶ πολλὰ πράγματα τοῖς ζητητικοῖς παρέχον εἰς μέσον εἷλκε πρόβλημα περὶ τοῦ ᾠοῦ καὶ τῆς ὄρνιθος, ὁπότερον γένοιτο πρότερον αὐτῶν. καὶ Σύλλας μὲν ὁ ἑταῖρος εἰπὼν ὅτι μικρῷ προβλήματι καθάπερ ὀργάνῳ μέγα καὶ βαρὺ σαλεύομεν τὸ περὶ τῆς τοῦ κόσμου[*](τῆς τοῦ κόσμου W: τοῦ κόσμου τῆς libri. τοῦ κόσμου καὶ τῆς Doehnerus) γενέσεως, ἀπηγόρευσε. τοῦ δʼ Ἀλεξάνδρου τῆς ζητήσεως ὡς μηδὲν προσφυὲς φερούσης καταγελάσαντος, ὁ γαμβρὸς ἡμῶν Φίρμος ἐμοὶ τοίνυν ἔφη χρῆσον ἐν τῷ παρόντι τὰς ἀτόμους[*](em. R: τοῖς ἀτόμοις). εἰ γὰρ τὰ μικρὰ δεῖ στοιχεῖα τῶν μεγάλων ἀρχὰς ὑποτίθεσθαι, πρῶτον[*](πρότερον R) εἰκὸς ἐστι τὸ ᾠὸν γεγονέναι τῆς ὄρνιθος· ἔστι γὰρ καὶ ἁπλοῦν, ὡς ἐν αἰσθητοῖς· ποικίλον δὲ καὶ μεμιγμένον μᾶλλον ἡ ὄρνις. καθόλου δʼ ἡ μὲν ἀρχὴ πρῶτον ἀρχὴ δὲ τὸ σπέρμα, τὸ δʼ ᾠὸν σπέρματος; μὲν πλέον ζῴου δὲ μικρότερον. ὡς γὰρ ἡ προκοπὴ μέσον εὐφυΐας εἶναι δοκεῖ καὶ ἀρετῆς, οὕτω τὸ ᾠὸν προκοπὴ τίς ἐστι τῆς φύσεως ἐπὶ τὸ ἔμψυχον ἀπὸ τοῦ σπέρματος πορευομένης. ἔτι δʼ, ὥσπερ ἐν τῷ ζῴῳ πρῶτα γίγνεσθαι λέγουσιν ἀρτηρίας καὶ

φλέβας, οὕτω λόγον ἔχει καὶ τοῦ ζῴου τὸ ᾠὸν γεγονέναι πρῶτον, ὡς περιέχον ἐμπεριεχομένου[*](em. Turnebus: ἐν περιεχομένῳ). καὶ γὰρ αἱ τέχναι πρῶτον ἀτύπωτα καὶ ἄμορφα πλάττουσιν, εἶθʼ ὕστερον ἕκαστα τοῖς εἴδεσι διαρθροῦσιν ᾕ[*](ᾕ] ἢ mei) Πολύκλειτος ὁ πλάστης εἶπε χαλεπώτατον εἶναι τοὔργον[*](*: τὸ ἔργον), ὅταν ἐν ὄνυχι ὁ πηλὸς γένηται. διὸ καὶ τῇ φύσει τὸ πρῶτον εἰκός ἐστιν ἀτρέμα κινούσῃ τὴν ὕλην ἀργοτέραν[*](ἀγρότερον R) ὑπακούειν, τύπους ἀμόρφους καὶ ἀορίστους ἐκφέρουσαν ὥσπερ τὰ ᾠά· μορφουμένων δὲ τούτων καὶ διαχαρασσομένων, ὕστερον ἐνδημιουργεῖσθαι[*](ἐκδημιουργεῖσθαι idem) τὸ ζῷον. ὡς δὲ κάμπη γίγνεται τὸ πρῶτον, εἶτʼ ἐκπαγεῖσα διὰ ξηρότητα καὶ περιρραγεῖσα ἕτερον[*](ἕτερον] ἔντομον W. ἕτερόν τι Doehnerus πτερωτὸν ἐξ αὑτῆς?) πτερωθὲν διʼ αὑτῆς τὴν καλουμένην ψυχὴν[*](ψυχὴν] νύμφην Leonicus) μεθίησι, τὸν αὐτὸν τρόπον ἐνταῦθα προϋφίσταται τὸ ᾠὸν οἷον ὕλη τῆς γενέσεως. ἀνάγκη γὰρ ἐν πάσῃ μεταβολῇ πρότερον εἶναι τοῦ μεταβάλλοντος τὸ[*](τὸ M) ἐξ οὗ μετέβαλε. σκόπει δʼ ὅτι σκνῖπες ἐν δένδρῳ καὶ τερηδόνες ἐμφύονται ξύλῳ κατὰ σῆψιν ὑγρότητος ἢ πέψιν· ὧν οὐδεὶς ἂν ἀξιώσειεν μὴ προϋποκεῖσθαι μηδὲ πρεσβύτερον εἶναι φύσει τὸ γεννῶν. ἡ γὰρ ὕλη λόγον ἔχει πρὸς τὰ γιγνόμενα μητρὸς ὥς φησι Πλάτων[*](Πλάτων] Tim. p. 52d) καὶ τιθήνης ὕλη δὲ πᾶν, ἐξ οὗ σύστασιν ἔχει τὸ γεννώμενον τὸ δʼ ἐπὶ τούτοις ἔφη γελάσας
ἀείσω ξυνετοῖσι[*](cf. p. 391 d)
τὸν Ὀρφικὸν καὶ ἱερὸν λόγον, ὃς οὐκ ὄρνιθος μόνον τὸ ᾠὸν ἀποφαίνει πρεσβύτερον, ἀλλὰ καὶ συλλαβὼν ἅπασαν αὐτῷ τὴν ἁπάντων ὁμοῦ πρεσβυγένειαν ἀνατίθησι. καὶ τἄλλα μὲν εὔστομα κείσθω καθʼ Ἡρόδοτον[*](Ἡρόδοτον] 2, 171)· ἔστι γὰρ μυστικώτερα· ζῴων δὲ πολλὰς φύσεις τοῦ κόσμου περιέχοντος, οὐδὲν ὡς εἰπεῖν γένος ἄμοιρόν ἐστι τῆς ἐξ ᾠοῦ γενέσεως· ἀλλὰ καὶ πτηνὰ γεννᾷ καὶ νηκτὰ μυρία καὶ χερσαῖα, σαύρας, καὶ ἀμφίβια[*](ἀμφίβια Basileensis: ἀμφίβια καὶ mei), κροκοδείλους, καὶ δίποδα, τὸν ὄρνιν, καὶ ἄποδα, τὸν ὄφιν, καὶ πολύποδα, τὸν ἀττέλεβον[*](malim ἀττέλαβον hic et infra)· ὅθεν οὐκ ἀπὸ τρόπου τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς ὡς μίμημα τοῦ τὰ πάντα γεννῶντος καὶ περιέχοντος ἐν ἑαυτῷ συγκαθωσίωται.