De Genio Socratis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

Απχιδαμος. ζωγράφου τινός, ὦ Καφεισία, μέμνημαί[*](μέμνημαι X: lac. 15 litt. in E, 9 in B) περὶ τῶν θεωμένων τοὺς γεγραμμένους πίνακας λόγον οὐ φαῦλον ἀκούσας ἐν εἰκόνι λελεγμένον. ἔφη γὰρ ἐοικέναι τοὺς μὲν ἰδιώτας καὶ ἀτέχνους θεατὰς ὄχλον ὁμσῦ πολὺν ἀσπαζομένοις, τοὺς

δὲ κομψοὺς καὶ φιλοτέχνους καθʼ ἕκαστον ἰδίᾳ τῶν ἐντυγχανόντων προσαγορεύουσι. τοῖς μὲν γὰρ οὐκ ἀκριβὴς ἀλλὰ τύπῳ τινὶ γίγνεται μόνον ἡ τῶν ἀποτελεσμάτων σύνοψις, τοὺς δὲ τῇ κρίσει κατὰ μέρος τὸ ἔργον διαλαμβάνοντας οὐδὲν ἀθέατον οὐδʼ ἀπροσφώνητον ἐκφεύγει τῶν καλῶς ἢ τοὐναντίον γεγονότων. οἶμαι δὴ καὶ περὶ τὰς ἀληθινὰς πράξεις ὁμοίως τῷ μὲν ἀργοτέρῳ[*](τῷ μὲν ἀργοτέρῳ Duebnerus: τῶν μὲν ἀργοτέρων ) τὴν διάνοιαν ἐξαρκεῖν πρὸς ἱστορίαν, εἰ τὸ κεφάλαιον αὐτὸ καὶ τὸ πέρας πύθοιτο τοῦ πράγματος· τὸν δὲ φιλότιμον καὶ φιλόκαλον τῶν ὑπὲρ ἀρετῆς ὥσπερ τέχνης μεγάλης ἀπειργασμένων[*](τὸν δὲ φιλότιμον - ἀπειργασμένων R: τῶν δὲ φιλοτίμων καὶ φιλοκάλων τὸν ὑπὲρ - ἀπειργασμένον ) θεατὴν τὰ καθʼ ἕκαστα μᾶλλον εὐφραίνειν τῷ μὲν[*](τῷ μὲν (sc. ἐξαρκεῖν) τοῦ *: τοῦ μὲν ) τοῦ τέλους πολλὰ κοινὰ πρὸς τὴν τύχην ἔχοντος, τὸν δʼ ἐν[*](τὸν δʼ ἐν *: τοῦ δὲ. intellege εὐφραίνειν ) ταῖς αἰτίαις καὶ τοῖς ἐπὶ[*](ἐπὶ *: lac. 18 E 19 B) μέρους ἀγῶνας ἀρετῆς[*](ἀρετῆς *: ἀρετῇ ) πρὸς τὰ συντυγχάνοντα καὶ τόλμας ἔμφρονας παρὰ τὰ δεινὰ καθορῶντα καιρῷ καὶ πάθει μεμιγμένου λογισμοῦ[*](λογισμοῦ] pendet a τόλμας). τοὺτου δὴ τοῦ γένους τῶν θεατῶν καὶ ἡμᾶς ὑπολαμβάνων εἶναι δίελθέ τε τὴν πρᾶξιν ἡμῖν[*](ἡμῖν Schaeferus: ἥτις ) ἀπʼ ἀρχῆς ὡς ἐπράχθη καὶ τοὺς λόγους οὓς εἰκὸς γενέσθαι σοῦ[*](τοὺς λόγους οὓς εἰκὸς γενέσθαι σοῦ W: τοῦ λόγου lac. 18 E 19 B γενέσθαι lac. 14 E 12 B) παρόντος, ὡς ἐμοῦ μηδʼ ἂν εἰς Θήβας ἐπὶ τούτῳ κατοκνήσαντος ἐλθεῖν, εἰ μὴ καὶ νῦν Ἀθηναίοις πέρα τοῦ δέοντος ἐδόκουν βοιωτιάζειν.[*](βοιωτιάζειν *: βοιωτίζειν )

