De Defectu Oraculorum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

καὶ ὁ Δημήτριος οὐκ οἶδʼ ἔγωγε τά γε[*](τά γε W: τάδε ) νῦν ἀποδημῶ γάρ, ὡς ἴστε, πάμπολυν ἤδη χρόνον· ἔτι δʼ ἤκμαζεν ἐμοῦ παρόντος καὶ τὸ Μόψου καὶ τὸ Ἀμφιλόχου μαντεῖον. ἔχω δʼ εἰπεῖν τῷ Μόψου παραγενόμενος πρᾶγμα θαυμασιώτατον. ὁ γὰρ ἡγεμὼν τῆς Κιλικίας αὐτὸς μὲν ἀμφίδοξος ὢν ἔτι πρὸς τὰ θεῖα, διʼ ἀσθένειαν ἀπιστίας οἶμαι τἄλλα γὰρ ἦν ὑβριστὴς καὶ φαῦλος ἔχων δὲ περὶ αὑτὸν Ἐπικουρείους τινὰς τῶν καλῶν δὴ καὶ φυσιολόγων[*](τῶν καλῶν δὴ καὶ φυσιολόγων *: τὴν καλὴν δὴ καὶ φυσιολόγον ) ἐνυβρίζοντας, ὡς αὐτοὶ λέγουσι, τοῖς τοιούτοις, εἰσέπεμψεν ἀπελεύθερον οἷον εἰς[*](εἰς] del. Stegmannus coll. Eur. Rhes. 125) πολεμίων[*](πολεμίαν R) κατάσκοπον ἐνσκευάσας, ἔχοντα κατεσφραγισμένην δέλτον, ἐν ᾗ τὸ ἐρώτημʼ ἦν ἐγγεγραμμένον, οὐδενὸς εἰδότος. ἐννυχεύσας οὖν ὁ ἄνθρωπος ὥσπερ ἔθος ἐστὶ τῷ σηκῷ, καὶ κατακοιμηθεὶς ἀπήγγειλε μεθʼ ἡμέραν ἐνύπνιον τοιοῦτον. ἄνθρωπον ἔδοξεν αὑτῷ καλὸν ἐπιστάντα φθέγξασθαι τοσοῦτον μέλανα καὶ πλέον οὐδὲν ἀλλʼ εὐθὺς οἴχεσθαι. τοῦθʼ ἡμῖν μὲν ἄτοπον ἐφάνη καὶ πολλὴν ἀπορίαν παρέσχεν ὁ δʼ ἡγεμὼν ἐκεῖνος ἐξεπλάγη καὶ προσεκύνησεν, καὶ τὴν δέλτον ἀνοίξας ἐπεδείκνυεν ἐρώτημα τοιοῦτο γεγραμμένον πότερόν σοι λευκὸν ἢ μέλανα θύσω ταῦρον;ʼ ὥστε καὶ τοὺς Ἐπικουρείους διατραπῆναι, κἀκεῖνον αὐτὸν τήν τε θυσίαν ἐπιτελεῖν καὶ σέβεσθαι διά τέλους τὸν Μόψον.

