De Genio Socratis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
ἐμοῦ δʼ ὁ μάντις Θεόκριτος τὴν χεῖρα πιέσας σφόδρα καὶ πρὸς τὸν Χάρωνα βλέψας
προερχόμενον[*](malim προσερχόμενον) οὗτος εἶπεν ὦ Καφεισία, φιλόσοφος οὐκ ἔστιν οὐδὲ μετείληφε παιδείας διαφόρου καὶ περιττῆς, ὥσπερ Ἐπαμεινώνδας ὁ σὸς ἀδελφός ἀλλʼ ὁρᾷς, ὅτι φύσει πρὸς τὸ καλὸν ὑπὸ[*](ὑπὸ] οὐχ ὑπὸ Holwerda) τῶν νόμων ἀγόμενος τὸν μέγιστον ὑποδύεται κίνδυνον ἑκουσίως ὑπὲρ τῆς πατρίδος. Ἐπαμεινώνδας δὲ Βοιωτῶν ἁπάντων τῷ πεπαιδεῦσθαι πρὸς ἀρετὴν ἀξιῶν διαφέρειν, ἀμβλὺς ἐστι καὶ ἀπρόθυμος, --- [*](lac. 53 E 50 B. fort. supplendum βοηθεῖν τοῖς ὑπὲρ τῆς πόλεως κινδυνεύουσιν, ὡς εἰ μὴ παρὰ τοῦτον παρὰ τίνα βελτίονα cett.) τοῦτον ἤ τινα βελτίονα καιρὸν αὑτῷ[*](αὐτῷ Holwerda: αὐτῷ) πεφυκότι καὶ παρεσκευασμένῳ καλῶς οὕτω χρησόμενος. κἀγὼ πρὸς αὐτὸν ὦ προθυμότατε εἶπον Θεόκριτε, τὰ δεδογμένα πράττομεν ἡμεῖς Ἐπαμεινώνδας δὲ μὴ πείθων, ὡς οἴεται βέλτιον εἶναι, ταῦτα μὴ πράσσειν, εἰκότως ἀντιτείνει πρὸς ἃ μὴ πέφυκε μηδὲ δοκιμάζει παρακαλούμενος. οὐδὲ γὰρ ἰατρόν, ἄνευ σιδήρου καὶ πυρὸς ὑπισχνούμενον τὸ νόσημα παύσειν, εὐγνωμονοίης ἄν, οἶμαι, τέμνειν ἢ ἀποκάειν[*](ἐπικαίειν R. καίειν Holwerda. Neutrum probandum. cf. Cat. mai. c. 15 lac. prima 36 E 27 B, secunda 18 E 14 B, tertia 45 E 35 B. Fort supplendum: τὸ σῶμα ἐκείνου δʼ ὁμολογήσαντος (vel εἶεν εἶπεν ἐκεῖνος), οὐκοῦν καὶ οὗτος, ἔφην ἐγώ, αὐτὸς μὲν δήπου μηδένα τῶν πολιτῶν φησιν ἄνευ μεγάλης ἀνάγκης ἀποκτενεῖν ἄκριτον cett.) βιαζόμενος --- οῦκ οὖν καὶ οὗτος --- δήπου μηδένα[*](μηδένα *: μηδὲ διὰ) τῶν πολιτῶν --- ἄκριτον, ἀλλὰ καὶ αἳματος ἐμφυλίου καὶ σφαγῆς τὴν πόλιν ἐλευθεροῦσι συναγωνιεῖσθαι προθύμως. ἐπεὶ δʼ οὐ πείθει τοὺς πολλούς, ἀλλὰ ταύτην ὡρμήκαμεν τὴν ὁδόν, ἐᾶν αὑτὸν κελεύει φόνου καθαρὸν ὄντα καὶ[*](καὶ] del. W) ἀναίτιον ἐφεστάναι τοῖς καιροῖς, μετὰ τοῦ δικαίου καὶ τῷ συμφέροντι προσοισόμενον. οὐδὲ γὰρ ὅρον ἕξειν[*](ἕξειν R: ἕξει) τὸ ἔργον, ἀλλὰ Φερένικον μὲν ἴσως καὶ Πελοπίδαν ἐπὶ τοὺς αἰτίους μάλιστα τρέψεσθαι καὶ πονηρούς· Εὐμολπίδαν δὲ καὶ Σαμίδαν[*](Σαμίδαν R: σαμιάδαν), ἀνθρώπους διαπύρους πρὸς ὀργὴν καὶ θυμοειδεῖς, ἐν νυκτὶ λαβόντας ἐξουσίαν οὐκ ἀποθήσεσθαι τὰ ξίφη, πρὶν ἐμπλῆσαι τὴν πόλιν ὅλην φόνων καὶ διαφθεῖραι πολλοὺς τῶν ἰδίᾳ διαφόρων ὄντων.