De Genio Socratis
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
καὶ ὁ Θεόκριτος εἰς καιρόν[*](καιρόν] add. ἥκεις R) ἔφη καὶ· ὥσπερ ἐπίτηδες· καὶ γὰρ ἐβουλόμην πυθέσθαι, τίνʼ ἦν τὰ εὑρεθέντα καὶ τίς ὅλως ἡ ὄψις τοῦ Ἀλκμήνης τάφου παρʼ ὑμῖν ἀνοιχθέντος· εἰ δὴ[*](εἰ δὴ] ἤδη BE) παρεγένου καὶ αὐτός, ὅτε πέμψας Ἀγησίλαος· εἰς Σπάρτην τὰ λείψανα μετεκόμιζε καὶ ὁ Φειδόλαος οὐ γάρ ἔφη παρέτυχον, καὶ πολλὰ δυσανασχετῶν καὶ ἀγανακτῶν πρὸς τοὺς πολίτας ἐγκατελείφθην ὑπʼ αὐτῶν. εὑρέθη δʼ οὖν σώματος,[*](lac. 33 E 31 B explet Amyontus ita: μετὰ τῶν ὀστῶν καὶ τῶν λειψάνων τοῦ σώματος ψέλλιον χαλκοῦν cett.) ψέλλιον δὲ χαλκοῦν οὐ μέγα καὶ δύʼ ἀμφορεῖς κεραμεοῖ[*](ἀμφορεῖς κεραμεοὶ *: ἀμφορέες κεράμειοι) γῆν ἔχοντες ἐντὸς ὑπὸ χρόνου λελιθωμένην ἤδη καὶ συμπεπηγυῖαν --- [*](lac. 13 E 12 B) τοῦ μνήματος --- [*](lac. 8 E 9 B. fort. supplendum ἐπάνω δὲ τοῦ μνήματος ἔκειτο πίναξ) πίναξ χαλκοῦς[*](χαλχοῦς *: χάλκεος) ἔχων γράμματα πολλὰ θαυμαστὰ [*](θαυμαστὰ] scr. vid. θαυμαστὸν) ὡς παμπάλαια γνῶναι γὰρ ἐξ αὑτῶν[*](αὑτῶν Holwerda: αὐτῶν) οὐδὲν[*](οὐδὲν Leonicus: οὐδὲ) παρεῖχε καίπερ ἐκφανέντα τοῦ χαλκοῦ καταπλυθέντος τος, ἀλλʼ ἴδιός τις ὁ τύπος καὶ βαρβαρικὸς τῶν χαρακτήρων ἐμφερέστατος Αἰγυπτίοις διὸ καὶ Ἀγησίλαος, ὡς ἔφασαν, ἐξέπεμψεν ἀντίγραφα[*](ἀντίγραφα R: ἀντιγραφὰς) τῷ βασιλεῖ δεόμενος δεῖξαι τοῖς ἱερεῦσιν, εἰ ξυνήσουσιν. ἀλλὰ περὶ τούτων μὲν ἴσως ἂν ἔχοι τι καὶ Σιμμίας ἡμῖν ἀπαγγεῖλαι, κατʼ ἐκεῖνον τὸν χρόνον ἐν Αἰγύπτῳ πολλὰ τοῖς ἱερεῦσι διὰ φιλοσοφίαν συγγενόμενος Ἁλιάρτιοι δὲ τὴν μεγάλην ἀφορίαν καὶ τὴν ἐπίβασιν τῆς λίμνης οὐκ ἀπὸ· ταὐτομάτου γενέσθαι
νομίζουσιν, ἀλλὰ μήνιμα τοῦ τάφου τοῦτο περιελθεῖν[*](περιελθεῖν κἑ] cf. Symbolas meas p. 92) ἀνασχομένους ὀρυττόμενον·. καὶ ὁ Θεόκριτος μικρὸν διαλιπών ἀλλʼ οὐδʼ αὐτοῖς ἔφη Λακεδαιμονίοις ἀμήνιτον ἔοικεν εἶναι τὸ δαιμόνιον, ὡς προδείκνυσι τὰ σημεῖα περὶ ὧν ἄρτι Λυσανορίδας ἡμῖν ἐκοινοῦτο· καὶ νῦν μὲν ἄπεισιν εἰς Ἁλίαρτον ἐπιχώσων αὖθις τὸ σῆμα καὶ χοὰς ποιησόμενος Ἀλκμήνῃ καὶ Ἀλέῳ[*](Ἀλκμήνῃ καὶ Ἀλέῳ Duebnerus: ἀλκμήνης καὶ ἄλεον) κατὰ δή τινα χρησμόν, ἀγνοῶν τὸν Ἄλεον[*](τὸν Ἀλεον] τὸ ἄλεον BE) ὅστις