ΚΑΦΕΙΣΙΑΣ. ἀλλʼ ἔδει μέν, ὦ Ἀρχίδαμε, σοῦ διʼ εὔνοιαν οὕτω προθύμως τὰ πεπραγμένα μαθεῖν σπουδάζοντος, ἐμὲ καὶ ἀσχολίας ὑπέρτερον θέσθαι κατὰ Πίνδαρον[*](Πίνδαρον] Isthm. 1, 2) τὸ δεῦρʼ ἐλθεῖν ἐπὶ τὴν διήγησιν τὸ δὲ πρεσβείας ἀφιγμένους ἕνεκα καὶ σχολὴν ἄγοντας, ἄχρι οὗ τὰς ἀποκρίσεις τοῦ δήμου λάβωμεν, ἀντιτείνειν καὶ ἀγροικίζεσθαι πρὸς εὐγνώμονα καὶ φιλέταιρον,[*](φιλέταιρον ἀκροατὴν W) δόξειεν ἂν ἐγείρειν[*](δόξειεν ἂν ἐγείρειν Holwerda: δοκεῖν ἀνεγείρειν ) τὸ κατὰ Βοιωτῶν ἀρχαῖον εἰς μισολογίαν ὄνειδος ἤδη μαραινόμενον παρὰ Σωκράτη τὸν ὑμέτερον· ἡμεῖς δὲ[*](ἡμεῖς δὲ] fort. ᾗ (sc. τῇ μισολογίᾳ) ἡμεῖς γε, ut Pythagoreorum silentium intellegatur) παρὰ Λῦσιν τὸν ἱερὸν[*](Λῦσιν τὸν ἱερὸν scripsi cum C. F. Hermanno: δυσὶ τῶν ἱερῶν ) σπουδάζοντες οὕτω[*](οὕτω] ὄντως W) διεφάνημεν. ἀλλʼ ὅρα τοὺς παρόντας, εἰ πρὸς ἀκρόασιν ἅμα πράξεων[*](ἅμα πράξεων Basileensis: ἀναπράξεων ) καὶ λόγων τοσούτων εὐκαίρως ἔχουσιν· οὐ γὰρ βραχὺ μῆκός ἐστι τῆς διηγήσεως, ἐπεὶ σὺ καὶ τοὺς λόγους προσπεριβαλέσθαι[*](προσπαραβαλέσθαι Holwerda: προσπεριβαλέσθαι ) κελεύεις.

ΑΡΧΙΔ. ἀγνοεῖς, ὦ Καφεισία, τοὺς ἄνδρας. ἦ μὴν ἄξιον εἰδέναι, πατέρων ὄντας ἀγαθῶν καὶ πρὸς ὑμᾶς οἰκείως ἐχόντων. ὁδὶ μέν ἐστιν ἀδελφιδοῦς Θρασυβούλου, Λυσιθείδης ὁδὶ δὲ Τιμόθεος, Κόνωνος υἱός· οὗτοι δʼ Ἀρχίνου παῖδες· οἱ δʼ ἄλλοι τῆς ἑταιρίας[*](ἑταιρείας *: ἑταιρίας ) τῆς[*](τῆς Duebnerus: lac. 11 E 7 B) ἡμετέρας πάντες· ὥστε σοι θέατρον εὔνουν καὶ οἰκεῖον[*](οἰκεῖον ἔχειν Madvigius: οἰκείαν ἔχον ) ἔχειν τὴν διήγησιν.

ΚΑΦ. εὖ λέγεις, ἀλλὰ τίς ἂν ὑμῖν μέτριος ἀρχὴ γένοιτο τῆς διηγήσεως πρὸς ἃς ἴστε πράξεις;

ΑΡΧΙΔ. ἡμεῖς, ὦ Καφεισία, σχεδὸν ὡς εἶχον αἱ Θῆβαι πρὸ τῆς καθόδου τῶν φυγάδων ἐπιστάμεθα. καὶ γάρ, ὡς οἱ περὶ Ἀρχίαν καὶ Λεοντίδην Φοιβίδαν πείσαντες ἐν σπονδαῖς καταλαβεῖν τὴν Καδμείαν τοὺς μὲν ἐξέβαλον τῶν πολιτῶν τοὺς δὲ φόβῳ κατεῖργον ἄρχοντες αὐτοὶ παρανόμως καὶ βιαίως, ἔγνωμεν ἐνταῦθα τῶν περὶ Μέλωνα καὶ Πελοπίδαν, ὡς οἶσθα, ἰδιόξενοι γενόμενοι καὶ παρʼ ὃν χρόνον ἔφευγον ἀεὶ συνδιατρίβοντες αὐτοῖς· καὶ πάλιν ὡς Λακεδαιμόνιοι Φοιβίδαν μὲν ἐζημίωσαν ἐπὶ τῷ τὴν Καδμείαν[*](Καδμίαν B E hic et infra) καταλαβεῖν καὶ τῆς εἰς Ὄλυνθον στρατηγίας ἀπέστησαν, Λυσανορίδαν δὲ τρίτον αὐτὸν ἀντʼ ἐκείνου πέμψαντες ἐγκρατέστερον ἐφρούρουν τὴν ἄκραν, ἠκούσαμεν ἔγνωμεν δὲ καὶ τὸν Ἰσμηνίαν οὐ τοῦ βελτίστου θανάτου τυχόντʼ εὐθὺς ἀπὸ τῆς δίκης τῆς περὶ αὐτοῦ γενομένης, Γοργίδου πάντα τοῖς φυγάσι δεῦρο διὰ γραμμάτων ἐξαγγείλαντος ὥστε σοι λείπεται τὰ περὶ τὴν κάθοδον αὐτὴν[*](αὐτὴν R: αὐτῶν ) τῶν φίλων καὶ τὴν ἅλωσιν[*](ἅλωσιν] ἀφαίρεσιν Schaeferus) τῶν τυράννων διηγεῖσθαι.

