De fraterno amore

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1891.

παρὰ πάντα δὲ ταῦτα φυλακτέον ἐστὶ κηδεστῶν καὶ οἰκείων καὶ γυναικὸς; ἔστιν ὅτε τῇ φιλοδοξίᾳ συνεπιτιθεμένης λόγους πονηρούς, ὁ ἀδελφὸς ἄγει καὶ φέρει πάντα καὶ θαυμάζεται καὶ θεραπεύεται, σοὶ δʼ οὐδεὶς πρόσεισιν οὐδʼ ἔχεις σεμνὸν οὐδέν. ἔχω μὲν οὖν ἂν[*](ἂν Madvigius) φαίη τις εὖ φρονῶν ἀδελφὸν εὐδοκιμοῦντα καὶ μέτεστί μοι τῆς ἐκείνου δυνάμεως τὸ πλεῖστον ὁ μὲν γὰρ Σωκράτης ἔλεγε βούλεσθαι Δαρεῖον ἔχειν μᾶλλον φίλον ἢ τὸ δαρεικόν,[*](τὸ δαρεικόν] τὸ δαρεικὸν χρυσίον an τὸν δαρεικόν?) ἀδελφῷ δὲ νοῦν ἔχοντι καὶ πλούτου καὶ ἀρχῆς καὶ λογιότητος οὐκ ἔλαττον ἀγαθόν ἐστιν ἄρχων ἀδελφὸς ἢ πλουτῶν ἢ λόγου δυνάμει προήκων εἰς δόξαν. ἀλλὰ ταύτας μὲν οὕτω μάλιστα τὰς ἀνωμαλίας παρηγορητέον ἕτεραι δʼ εὐθὺς ἐγγίγνονται διαφοραὶ περὶ τὰς ἡλικίας ἀπαιδεύτοις ἀδελφοῖς. ἐπιεικῶς γὰρ οἳ τε πρεσβύτεροι τῶν νεωτέρων ἄρχειν ἀξιοῦντες ἀεὶ καὶ προΐστασθαι καὶ πλέον ἔχειν ἐν παντὶ δόξης καὶ δυνάμεως βαρεῖς εἰσι καὶ ἀηδεῖς· οἵ τε νεώτεροι πάλιν ἀφηνιάζοντες καὶ θρασυνόμενοι καταφρονεῖν καὶ ὀλιγωρεῖν ἀσκοῦσιν. ἐκ δὲ τούτων οἱ μὲν ὡς φθονούμενοι καὶ κολουόμενοι φεύγουσι καὶ