ἦν· ἐπανελθὼν δʼ ἐκεῖθεν οἷός ἐστι τὸν Δίρκης ἀναζητεῖν τάφον, ἄγνωστον ὄντα τοῖς Θηβαίοις πλὴν τῶν ἱππαρχηκότων. ὁ γὰρ ἀπαλλαττόμενος τὸν παραλαμβάνοντα τὴν ἀρχὴν μόνος ἄγων μόνον ἔδειξε νύκτωρ, καί τινας[*](τινας] τινες BE) ἐπʼ αὐτῷ δράσαντες ἀπύρους[*](ἀπείρους iidem) ἱερουργίας, ὧν τὰ σημεῖα συγχέουσι καὶ ἀφανίζουσιν, ὑπὸ σκότους[*](σκότους *: σκότος. cf. Praefat. p. LXX) ἀπέρχονται χωρισθέντες. ἐγὼ δὲ τ--- [*](post δέ τʼ nulla lac. est in BE Fort. explendum δὲ τὸ μνῆμα μὲν. lac. posterior 128 E 100 B) μέν, ὦ Φειδόλαε, ---καλῶς ἐξευρήσειν αὐτοὺς νομίζω. φεύγουσι γὰρ οἱ πλεῖστοι τῶν ἱππαρχηκότων νομίμως, μᾶλλον δὲ πάντες πλὴν Γοργίδου καὶ Πλάτωνος, ὧν οὐδʼ ἂν ἐπιχειρήσειαν ἐκπυνθάνεσθαι δεδιότες τοὺς ἄνδρας· οἱ δὲ νῦν ἄρχοντες ἐν τῇ Καδμείᾳ τὸ δόρυ καὶ τὴν σφραγῖδα παραλαμβάνουσιν οὔτʼείδότες οὐδὲν οὔτε ---[*](lac. 23 fere E 16 B. Supplent δεικνύντες Amyotus, πυθόμενοι R)ταῦτα τοῦ Θεοκρίτου λέγοντος, ὁ Λεοντίδης
ἐξῄει μετὰ τῶν φίλων· ἡμεῖς δʼ εἰσελθόντες ἠσπαζόμεθα τὸν Σιμμίαν ἐπὶ τῆς κλίνης καθεζόμενον, οὐ κατατετευχότα τῆς δεήσεως, οἶμαι, μάλα σύννουν καὶ διαλελυπημένον[*](διαλελυπημένον] fort. λίαν (vel νὴ Δία) λελυπημένον)· ἀποβλέψας δὲ πρὸς ἅπαντας ἡμᾶς ὦ Ἡράκλεις εἶπεν ἀγρίων καὶ βαρβάρων ἠθῶν εἶτʼ οὐχ ὑπέρευ Θαλῆς ὁ παλαιὸς ἀπὸ ξένης ἐλθὼν διὰ χρόνου, τῶν φίλων ἐρωτώντων ὅ τι καινότατον ἱστορήκοι, τύραννον ἔφη γέροντα. καὶ γὰρ ᾧ μηδὲν ἰδίᾳ συμβέβηκεν ἀδικεῖσθαι, τὸ βάρος αὐτὸ καὶ τὴν σκληρότητα τῆς ὁμιλίας δυσχεραίνων ἐχθρός ἐστι τῶν ἀνόμων καὶ ἀνυπευθύνων δυναστειῶν. ἀλλὰ ταῦτα μὲν ἴσως θεῷ μελήσει τὸν δὲ ξένον ἴστε τὸν ἀφιγμένον, ὦ Καφισία, πρὸς ὑμᾶς ὅστις ἐστίν; οὐκ οἶδʼ ἔφην ἐγώ τίνα λέγεις. καὶ μήν ἔφη Λεοντίδης φησὶν[*](φησὶν Amyotus; sed malim λέγει Λεοντίδης) ἄνθρωπον ὦφθαι παρὰ τὸ Λύσιδος μνημεῖον ἐκ νυκτῶν ἀνιστάμενον, ἀκολουθίας πλήθει καὶ κατασκευῇ σοβαρόν, αὐτόθι κατηυλισμένον ἐπὶ στιβάδων φαίνεσθαι γὰρ ἄγνου καὶ μυρίκης χαμεύνας ἔτι δʼ ἐμπύρων λείψανα καὶ χοὰς γάλακτος ἕωθεν δὲ πυνθάνεσθαι τῶν ἀπαντώντων, εἰ τοὺς Πολύμνιος παῖδας ἐνδημοῦντας εὑρήσει. καὶ τίς ἄν εἶπον ὁ ξένος εἴη; περιττῷ γὰρ ἀφʼ ὧν λέγεις τινὶ καὶ οὐκ ἰδιώτῃ προσέοικεν.