De Defectu Oraculorum
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
οὐδέ γε προθυόμενοι καὶ καταστέφοντες ἱερεῖα καὶ κατασπένδοντες ἐναντία τῷ λόγῳ τούτῳ πράττομεν. οἱ γὰρ ἱερεῖς καὶ ὅσιοι[*](ὅσιοι Turnebus: ὅσοι ) θύειν φασὶ[*](φασι] εἰώθασι R) τὸ ἱερεῖον καὶ κατασπένδειν καὶ τὴν κίνησιν αὐτοῦ καὶ τὸν τρόμον ἀποθεωρεῖν, ἑτέρου τίνος τοῦτο σημεῖον[*](τοῦτο σημεῖον Emperius: τοῦθʼ ἡμῖν ) ἢ τοῦ θεμιστεύειν τὸν θεὸν λαμβάνοντες; δεῖ γὰρ τὸ θύσιμον τῷ τε σώματι καὶ τῇ ψυχῇ καθαρὸν εἶναι καὶ ἀσινὲς καὶ ἀδιάφθορον. μήνυτρα[*](μήνυτρα Turnebus: μέτρα ) μὲν οὖν τῶν περὶ τὸ σῶμα κατιδεῖν οὐ πάνυ χαλεπόν ἐστι; τὴν δὲ ψυχὴν δοκιμάζουσι, τοῖς μὲν ταύροις ἄλφιτα τοῖς δὲ κάπροις ἐρεβίνθους παρατιθέντες· τὸ γὰρ μὴ γευσάμενον ὑγιαίνειν οὐκ οἴονται. τὴν δʼ αἶγα
διελέγχειν τὸ ψυχρὸν ὕδωρ· οὐ γὰρ εἶναι ψυχῆς κατὰ φύσιν ἐχούσης τὸ πρὸς τὴν κατάσπεισιν ἀπαθὲς καὶ ἀκίνητον. ἐγὼ δέ, κἂν ᾖ βέβαιον ὅτι σημεῖόν ἐστι τοῦ θεμιστεύειν τὸ σείσασθαι καὶ τοῦ μὴ θεμιστεύειν τοὐναντίον, οὐχ ὁρῶ τί συμβαίνει δυσχερὲς ἀπʼ αὐτοῦ τοῖς εἰρημένοις. πᾶσα γὰρ δύναμις ὃ[*](ὃ Turnebus: ᾧ ) πέφυκε σὺν καιρῷ βέλτιον ἢ χεῖρον ἀποδίδωσι τοῦ δὲ καιροῦ διαφεύγοντος ἡμᾶς, σημεῖα διδόναι τὸν θεὸν εἰκός ἐστιν.οἴομαι μὲν οὖν μήτε τὴν ἀναθυμίασιν ὡσαύτως ἔχειν ἀεὶ διὰ παντός, ἀνέσεις δέ τινας ἴσχειν καὶ πάλιν σφοδρότητας· ᾧ δὲ τεκμηρίῳ χρῶμαι, μάρτυρας ἔχω[*](ἔχω] ἔχει codd. mei) καὶ ξένους πολλοὺς καὶ τοὺς θεραπεύοντας τὸ ἱερὸν ἅπαντας. ὁ γὰρ οἶκος, ἐν ᾧ τοὺς χρωμένους τῷ θεῷ καθίζουσιν, οὔτε πολλάκις οὔτε τεταγμένως ἀλλʼ ὡς ἔτυχε διὰ χρόνων εὐωδίας ἀναπίμπλαται καὶ πνεύματος,[*](πνεύματος κἑ] ordo verborum est: πνεύματος προσβάλλοντος ἀποφοράς, οἵας ἂν τὰ ἥδιστα καὶ πολυτ. τῶν μύρων (intell. προσβάλλοι)) οἵας ἂν τὰ ἥδιστα καὶ πολυτελέστατα τῶν μύρων ἀποφορὰς ὥσπερ ἐκ πηγῆς τοῦ ἀδύτου προσβάλλοντος· ἐξανθεῖν γὰρ εἰκὸς ὑπὸ θερμότητος ἤ τινος ἄλλης ἐγγιγνομένης δυνάμεως. εἰ δὲ τοῦτο μὴ δοκεῖ πιθανόν, ἀλλά