ὁ μὲν οὖν Δημήτριος ταῦτʼ εἰπὼν ἐσιώπησεν· ἐγὼ δὲ βουλόμενος ὥσπερ τι κεφάλαιον

ἐπιθεῖναι τῷ λόγῳ, πρὸς τὸν Φίλιππον αὖθις ἀπέβλεψα καὶ τὸν Ἀμμώνιον ὁμοῦ καθημένους. ἔδοξαν οὖν μοι βούλεσθαί τι διαλεχθῆναι καὶ πάλιν ἐπέσχον. ὁ δʼ Ἀμμώνιος ἔχει μέν ἔφη καὶ Φίλιππος, ὦ Λαμπρία, περὶ τῶν εἰρημένων εἰπεῖν· οἴεται γὰρ ὥσπερ οἱ πολλοὶ καὶ αὐτὸς οὐχ ἕτερον εἶναι τὸν Ἀπόλλωνα θεὸν ἀλλὰ τῷ ἡλίῳ τὸν αὐτόν. ἡ δʼ ἐμὴ μείζων ἀπορία καὶ περὶ μειζόνων · ἄρτι γὰρ οὐκ οἶδʼ ὅπως τῷ λόγῳ παρεχωρήσαμεν ἐκ τῶν θεῶν τὴν μαντικὴν ἐς δαίμονας ἀτεχνῶς ἀποδιοπομπουμένῳ[*](ἀποδιοπομπουμένῳ R: ἀποδιοπομπούμενοι ) νυνὶ δέ μοι δοκοῦμεν αὐτοὺς πάλιν ἐκείνους ἐξωθεῖν καὶ ἀπελαύνειν ἐνθένδε τοῦ χρηστηρίου καὶ τοῦ τρίποδος, εἰς πνεύματα καὶ ἀτμοὺς καὶ ἀναθυμιάσεις τὴν τῆς μαντικῆς ἀρχὴν μᾶλλον δὲ τὴν οὐσίαν αὐτὴν καὶ τὴν δύναμιν ἀναλύοντες. αἱ γὰρ εἰρημέναι κράσεις καὶ θερμότητες αὗται καὶ στομώσεις, ὅσῳ[*](ὅσῳ] ἴσως?) μᾶλλον ἀπάγουσι τὴν δόξαν ἀπὸ τῶν θεῶν καί τινα τοιοῦτον ἐπιβάλλουσι τῆς αἰτίας ἐπιλογισμόν, οἵῳ ποιεῖ τὸν Κύκλωπα χρώμενον Εὐριπίδης,[*](Εὐριπίδης] Cycl. 331)
  1. ἡ γῆ δʼ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ,
  2. τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά.
πλὴν ἐκεῖνος μὲν οὔ φησι θύειν θεοῖς ἀλλʼ ἑαυτῷ καὶ τῇ μεγίστῃ γαστρὶ δαιμόνων ἡμεῖς δὲ καὶ θύομεν καὶ προσευχόμεθα τί παθόντες ἐπὶ τοῖς χρηστηρίοις, εἰ δύναμιν μὲν ἐν ἑαυταῖς μαντικὴν αἱ
v.3.p.134
ψυχαὶ κομίζουσιν, ἡ δὲ κινοῦσα ταύτην ἀέρος τίς ἐστι κρᾶσις ἢ πνεύματος; αἱ δὲ τῶν ἱερείων κατασπείσεις[*](αἱ δὲ τῶν ἱερείων κατασπείσεις R: κατασπείσεις R: αἱ δὲ τῶν ἱερίδων καταστάσεις ) τί βούλονται, καὶ τὸ μὴ θεμιστεύειν, ἐὰν[*](ἐὰν Stegmannus: εἰ ) μὴ τὸ ἱερεῖον ὅλον ἐξ ἄκρων σφυρῶν ὑπότρομον γένηται καὶ κραδανθῇ κατασπενδόμενον; οὐ γὰρ ἀρκεῖ τὸ διασεῖσαι τὴν κεφαλὴν ὥσπερ ἐν ταῖς ἄλλαις θυσίαις, ἀλλὰ πᾶσι δεῖ τοῖς μέρεσι τὸν σάλον ὁμοῦ καὶ τὸν παλμὸν ἐγγενέσθαι μετὰ ψόφου τρομώδους ἐὰν γὰρ μὴ τοῦτο γένηται, τὸ μαντεῖον οὔ φασι χρηματίζειν οὐδʼ εἰσάγουσι τὴν Πυθίαν. καίτοι θεῷ μὲν ἢ δαίμονι[*](θεῷ μὲν ἢ δαίμονι Turnebus: θεοῦ μὲν ἢ δαίμονος ) αἰτίαν τὴν πλείστην[*](τὴν πλείστην αἰτίαν?) ἀνατιθέντας εἰκός ἐστι ταῦτα ποιεῖν καὶ νομίζειν· ὡς δὲ σὺ λέγεις, οὐκ εἰκός· ἡ γὰρ ἀναθυμίασις, ἄν τε πτοῆται[*](πτοῆται M: ποιῆται ) τὸ ἱερεῖον ἄν τε μή, παροῦσα ποιήσει τὸν ἐνθουσιασμὸν καὶ διαθήσει τὴν ψυχὴν ὁμοίως οὐ τῆς Πυθίας μόνον, ἀλλὰ κἂν τοῦ τυχόντος ἅψηται σώματος. ὅθεν εὔηθές ἐστι τὸ μιᾷ γυναικὶ πρὸς τὰ μαντεῖα χρῆσθαι, καὶ ταύτῃ παρέχειν πράγματα φυλάττοντας ἁγνὴν διὰ βίου καὶ καθαρεύουσαν. ὁ γὰρ Κορήτας ἐκεῖνος, ὃν Δελφοὶ λέγουσι πρῶτον ἐμπεσόντα τῆς περὶ τὸν τόπον δυνάμεως αἴσθησιν παρασχεῖν, οὐδὲν οἶμαι διέφερε τῶν ἄλλων αἰπόλων καὶ ποιμένων εἴ γε δὴ τοῦτο μὴ μῦθός ἐστι μηδὲ πλάσμα κενόν, ὡς ἔγωγʼ ἡγοῦμαι. καὶ λογιζόμενος πηλίκων ἀγαθῶν τουτὶ τὸ μαντεῖον αἴτιον γέγονε τοῖς Ἕλλησιν ἔν τε πολέμοις καὶ κτίσεσι πόλεων ἔν τε λοιμοῖς
καὶ καρπῶν ἀφορίαις, δεινὸν ἡγοῦμαι μὴ θεῷ καὶ προνοίᾳ τὴν εὕρεσιν αὐτοῦ καὶ ἀρχὴν ἀλλὰ τῷ κατὰ τύχην καὶ αὐτομάτως ἀνατίθεσθαι. πρὸς δὴ ταῦτʼ εἶπε τὸν Λαμπρίαν[*](τὸν Λαμπρίαν W: ὧ Λαμπρία ) βούλομαι διαλεχθῆναι περιμενεῖς[*](περιμένεις *: περιμένοις ) δέ;ʼ πάνυ μὲν οὖν ὁ Φίλιππος ἔφη καὶ πάντες οὗτοι· πάντας γὰρ ἡμᾶς ὁ λόγος κεκίνηκε.

κἀγὼ πρὸς αὐτὸν ἐμὲ δʼ εἶπον οὐ κεκίνηκεν ὦ Φίλιππε μόνον ἀλλὰ καὶ συγκέχυκεν, εἰ ἐν τοσούτοις καὶ τηλικούτοις οὖσιν ὑμῖν δοκῶ παρʼ ἡλικίαν τῷ πιθανῷ τοῦ λόγου καλλωπιζόμενος ἀναιρεῖν τι καὶ κινεῖν τῶν ἀληθῶς καὶ ὁσίως[*](ὁσίως Herwerdenus: θείως ) περὶ τοῦ θείου νενομισμένων. ἀπολογήσομαι δὲ μάρτυρα καὶ σύνδικον ὁμοῦ Πλάτωνα[*](Πλάτωνα] Phaedon. 97 d sqq.) παραστησάμενος. ἐκεῖνος γὰρ ἀνὴρ[*](ἀνὴρ Emperius: ἀνὴρ ) Ἀναξαγόραν μὲν ἐμέμψατο τὸν παλαιόν, ὅτι ταῖς φυσικαῖς ἄγαν ἐνδεδεμένος αἰτίαις καὶ τὸ κατʼ ἀνάγκην τοῖς τῶν σωμάτων ἀποτελούμενον πάθεσι μετιὼν ἀεὶ καὶ διώκων, τὸ οὗ ἕνεκα καὶ ὑφʼ οὗ, βελτίονας αἰτίας οὔσας καὶ ἀρχάς, ἀφῆκεν αὐτὸς δὲ πρῶτος ἢ μάλιστα τῶν φιλοσόφων ἀμφοτέρας ἐπεξῆλθε, τῷ μὲν θεῷ τὴν ἀρχὴν ἀποδιδοὺς τῶν κατὰ λόγον ἐχόντων, οὐκ ἀποστερῶν δὲ τὴν ὕλην τῶν ἀναγκαίων πρὸς τὸ γιγνόμενον αἰτιῶν, ἀλλὰ συνορῶν, ὅτι τῇδέ πη καὶ τὸ πᾶν αἰσθητὸν διακεκοσμημένον οὐ καθαρὸν δʼ οὐδʼ ἀμιγές; ἐστιν, ἀλλὰ τῆς ὕλης συμπλεκομένης τῷ λόγῳ λαμβάνει τὴν γένεσιν. ὅρα δὲ πρῶτον ἐπὶ τῶν τεχνιτῶν· οἷον εὐθὺς ἡ

