De fraterno amore
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1891.
ἀδελφῷ δὲ χρὴ μὴ καθάπερ πλάστιγγα ῥέπειν ἐπὶ τοὐναντίον, ὑψουμένου[*](ὑψουμένῳ?) ταπεινούμενον αὐτόν, ἀλλʼ ὥσπερ τῶν ἀριθμῶν οἱ ἐλάττονες τοὺς μείζονας πολλαπλασιάζοντες; καὶ πολλαπλασιαζόμενοι συναύξειν ἅμα καὶ συναύξεσθαι τοῖς ἀγαθοῖς. οὐδὲ γὰρ τῶν δακτύλων ἔλαττον ἔχει τοῦ γράφοντος ἢ ψάλλοντος ὁ μὴ δυνάμενος τοῦτο ποιεῖν μηδὲ πεφυκώς, ἀλλὰ συγκινοῦνται καὶ συνεργοῦσιν ἅπαντες ἁμωσγέπως ἀλλήλοις, ὥσπερ ἐπίτηδες ἄνισοι γεγονότες καὶ τὸ συλληπτικὸν ἐξ ἀντιθέσεως πρὸς τὸν μέγιστον καὶ ῥωμαλεώτατον[*](ῥωμαλεώτατον R: ῥωμαλεώτερον ) ἔχοντες. οὕτω καὶ Κρατερὸς Ἀντιγόνου[*](Ἀντιγόνου] Craterus non Antigoni sed Antipatri frater fuit R) βασιλεύοντος ἀδελφὸς ὢν καὶ Κασάνδρου Περίλαος ἐπὶ τὸ στρατηγεῖν[*](στρατηγεῖν] οὐραγεῖν?) καὶ οἰκουρεῖν ἔταττον αὑτούς· Ἀντίοχοι δὲ καὶ Σέλευκοι καὶ πάλιν Γρυποὶ καὶ Κυζικηνοὶ τὰ δεύτερα φέρειν οὐ μαθόντες ἀδελφοῖς ἀλλὰ πορφύρας καὶ διαδήματος ὀρεγόμενοι, πολλῶν μὲν αὑτοὺς κακῶν καὶ ἀλλήλους πολλῶν δὲ τὴν Ἀσίαν ἐνέπλησαν. ἐπεὶ δὲ τοῖς φιλοτίμοις μάλιστα τῶν ἠθῶν ἐμφύονται φθόνοι καὶ ζηλοτυπίαι πρὸς τοὺς πλέον ἔχοντας ἐν δόξῃ καὶ τιμῇ,
χρησιμώτατόν ἐστι πρὸς τοῦτο τοῖς ἀδελφοῖς τὸ μὴ κτᾶσθαι μήτε τὰς τιμὰς μήτε τὰς δυνάμεις ἀπὸ τῶν αὐτῶν, ἀλλʼ ἕτερον ἀφʼ ἑτέρου. καὶ γὰρ τῶν θηρίων πόλεμός ἐστι πρὸς ἄλληλα τοῖς ἀπὸ τῶν αὐτῶν τρεφομένοις, καὶ τῶν ἀθλητῶν οἱ πρὸς ἓν ἄθλημα κάμνοντες ἀνταγωνισταί· πύκται δὲ παγκρατιασταῖς φίλιοι καὶ δολιχοδρόμοι παλαισταῖς εὐμενεῖς εἰσι καὶ συναγωνιῶσι καὶ σπουδάζουσιν ὑπὲρ ἀλλήλων· διὸ καὶ τῶν Τυνδαριδῶν πὺξ μὲν ὁ Πολυδεύκης ἐνίκα δρόμῳ δʼ ὁ Κάστωρ. εὖ δὲ καὶ τὸν Τεῦκρον Ὅμηρος[*](Ὅμηρος] Θ 272) πεποίηκεν ἀπὸ τῆς τοξικῆς εὐδοκιμοῦντα, τἀδελφοῦ πρωτεύοντος ἐν τοῖς ὁπλίταις·ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.καὶ τῶν πολιτευομένων οἱ στρατηγοῦντες τοῖς δημαγωγοῦσιν οὐ πάνυ φθονοῦσιν, οὐδέ γε τῶν ῥητόρων οἱ δικολόγοι τοῖς σοφιστεύουσιν οὐδὲ τῶν ἰατρῶν οἱ περὶ δίαιταν τοῖς χειρουργοῖς ἀλλὰ καὶ συμπαραλαμβάνουσι καὶ συνεπιμαρτυροῦσι. τὸ δʼ ἀπὸ τῆς αὐτῆς τέχνης ἢ δυνάμεως ζητεῖν ἔνδοξον εἶναι καὶ περίβλεπτον οὐδὲν ἐν φαύλοις διαφέρει τοῦ μιᾶς ἐρῶντας ἀμφοτέρους βούλεσθαι πλέον ἔχειν καὶ μᾶλλον εὐδοκιμεῖν τοῦ ἑτέρου τὸν ἕτερον. οἱ μὲν οὖν καθʼ ἑτέρας ὁδοὺς βαδίζοντες οὐθὲν ἀλλήλους ὠφελοῦσιν, οἱ δὲ βίοις χρώμενοι διαφόροις τόν τε φθόνον ἐκτρέπονται καὶ συνεργοῦσιν ἀλλήλοις μᾶλλον, ὡς Δημοσθένης καὶ Χάρης καὶ πάλιν Αἰσχίνης καὶ Εὔβουλος καὶ Ὑπερείδης καὶ Λεωσθένης, οἱ μὲν λέγοντες ἐν τῷ καὶ γράφοντες οἱ στρατηγοῦντες καὶ πράττοντες·, ὅθεν ἀπωτάτω δεῖ ταῖς ἐπιθυμίαις τρέπεσθαι καὶ ταῖς φιλοτιμίαις τῶν ἀδελφῶν τοὺς ἀφθόνως δόξης καὶ δυνάμεως κοινωνεῖν μὴ πεφυκότας, ὅπως εὐφραίνωσιν εὐημεροῦντες ἀλλήλους ἀλλὰ μὴ λυπῶσι.