γε τὴν Πυθίαν αὐτὴν ἐν πάθεσι καὶ διαφοραῖς ἄλλοτʼ ἄλλαις ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς; ἴσχειν, ᾧ πλησιάζει τὸ πνεῦμα, καὶ μὴ μίαν ἀεὶ κρᾶσιν ὥσπερ ἁρμονίαν ἀμετάβολον ἐν παντὶ καιρῷ διαφυλάττειν, ὁμολογήσετε. πολλαὶ μὲν γὰρ αἰσθομένης[*](αἰσθομένης] sc. τῆς Πυθίας) πλείονες δʼ ἄδηλοι τό τε σῶμα
καταλαμβάνουσι καὶ τὴν ψυχὴν ὑπορρέουσι δυσχέρειαι καὶ κινήσεις· ὧν ἀναπιμπλαμένην οὐκ ἄμεινον ἐκεῖ βαδίζειν οὐδὲ παρέχειν ἑαυτὴν τῷ θεῷ μὴ παντάπασι καθαρὰν οὖσαν ὥσπερ ὄργανον ἐξηρτυμένον καὶ εὐηχές, ἀλλʼ ἐμπαθῆ καὶ ἀκατάστατον. οὔτε γὰρ ὁ οἶνος ὡσαύτως ἀεὶ τὸν μεθυστικὸν οὔθʼ ὁ αὐλὸς τὸν ἐνθουσιαστικὸν ὁμοίως διατίθησιν, ἀλλὰ νῦν μὲν ἧττον οἱ αὐτοὶ νῦν δὲ μᾶλλον ἐκβακχεύονται καὶ παροινοῦσι, τῆς κράσεως ἐν αὐτοῖς ἑτέρας γενομένης. μάλιστα δὲ τὸ φανταστικὸν ἔοικε τῆς ψυχῆς ὑπὸ τοῦ σώματος ἀλλοιουμένου κρατεῖσθαι καὶ συμμεταβάλλειν, ὡς δῆλόν ἐστιν ἀπὸ τῶν ὀνείρων· ποτὲ μὲν γὰρ ἐν πολλαῖς γιγνόμεθα καὶ παντοδαπαῖς ἐνυπνίων ὂψεσι, ποτὲ δʼ αὖ πάλιν πᾶσα γίγνεται γαλήνη καὶ ἡσυχία τῶν τοιούτων. καὶ Κλέωνα μὲν ἴσμεν αὐτοὶ τὸν ἐκ Δαυλίας[*](Δαυλίας Emperius: δαυλείας ) τοῦτον ἐν πολλοῖς ἔτεσιν οἷς βεβίωκε φάσκοντα μηδὲν ἰδεῖν πώποτʼ ἐνύπνιον τῶν δὲ πρεσβυτέρων ταὐτὸ τοῦτο λέγεται περὶ Θρασυμήδους τοῦ Ἡραιέως. αἰτία δʼ ἡ κρᾶσις τοῦ σώματος, ὥσπερ αὖ πάλιν ἡ[*](ᾑ idem: εἰ ) τῶν μελαγχολικῶν πολυόνειρος καὶ πολυφάνταστος, καὶ δοκεῖ τὸ εὐθυόνειρον αὐτοῖς ὑπάρχειν· ἐπʼ ἄλλα γὰρ ἄλλοτε τῷ φανταστικῷ τρεπόμενοι, καθάπερ οἱ πολλὰ βάλλοντες, ἐπιτυγχάνουσι πολλάκις.ὅταν οὖν ἁρμοστῶς ἔχῃ πρὸς τὴν τοῦ πνεύματος ὥσπερ φαρμάκου κρᾶσιν ἡ φανταστικὴ καὶ μαντικὴ δύναμις, ἐν τοῖς προφητεύουσιν ἀνάγκη