ΚΑΦ. καὶ μὴν ἐκείναις γε ταῖς ἡμέραις, ὦ Ἀρχίδαμε, πάντες οἱ τῶν πραττομένων μετέχοντες εἰώθειμεν εἰς τὴν Σιμμίου[*](Σιμίου Cobetus hic et infra) συνιόντες οἰκίαν, ἔκ τινος πληγῆς περὶ τὸ σκέλος ἀναλαμβάνοντος αὑτόν, ἐντυγχάνειν μὲν ἀλλήλοις ἔκ του δεήσειε, φανερῶς

δὲ διατρίβειν ἐπὶ λόγοις καὶ φιλοσοφίᾳ, πολλάκις ἐφελκόμενοι τὸν Ἀρχίαν καὶ τὸν Λεοντίδην εἰς τὸ ἀνύποπτον, οὐκ ὄντας ἀλλοτρίους παντάπασι τῆς τοιαύτης διατριβῆς. καὶ γὰρ ὁ Σιμμίας πολὺν χρόνον ἐπὶ τῆς ξένης γεγονὼς καὶ πεπλανημένος ἐν ἀλλοδαποῖς ἀνθρώποις, ὀλίγῳ πρόσθεν εἰς Θήβας ἀφῖκτο μύθων τε[*](τε] δὲ BE) παντοδαπῶν καὶ λόγων βαρβαρικῶν ὑπόπλεως· ὧν, ὁπότε τυγχάνοι σχολὴν ἄγων ὁ Ἀρχίας, ἡδέως ἠκροᾶτο συγκαθεσθεὶς[*](συγκαθεσθεὶς W: συγκαθεὶς) μετὰ τῶν νέων καὶ βουλόμενος ἡμᾶς ἐν λόγοις διάγειν μᾶλλον ἢ προσέχειν τὸν νοῦν οἷς ἔπραττον ἐκεῖνοι. τῆς δʼ ἡμέρας ἐκείνης, ἐν σκότους ἔδει γενομένου τοὺς φυγάδας ἥκειν κρύφα πρὸς τὸ τεῖχος, ἀφικνεῖταί τις ἐνθένδε, Φερενίκου πέμψαντος, ἄνθρωπος οὐδενὶ ἢ Χάρωνι τῶν παρʼ ἡμῖν[*](οὐδενὶ τῶν παρʼ ἡμῖν ἢ Χαρωνι?) γνώριμος· ἐδήλου δὲ τῶν φυγάδων ὄντας δώδεκα τοὺς νεωτάτους μετὰ κυνῶν περὶ τὸν Κιθαιρῶνα θηρεῦσαι ὡς πρὸς ἑσπέραν ἀφιξομένους· [*](ἀφιξομένους R: ἀφικομένους) αὐτὸς δὲ πεμφθῆναι ταῦτά τε προερῶν, καὶ τὴν οἰκίαν, ἐν κρυβήσονται παρελθόντες, ὃς παρέξει γνωσόμενος, ὡς ἂν εἰδότες εὐθὺς ἐκεῖ βαδίζοιεν. ἀπορουμένων δʼ ἡμῶν καὶ σκοπούντων, αὐτὸς ὡμολόγησεν ὁ Χάρων παρέξειν. ὁ μὲν οὖν ἄνθρωπος ἔγνω πάλιν ἀπελθεῖν σπουδῇ πρὸς τοὺς φυγάδας.