περιβόητος ἐνταῦθα τοῦ κρατῆρος ἕδρα καὶ βάσις, ἣν Ἡρόδοτος[*](Ἡρόδοτος] 1, 25) ὑποκρητηρίδιον[*](ὑποκρητηρίδιον Turnebus: ὑποκριτηρίδιον ) ὠνόμασεν, αἰτίας μὲν ἔσχε τὰς[*](ἔσχε τὰς Madvigius: ἔχοντας ) ὑλικάς, πῦρ καὶ σίδηρον καὶ μάλαξιν διὰ πυρὸς καὶ διʼ[*](διʼ R) ὕδατος βαφήν, ὧν ἄνευ γενέσθαι τὸ ἔργον οὐδεμία μηχανή· τὴν δὲ κυριωτέραν ἀρχὴν καὶ ταῦτα κινοῦσαν καὶ διὰ τούτων ἐνεργοῦσαν ἡ τέχνη καὶ ὁ λόγος τῷ ἔργῳ παρέσχε. καὶ μὴν τῶν γε μιμημάτων τούτων καὶ εἰδώλων ὁ ποιητὴς καὶ δημιουργὸς ἐπιγέγραπται
  1. γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος
  2. [*](Bergk. 3 p. 502)
  3. υἱὸς περθομέναν Ἰλίου ἀκρόπολιν
ὡς ὁρᾶται[*](ὡς ὁρᾶται] ὡς ἀρετῇ (i.e. διʼ οἰκείαν ἀρετήν)?) γράψας· ἄνευ δὲ φαρμάκων συντριβέντων καὶ συμφθαρέντων ἀλλήλοις οὐδὲν ἦν οἷόν τε τοιαύτην διάθεσιν λαβεῖν καὶ ὄψιν. ἆρʼ οὖν ὁ βουλόμενος ἅπτεσθαι τῆς ὑλικῆς ἀρχῆς, ζητῶν δὲ καὶ διδάσκων τὰ παθήματα καὶ τὰς μεταβολάς, ἃς ὤχρᾳ μιχθεῖσα σινωπὶς ἴσχει καὶ μέλανι μηλιάς, ἀφαιρεῖται τὴν τοῦ τεχνίτου[*](τεχνίτου Turnebus: σιδήρου (ex proximo ortum)) δόξαν· ὁ δὲ τοῦ σιδήρου τὴν στόμωσιν ἐπεξιὼν καὶ τὴν μάλαξιν, ὅτι τῷ μὲν πυρὶ χαλασθεὶς ἐνδίδωσι[*](ἐνδίδωσι idem: ἐπιδίδωσι ) καὶ ὑπείκει τοῖς ἐλαύνουσι καὶ πλήττουσιν, ἐμπεσὼν δὲ πάλιν εἰς ὕδωρ ἀκραιφνὲς καὶ τῇ ψυχρότητι διὰ τὴν ὑπὸ πυρὸς ἐγγενομένην ἁπαλότητα καὶ μανότητα πιληθεὶς καὶ καταπυκνωθείς, εὐτονίαν ἴσχει καὶ πῆξιν, ἣν Ὅμηρος[*](Ὁμηρος] ι 393) σιδήρου
κράτος εἶπεν, ἧττόν τι τῷ τεχνίτῃ τηρεῖ τὴν αἰτίαν τῆς τοῦ ἔργου γενέσεως; ἐγὼ μὲν οὐκ οἴομαι καὶ γὰρ τῶν ἰατρικῶν δυνάμεων ἔνιοι τὰς ποιότητας ἐλέγχουσι, τὴν δʼ ἰατρικὴν οὐκ ἀναιροῦσιν. ὥσπερ ἀμέλει καὶ[*](καὶ] om. codd. mei) Πλάτων[*](Πλάτων] Rep. p. 507) ὁρᾶν μὲν ἡμᾶς τῇ παρὰ[*](περὶ) τῶν ὀφθαλμῶν[*](τῶν ὀφθαλμῶν Aldina: τὸν ὀφθαλμὸν ) συγκεραννυμένῃ πρὸς τὸ τοῦ ἡλίου φῶς, ἀκούειν δὲ τῇ πληγῇ τοῦ ἀέρος ἀποφαινόμενος, οὐκ ἀνῄρει τὸ κατὰ λόγον καὶ πρόνοιαν ὁρατικοὺς καὶ ἀκουστικοὺς γεγονέναι.