γίγνεσθαι τὸν ἐνθουσιασμὸν ὅταν δὲ μὴ οὕτως, μὴ γίγνεσθαι, ἢ γίγνεσθαι παράφορον καὶ οὐκ ἀκέραιον καὶ ταρακτικόν,[*](ταρακτικόν Turnebus: πρακτικόν ) ὥσπερ ἴσμεν ἐπὶ τῆς ἔναγχος ἀποθανούσης Πυθίας.[*](Πυθίας *: πυθιάδος ) θεοπρόπων γὰρ ἀπὸ ξένης παραγενομένων, λέγεται τὰς πρώτας κατασπείσεις ἀκίνητον ὑπομεῖναι καὶ ἀπαθὲς τὸ ἱερεῖον· ὑπερβαλλομένων δὲ φιλοτιμίᾳ τῶν ἱερέων καὶ προσλιπαρούντων, μόλις ὕπομβρον[*](ὕπομβρον] ὑπότρομον R. Nihil opus) γενόμενον καὶ κατακλυσθὲν ἐνδοῦναι.[*](ἐνδοῦναι Turnebus: ἐνδον ἧν ) τί οὖν συνέβη περὶ τὴν Πυθίαν; κατέβη μὲν εἰς τὸ μαντεῖον ὥς φασιν ἄκουσα καὶ ἀπρόθυμος, εὐθὺς δὲ περὶ[*](δὲ περὶ idem: δʼ ἐπὶ ) τὰς πρώτας ἀποκρίσεις ἦν καταφανὴς τῇ τραχύτητι τῆς φωνῆς οὐκ ἀναφέρουσα δίκην νεὼς ἐπειγομένης, ἀλάλου[*](ἀλάλου] ἀλλʼ ἀλαοῦ R) καὶ κακοῦ πνεύματος οὖσα πλήρης· τέλος δὲ παντάπασιν ἐκταραχθεῖσα καὶ μετὰ κραυγῆς φοβερᾶς φερομένη πρὸς τὴν ἔξοδον ἔρριψεν ἑαυτήν, ὥστε φυγεῖν μὴ μόνον τοὺς θεοπρόπους ἀλλὰ καὶ τὸν προφήτην Νίκανδρον καὶ τοὺς παρόντας τῶν ὁσίων. ἀνείλοντο μέντοι μετὰ μικρὸν αὐτὴν εἰσελθόντες ἔμφρονα καὶ διεβίωσεν ὀλίγας ἡμέρας. τούτων ἕνεκα καὶ συνουσίας ἁγνὸν τὸ σῶμα καὶ τὸν βίον ὅλως ἀνεπίμικτον ἀλλοδαπαῖς ὁμιλίαις καὶ ἄθικτον φυλάττουσι τῆς Πυθίας, καὶ πρὸ τοῦ χρηστηρίου τὰ σημεῖα λαμβάνουσιν, οἰόμενοι τῷ θεῷ κατάδηλον εἶναι, πότε τὴν πρόσφορον ἔχουσα κρᾶσιν καὶ διάθεσιν ἀβλαβῶς ὑπομενεῖ τὸν ἐνθουσιασμόν, οὔτε γὰρ πάντας οὔτε τοὺς αὐτοὺς ἀεὶ διατίθησιν ὡσαύτως ἡ τοῦ πνεύματος δύναμις, ἀλλʼ ὑπέκκαυμα παρέχει καὶ ἀρχὴν ὥσπερ εἴρηται τοῖς πρὸς; τὸ παθεῖν καὶ μεταβαλεῖν οἰκείως ἔχουσιν. ἔστι δὲ θεία μὲν ὄντως καὶ δαιμόνιος, οὐ μὴν ἀνέκλειπτος οὐδʼ ἄφθαρτος οὐδʼ ἀγήρως καὶ διαρκὴς εἰς τὸν ἄπειρον χρόνον ὑφʼ οὗ πάντα κάμνει τὰ μεταξὺ γῆς καὶ σελήνης κατὰ τὸν ἡμέτερον λόγον. εἰσὶ δʼ οἱ καὶ τὰ ἐπάνω φάσκοντες οὐχ ὑπομένειν, ἀλλʼ ἀπαυδῶντα πρὸς τὸ ἀίδιον καὶ ἄπειρον ὀξέσι[*](ὀξέσι] ὀξείαις R. ἐξαισίοις?) χρῆσθαι μεταβολαῖς καὶ παλιγγενεσίαις.ταῦτʼ ἔφην ἐγώ πολλάκις ἀνασκέπτεσθαι καὶ ὑμᾶς παρακαλῶ καὶ ἐμαυτόν, ὡς ἔχοντα πολλὰς ἀντιλήψεις καὶ ὑπονοίας πρὸς τοὐναντίον, ἃς ὁ καιρὸς οὐ παρέχει πάσας ἐπεξελθεῖν ὥστε καὶ ταῦθʼ ὑπερκείσθω καὶ ἃ Φίλιππος διαπορεῖ περὶ ἡλίου καὶ Ἀπόλλωνος.