[*](διαφόρων ὄντων Cobetus: διαφερόντων)ταῦτά μου διαλεγομένου πρὸς τὸν Θεόκριτον, Θεόκριτον ὁ Γαλαξίδωρος,[*](διέκρουεν ὁ Γαλαξίδωρος * διακούων ὁ Ἀναξίδωρος Ἀρχίαν ἑώρα * lac. 14 E 13 B) ἐγγὺς γὰρ Ἀρχίαν ἑώρα καὶ Λυσανορίδαν τὸν Σπαρτιάτην ἀπὸ τῆς Καδμείας ὥσπερ εἰς· ταὐτὸν ἡμῖν σπεύδοντας. ἡμεῖς μὲν οὖν ἐπέσχομεν· ὁ δʼ Ἀρχίας καλέσας τὸν Θεόκριτον καὶ τῷ Λυσανορίδᾳ προσαγαγὼν ἰδίᾳ λαλεῖ πολὺν χρόνον ἐκνεύσας τῆς ὁδοῦ μικρὸν ὑπὸ τὸ Ἄμφιον·[*](Ἀμφιον] Ἀμφιόνειον R) ὥσθʼ ἡμᾶς ἀγωνιᾶν, μή τις ὑπόνοια προσπέπτωκεν ἢ μήνυσις αὐτοῖς, περὶ ἧς ἀνακρίνουσι τὸν Θεόκριτον. ἐν τούτῳ δὲ Φυλλίδας, ὃν οἶσθʼ,[*](οἶσθα R: οἶσθας) ὦ Ἀρχίδαμε, τότε τοῖς περὶ τὸν Ἀρχίαν πολεμαρχοῦσι γραμματεύων[*](lac. 21 E 17 B. fort. exciderint verba προσδοκῶν τοὺς φυγάδας) ἥξειν καὶ τῆς πράξεως μετέχων, λαβόμενός μου τῆς χειρὸς ὥσπερ εἰώθει φανερῶς ἔσκωπτεν εἰς τὰ γυμνάσια καὶ τὴν πάλην. εἶτα πόρρω τῶν ἄλλων
ἀπαγαγὼν ἐπυνθάνετο περὶ τῶν φυγάδων, εἰ τὴν ἡμέραν φυλάττουσιν. ἐμοῦ δὲ φήσαντος, οὐκοῦν εἶπεν ὀρθῶς ἐγὼ τὴν ὑποδοχὴν παρεσκεύακα σήμερον, ὡς δεξόμενος Ἀρχίαν καὶ παρέξων ἐν οἴνῳ καὶ μέθῃ τοῖς ἀνδράσιν εὐχείρωτον ἄριστα μὲν οὖν εἶπον ὦ Φυλλίδα, καὶ πειράθητι πάντας ἢ ὅτι πλείστους[*](ὅτι πλείστους *: πλείους) εἰς ταὐτὸ τῶν ἐχθρῶν συναγαγεῖν ἀλλʼ οὐ ῥᾴδιον ἔφη μᾶλλον δʼ ἀδύνατον· ὁ γὰρ Ἀρχίας ἐλπίζων τινὰ τῶν ἐν ἀξιώματι γυναικῶν ἀφίξεσθαι τηνικαῦτα πρὸς αὐτόν, οὐ βούλεται παρεῖναι τὸν Λεοντίδην· ὥσθʼ ἡμῖν δίχα διαιρετέον αὐτοὺς ἐπὶ τὰς οἰκίας· Ἀρχίου γὰρ ἅμα καὶ Λεοντίδου προκαταληφθέντων, οἶμαι τοὺς ἄλλους ἐκποδὼν ἔσεσθαι φεύγοντας ἢ μενεῖν[*](μένειν BE) μεθʼ ἡσυχίας ἀγαπῶντας ἄν τις διδῷ τὴν ἀσφάλειαν οὕτως ἔφην ποιήσομεν. ἀλλὰ τί πρᾶγμα τούτοις πρὸς Θεόκριτόν ἐστιν, ὑπὲρ οὗ διαλέγονται; καὶ ὁ Φυλλίδασοὐ σαφῶς εἶπεν οὐδʼ [*](οὐδʼ] ἔχω εἰπεῖν οὐδʼ W) ὡς ἐπιστάμενος· ἢκουον δὲ σημεῖα καὶ μαντεύματα δυσχερῆ καὶ χαλεπὰ προστίθεσθαι[*](προστίθεσθαι] προτεθεσπισθαι Emperius lac. 85 fere E 72 B. suppleverim cum Amyoto ita: ἐν τούτῳ δὲ τοῦ Θεοκρίτου πρὸς ἡμᾶς ἐπανελθόντος, Φειδόλαος cett.) τῇ Σπάρτῃ. --- Φειδόλαος ὁ Ἁλιάρτιος[*](Ἁλιάρτιος Amyotus: τῖος) ἀπαντήσας μικρόν εἶπεν ὑμᾶς ἐνταῦθα περιμεῖναι[*](περιμεῖναι] περιμείνασι BE) Σιμμίας. ἐντυγχάνει γὰρ ἰδίᾳ Λεοντίδῃ [*](ἰδίᾳ Λεοντίδῃ R: διὰ Λεοντίδην) περὶ Ἀμφιθέου παραιτούμενος μεῖναι τὸ [*](μεῖναι τὸ] εἰ δύναιτο Madvigius) διαπράξασθαι φυγὴν ἀντὶ θανάτου τῷ ἀνθρώπῳ.