καθόλου γάρ, ὥς φημι, δύο πάσης γενέσεως αἰτίας ἐχούσης, οἱ μὲν σφόδρα παλαιοὶ θεολόγοι καὶ ποιηταὶ τῇ κρείττονι τὸν νοῦν προσέχειν εἵλοντο, τοῦτο δὴ τὸ κοινὸν ἐπιφθεγγόμενοι πᾶσι πράγμασι

Ζεὺς ἀρχὴ Ζεὺς μέσσα, Διὸς δʼ ἐκ πάντα πέλονται
[*](Mullach. 1 p. 169, 11) ταῖς δʼ ἀναγκαίαις καὶ φυσικαῖς οὐκ ἔτι προσῄεσαν αἰτίαις. οἱ δὲ νεώτεροι τούτων καὶ φυσικοὶ προσαγορευόμενοι τοὐναντίον ἐκείνοις τῆς καλῆς καὶ θείας ἀποπλανηθέντες ἀρχῆς, ἐν σώμασι καὶ πάθεσι σωμάτων πληγαῖς τε καὶ μεταβολαῖς καὶ κράσεσι τίθενται τὸ σύμπαν. ὅθεν ἀμφοτέροις ὁ λόγος ἐνδεὴς; τοῦ προσήκοντός ἐστι, τοῖς μὲν τὸ διʼ οὗ καὶ ὑφʼ οὗ τοῖς δὲ τὸ ἐξ ὧν καὶ διʼ ὧν ἀγνοοῦσιν ἢ παραλείπουσιν. ὁ δὲ πρῶτος ἐκφανῶς ἁψάμενος ἀμφοῖν καὶ τῷ κατὰ λόγον ποιοῦντι καὶ κινοῦντι προσλαβὼν ἀναγκαίως τὸ ὑποκείμενον καὶ πάσχον, ἀπολύεται
καὶ ὑπὲρ ἡμῶν πᾶσαν ὑποψίαν καὶ διαβολήν. οὐ γὰρ ἄθεον ποιοῦμεν οὐδʼ ἄλογον τὴν μαντικήν, ὕλην μὲν αὐτῇ τὴν ψυχὴν τοῦ ἀνθρώπου τὸ δʼ ἐνθουσιαστικὸν πνεῦμα καὶ τὴν ἀναθυμίασιν οἷον ὄργανον ἢ πλῆκτρον ἀποδιδόντες· πρῶτον μὲν γὰρ ἡ γεννήσασα γῆ τὰς ἀναθυμιάσεις ὅ τε[*](ὅ τε Emperius: ὁ δὲ ) πᾶσαν ἐνδιδοὺς κράσεως· τῇ γῇ καὶ μεταβολῆς δύναμιν ἥλιος νόμῳ πατέρων θεός ἐστιν ἡμῖν ἔπειτα δαίμονας ἐπιστάτας καὶ περιπόλους καὶ φύλακας οἷον ἁρμονίας τῆς κράσεως ταύτης; τὰ μὲν ἀνιέντας ἐν καιρῷ τὰ δʼ ἐπιτείνοντας, καὶ τὸ[*](καὶ τὸ] καὶ ὸ μὲν R) ἄγαν ἐκστατικὸν αὐτῆς καὶ ταρακτικὸν ἀφαιροῦντας τὸ δὲ κινητικὸν ἀλύπως καὶ ἀβλαβῶς τοῖς χρωμένοις καταμιγνύντας ἀπολείποντες, οὐδὲν ἄλογον ποιεῖν οὐδʼ ἀδύνατον δόξομεν.