δυσχεραίνουσι τὰς νουθεσίας· οἱ δʼ ἀεὶ τῆς ὑπεροχῆς γλιχόμενοι φοβοῦνται τὴν ἐκείνων αὔξησιν ὡς αὑτῶν κατάλυσιν. ὥσπερ οὖν ἐπὶ τῆς χάριτος ἀξιοῦσι μείζονα τοὺς λαμβάνοντας ἡγεῖσθαι μικροτέραν δὲ τοὺς διδόντας· οὕτως ἄν τις, τὸν χρόνον παραινῶν τῷ μὲν πρεσβυτέρῳ μὴ μέγα νομίζειν τῷ δὲ νεωτέρῳ μὴ μικρόν, ὑπεροψίας καὶ ἀμελείας καὶ τοῦ καταφρονεῖσθαι καὶ καταφρονεῖν ἀμφοτέρους ἀπαλλάξειεν. ἐπεὶ δὲ τῷ μὲν πρεσβυτέρῳ τὸ κήδεσθαι καὶ καθηγεῖσθαι καὶ νουθετεῖν προσῆκόν ἐστι τῷ δὲ νεωτέρῳ τὸ τιμᾶν καὶ ζηλοῦν καὶ ἀκολουθεῖν, ἡ μὲν ἐκείνου κηδεμονία τὸ ἑταιρικὸν μᾶλλον ἢ τὸ πατρικὸν ἐχέτω καὶ τὸ πεῖθον ἢ τὸ ἐπιτάττον καὶ τὸ χαῖρον ἐπὶ τοῖς κατορθώμασι καὶ κατευφημοῦν τοῦ ψέγοντος ἂν ἁμάρτῃ καὶ κολούοντος μὴ μόνον προθυμότερον ἀλλὰ καὶ φιλανθρωπότερον τῷ δὲ τοῦ νεωτέρου ζήλῳ τὸ μιμούμενον ἐνέστω μὴ τὸ ἁμιλλώμενον. θαυμάζοντος γὰρ ἡ μίμησις ἡ δʼ ἅμιλλα φθονοῦντός ἐστι. διὸ τοὺς μὲν ἐξομοιοῦσθαι βουλομένους ἀγαπῶσι τοὺς,· δʼ ἐξισοῦσθαι πιέζουσι καὶ χαλέπτουσιν. ἐν πολλαῖς; δὲ τιμαῖς ἃς πρέπει παρὰ τῶν νέων ἀποδίδοσθαι τοῖς πρεσβυτέροις, τὸ πειθαρχεῖν εὐδοκιμεῖ μάλιστα καὶ κατεργάζεται μετʼ αἰδοῦς εὔνοιαν ἰσχυρὰν καὶ χάριν ἀνθυπείκουσαν. ᾗ καὶ Κάτων τὸν Καιπίωνα πρεσβύτερον ὄντα θεραπεύων εὐθὺς ἐκ παίδων εὐπειθείᾳ καὶ πραότητι καὶ σιωπῇ, τέλος οὕτως ἐπʼ ἀνδράσιν ἐχειρώσατο καὶ τοσαύτης ἐνέπλησεν αἰδοῦς πρὸς ἑαυτόν, ὡς μήτε πρᾶξαί τι μήτʼ εἰπεῖν ἀγνοοῦντος ἐκείνου. μνημονεύεται γοῦν, ὅτι
μαρτυρίας ποτὲ γραμματεῖον ἐπισφραγισαμένου τοῦ Καιπίωνος[*](Καιπίωνος R: καπίωνος ) ὁ Κάτων ὕστερος ἐπελθὼν οὐκ ἠθέλησεν ἐπισφραγίσασθαι· καὶ ὁ Καιπίων[*](Καιπίωνidem: καπίων) ἀπαιτήσας τὸ γραμματεῖον ἀφεῖλε τὴν αὑτοῦ σφραγῖδα πρὶν ἢ πυθέσθαι τί παθὼν. ὁ ἀδελφὸς οὐκ ἐπίστευσεν ἀλλʼ ὑπείδετο τὴν μαρτυρίαν. φαίνεται δὲ πολλὴ καὶ πρὸς Ἐπίκουρον ἡ αἰδὼς τῶν ἀδελφῶν διʼ εὔνοιαν αὐτοῦ καὶ κηδεμονίαν, εἴς τε τἄλλα καὶ φιλοσοφίαν τὴν ἐκείνου συνενθουσιώντων· καὶ γὰρ εἰ διημάρτανον δόξης εὐθὺς ἐκ παίδων πεπεισμένοι καὶ λέγοντες ὡς οὐδεὶς γέγονεν Ἐπικούρου σοφώτερος, ἄξιόν ἐστι θαυμάζειν καὶ τοῦ διαθέντος οὕτως καὶ τῶν διατεθέντων. οὐ μὴν ἀλλὰ καὶ τῶν νεωτέρων φιλοσόφων Ἀπολλώνιος ὁ περιπατητικὸς ἤλεγξε τὸν εἰπόντα δόξαν ἀκοινώνητον εἶναι, Σωτίωνα νεώτερον ἀδελφὸν αὑτοῦ ποιήσας ἐνδοξότερον. ἐμοὶ μὲν γὰρ ὅτι πολλῶν ἀξίων χάριτος παρὰ τῆς τύχης γεγονότων, ἡ Τίμωνος εὔνοια τἀδελφοῦ πρὸς ἅπαντα τἄλλα καὶ γέγονε καὶ ἔστιν, οὐδεὶς ἀγνοεῖ τῶν ὁπωσοῦν ἐντετυχηκότων ἡμῖν, ἣκιστα δʼ οἱ συνήθεις ὑμεῖς.