De fraterno amore
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1891.
τῷ μὲν οὖν ὑπερέχοντι τοιαῦτά τις ἂν παραινέσειε· τῷ δὲ λειπομένῳ πάλιν ἐνθυμητέον, ὡς οὐχ εἷς οὐδὲ μόνος αὐτοῦ πλουσιώτερος ἢ λογιώτερος ἢ λαμπρότερος εἰς δόξαν ὁ ἀδελφός ἐστιν, ἀλλὰ πολλάκις πολλῶν ἀπολείπεται καὶ μυριάκις μυρίων
εὐρυεδοῦς[*](εὐρυεδοῦς Plato Prot. p. 345 c: εὐρυόδους ) ὅσοι καρπὸν αἰνύμεθα χθονός.εἴτε δὲ πᾶσι περινοστεῖ φθονῶν εἴτε μόνος αὐτὸν ἐν τοσούτοις εὐτυχοῦσιν ὁ φίλτατος ἀνιᾷ καὶ ὁ συγγενέστατος, ὑπερβολὴν ἑτέρῳ κακοδαιμονίας οὐ λέλοιπεν, ὡς οὖν ὁ Μέτελλος ᾤετο δεῖν Ῥωμαίους τοῖς θεοῖς χάριν ἔχειν, ὅτι Σκιπίων ἐν ἑτέρᾳ πόλει τοιοῦτος ὢν οὐκ ἐγεννήθη οὕτως ἕκαστος εὐχέσθω μάλιστα μὲν αὐτὸς εὐπραξίᾳ διαφέρειν, εἰ δὲ μή, τὸν ἀδελφὸν αὐτοῦ τὴν ζηλουμένην ἔχειν ὑπεροχὴν καὶ δύναμιν. οἱ δʼ[*](οἱ δʼ] ἔνιοι δʼ?) οὕτω πεφύκασιν ἀτυχεῖς πρὸς τὸ καλόν, ὥστε φίλοις μὲν ἐνδόξοις ἀγάλλεσθαι καὶ μέγα φρονεῖν ἂν ξένους ἡγεμονικοὺς καὶ πλουσίους ἔχωσι, τὰς δὲ τῶν ἀδελφῶν λαμπρότητας αὑτῶν ἀμαυρώσεις νομίζειν· καὶ πατέρων μὲν εὐτυχίαις ἐπαίρεσθαι καὶ στρατηγίαις προπάππων λεγομέναις, ὧν οὐδὲν ἀπέλαυσαν οὐδὲ μετέσχον, ἀδελφῶν δὲ κληρονομίαις καὶ ἀρχαῖς καὶ γάμοις ἐνδόξοις ἀθυμεῖν καὶ ταπεινοῦσθαι. καίτοι μάλιστα μὲν ἔδει μηδʼ ἄλλῳ φθονεῖν, εἰ δὲ μή, τρέπειν ἔξω καὶ πρὸς ἑτέρους ἀποχετεύειν τὸ βάσκανον, ὥσπερ οἱ τὰς στάσεις θύραζε τοῖς πολεμίοις περιιστάντες.[*](περιιστάντες *: περιιστῶντες )
φθονεῖν πεφύκασι καὶ ζηλοτυπεῖν.
- πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοὶ τʼ ἐπίκουροι·
[*](Hom. Z 227, 229)- πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοί