De Defectu Oraculorum

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

ἅμα δʼ ἄν τις οὐκ ἀλόγως καὶ ξηρότητα φαίη μετὰ τῆς θερμότητος ἐγγιγνομένην λεπτύνειν τὸ πνεῦμα καὶ ποιεῖν αἰθερῶδες καὶ καθαρόν· αὕη γάρ[*](αὕη γὰρ R: αὕτη γὰρ ξηρὰ ) ψυχή καθʼ Ἡράκλειτον.[*](Ἡρακλειτον Bywater p. 30) ὑγρότης δʼ οὐ μόνον ὄψιν ἀμβλύνει καὶ ἀκοήν, ἀλλὰ καὶ κατόπτρων θιγοῦσα[*](θίγουσα codd. mei) καὶ μιχθεῖσα[*](μιχθεῖσα Emperius: μίχος καὶ ) πρὸς ἀέρα[*](ἀέρα idem: ἀέρας ) ἀφαιρεῖ τὴν λαμπρότητα καὶ τὸ φέγγος. τοὐναντίον πάλιν αὖ περιψύξει τινὶ καὶ πυκνώσει τοῦ πνεύματος οἷον βαφῇ σιδήρου τὸ προγνωστικὸν μόριον ἐντείνεσθαι[*](ἐντείνεσθαι W: ἐγγίνεσθαι ) καὶ στομοῦσθαι τῆς ψυχῆς οὐκ ἀδύνατόν ἐστι. καὶ μὴν ὡς κασσίτερος μανὸν ὄντα καὶ πολύπορον τὸν χαλκὸν

v.3.p.128
ἐντακεὶς ἅμα μὲν ἔσφιγξε καὶ κατεπύκνωσεν ἅμα δὲ λαμπρότερον ἀπέδειξε καὶ καθαρώτερον, οὕτως οὐδὲν ἀπέχει τὴν μαντικὴν ἀναθυμίασιν οἰκεῖόν τι ταῖς ψυχαῖς καὶ συγγενὲς ἔχουσαν ἀναπληροῦν τὰ μανὰ καὶ συνέχειν ἐναρμόττουσαν. ἄλλα γὰρ ἄλλοις οἰκεῖα καὶ πρόσφορα, καθάπερ τῆς μὲν πορφύρας ὁ κύαμος τῆς δὲ κρόκου[*](κρόκου W: κόκκου ) τὸ νίτρον δοκεῖ τὴν βαφὴν ἄγειν[*](ἄγειν] αὔξειν W ) μεμιγμένον
βύσσῳ δὲ γλαυκῇ[*](γλαυκῇ Karstenus: γλαυκῆς ) κόκκου[*](κόκκου X: κρόκου ) καταμίσγεται[*](καταμίσγεται] add. ἄνθος X)
ὡς Ἐμπεδοκλῆς[*](Ἐμπεδοκλῆς] Mullach. 1 p. 10) εἴρηκε. περὶ δὲ τοῦ Κύδνου καὶ τῆς ἱερᾶς τοῦ Ἀπόλλωνος ἐν Ταρσῷ μαχαίρας, ὦ φίλε Δημήτριε, σοῦ λέγοντος ἠκούομεν, ὡς ὁ Κύδνος ἄλλο ἐκκαθαίρει σίδηρον ἐκεῖνον οὔθʼ ὕδωρ ἄλλο τὴν μάχαιραν ἢ ἐκεῖνο·[*](ὡς ὁ Κύδνος μᾶλλον - - ἢ ἐκεῖνο] corrigenda vid. ita: ὡς οὐχ ὕδωρ ἄλλο (= ὁ Κύδνος) μᾶλλον ἐκκαθαίρει σίδηρον ἐκείνου (=τὴν μάχαιραν ἢ ἐκεῖνο), ceteris ut glossematis deletis) καθάπερ ἐν Ὀλυμπίᾳ τὴν τέφραν προσπλάττουσι τῷ βωμῷ καὶ περιπηγνύουσιν ἐκ τοῦ Ἀλφειοῦ παραχέοντες ὕδωρ, ἑτέρων δὲ πειρώμενοι ποταμῶν[*](ἑτέρων - ποταμῶν Schellensius: ἑτέρῳ - ποταμῷ ) οὐδενὶ δύνανται συναγαγεῖν οὐδὲ κολλῆσαι τὴν τέφραν.

οὐ θαυμαστέον οὖν, εἰ πολλὰ τῆς γῆς ἄνω ῥεύματα μεθιείσης, ταῦτα μόνα τὰς ψυχὰς ἐνθουσιαστικῶς διατίθησι καὶ φαντασιαστικῶς τοῦ μέλλοντος. ἀμέλει[*](ἀμέλει W: ἀμαχεὶ ) δὲ καὶ τὰ τῆς φήμης συνᾴδει τῷ λόγῳ· καὶ γὰρ ἐνταῦθα τὴν περὶ τὸν τόπον δύναμιν

ἐμφανῆ γενέσθαι πρῶτον ἱστοροῦσιν, νομέως τινὸς ἐμπεσόντος κατά τινα[*](τινα *: τὴν ) τύχην, εἶτα φωνὰς ἀναφέροντος ἐνθουσιώδεις, ὧν τὸ μὲν πρῶτον οἱ παραγενόμενοι κατεφρόνουν, ὕστερον δὲ γενομένων ὧν προεῖπεν ὁ ἄνθρωπος, ἐθαύμασαν. οἱ δὲ λογιώτατοι Δελφῶν καὶ τοὔνομα τοῦ ἀνθρώπου διαμνημονεύοντες Κορήταν λέγουσιν. ἐμοὶ δὲ δοκεῖ μάλιστα τοιαύτην πρὸς τὸ μαντικὸν πνεῦμα λαμβάνειν σύγκρασιν ψυχὴ καὶ σύμπηξιν, οἵαν πρὸς τὸ φῶς ἡ ὄψις ὁμοιοπαθὲς γιγνόμενον· ὀφθαλμοῦ τε γὰρ ἔχοντος τὴν ὁρατικὴν δύναμιν οὐδὲν ἄνευ φωτὸς ἔργον ἐστίν, ψυχῆς τε τὸ μαντικὸν ὥσπερ ὄμμα δεῖται τοῦ συνεξάπτοντος οἰκείου καὶ συνεπιθήγοντος. ὅθεν οἱ μὲν πολλοὶ τῶν προγενεστέρων ἕνα καὶ τὸν αὐτὸν ἡγοῦντο θεὸν Ἀπόλλωνα καὶ ἥλιον· οἱ δὲ τὴν καλὴν καὶ σοφὴν ἐπιστάμενοι καὶ τιμῶντες ἀναλογίαν, ὅπερ σῶμα πρὸς ψυχὴν ὄψις δὲ πρὸς· νοῦν φῶς δὲ πρὸς ἀλήθειάν ἐστι, τοῦτο τὴν ἡλίου δύναμιν εἴκαζον εἶναι πρὸς τὴν Ἀπόλλωνος φύσιν, ἔκγονον ἐκείνου καὶ τόκον ὄντως ἀεὶ γιγνόμενον ἀεὶ τοῦτον ἀποφαίνοντες.[*](ἀποφαίνοντες M: ἀποφαίνοντος ) ἐξάπτει γὰρ καὶ προάγεται καὶ συνεξορμᾷ τῆς αἰσθήσεως; τὴν ὁρατικὴν δύναμιν οὗτος ὡς τῆς ψυχῆς τὴν μαντικὴν ἐκεῖνος.

οἱ μέντοι δοξάζοντες ἕνα καὶ τὸν αὐτὸν θεὸν εἶναι, εἰκότως Ἀπόλλωνι καὶ γῇ κοινῶς ἀνέθεσαν τὸ χρηστήριον, οἰόμενοι τὴν[*](τὴν] ταύτην τὴν?) διάθεσιν καὶ κρᾶσιν ἐμποιεῖν τῇ γῇ τὸν ἥλιον, ἀφʼ ἧς ἐκφέρεσθαι

τὰς μαντικὰς ἀναθυμιάσεις. αὐτὴν μὲν οὖν τὴν γῆν ὥσπερ Ἡσίοδος[*](Ἡσίοδος] Theog. 117) ἐνίων φιλοσόφων βέλτιον διανοηθεὶς πάντων ἕδος ἀσφαλές προσεῖπεν, οὕτω καὶ ἡμεῖς καὶ ἀίδιον καὶ ἄφθαρτον νομίζομεν τῶν δὲ περὶ αὐτὴν δυνάμεων πῆ μὲν ἐκλείψεις πῆ δὲ γενέσεις ἀλλαχοῦ δὲ μεταστάσεις καὶ μεταρροίας[*](μεταρροὰς?) ἀλλαχόθεν εἰκός ἐστι συμβαίνειν, καὶ κυκλεῖν ἐν αὐτῇ τὰς τοιαύτας ἐν τῷ χρόνῳ παντὶ πολλάκις περιόδους ὡς ἔστι τεκμαίρεσθαι τοῖς φαινομένοις. λιμνῶν τε γὰρ γεγόνασι καὶ ποταμῶν, ἔτι δὲ πλείονες ναμάτων θερμῶν ὅπου μὲν ἐκλείψεις καὶ φθοραὶ παντάπασιν, ὅπου δʼ οἷον ἀποδράσεις καὶ καταδύσεις· εἶτα πάλιν ἥκει[*](ἥκει Emperius: ἐκεῖ ) διὰ χρόνων.[*](διὰ κρόνου Turnebus) ἐπιφαινόμενα[*](ἐπιφαινόμενα idem: ἐπιφαινομένη ) τοῖς αὐτοῖς τόποις[*](τόποις *) ἢ πλησίον ὑπορρέοντα· καὶ μετάλλων ἴσμεν[*](ἴσμεν Turnebus: τὸ μὲν ) ἐξαμαυρώσεις γεγονέναι[*](γεγονυίας?) καινάς,[*](καινὰς Turnebus: κενὰς ) ὡς τῶν περὶ τὴν Ἀττικὴν ἀργυρείων καὶ τῆς ἐν Εὐβοίᾳ χαλκίτιδος ἐξ ἧς ἐδημιουργεῖτο τὰ ψυχρήλατα τῶν ξιφῶν, ὡς Αἰσχύλος[*](Αἰσχύλος] Nauck. p. 107) εἴρηκε
λαβὼν γὰρ αὐτόθηκτον[*](αὐτόθακτον. Criticorum correctiones ad unam omnes otiosae sunt; ξίφος enim αὐτόθηκτον est τὸ οἴκοθεν non ἐκ πυρὸς θηκτόν; atque optime ipse Aeschylus Sept. Theb. 242 interpretatus est: ἐκ πυρὸς συθεὶς θηκτὸς σίδαρος ) Εὐβοικὸν ξίφος·
τῇ δʼ ἐν Καρύστῳ πέτρᾳ[*](τῇ - πέτρᾳ *: τῆς - πείρας cf. p. 557 d) χρόνος οὐ πολὺς ἀφʼ οὗ πέπαυται μηρύματα λίθων μαλακὰ νηματώδη[*](καὶ νηματώδη Stegmannus)
συνεκφέρουσα. καὶ γὰρ ὑμῶν ἑωρακέναι τινὰς οἴομαι χειρόμακτρα καὶ δίκτυα καὶ κεκρυφάλους ἐκεῖθεν οὔτι[*](οὔτι *: οὔτε ) περικαομένους· ἀλλʼ ὅσʼ ἂν ῥυπανθῇ χρωμένων, ἐμβαλόντες εἰς φλόγα λαμπρὰ καὶ διαφανῆ κομίζονται νῦν δʼ ἠφάνισται καὶ μόλις οἷον ἶνες ἢ τρίχες ἀραιαὶ διατρέχουσιν ἐν τοῖς μετάλλοις.

καίτοι[*](καίτοι *: καὶ οἱ ) πάντων τούτων οἱ περὶ Ἀριστοτέλην δημιουργὸν ἐν τῇ γῇ τὴν ἀναθυμίασιν ἀποφαίνουσιν, ᾗ καὶ συνεκλείπειν καὶ συμμεθίστασθαι καὶ συνεξανθεῖν πάλιν τὰς τοιαύτας φύσεις ἀναγκαῖόν ἐστι. ταὐτὰ[*](ταὐτὰ Turnebus: ταῦτα ) δὴ περὶ μαντικῶν πνευμάτων διανοητέον, ὡς οὐκ ἐχόντων ἀίδιον οὐδʼ ἀγήρων[*](ἀγήρων *: ἀγήρω ) τὴν δύναμιν ἀλλʼ ὑποκειμένην μεταβολαῖς. καὶ γὰρ ὄμβρους ὑπερβάλλοντας εἰκός ἐστι κατασβεννύναι καὶ κεραυνῶν ἐμπεσόντων διαφορεῖσθαι, μάλιστα δὲ τῆς γῆς ὑποσάλου[*](ὑποσάλου Anonymus: ὑπὸ σάλου ) γιγνομένης[*](γιγνομένης] κινουμένης Turnebus) καὶ λαμβανούσης ἱζήματα καὶ σύγχωσιν[*](σύγχωσιν R: σύγχυσιν ) ἐν βάθει, μεθίστασθαι τὰς ἀναθυμιάσεις ἢ τυφλοῦσθαι τὸ παράπαν, ὥσπερ ἐνταῦθά φασι παραμένειν[*](παραμένειν] παρʼ ἡμῖν ἧν Patzigius) τὰ περὶ τὸν μέγαν σεισμόν, ὃς καὶ τὴν πόλιν ἀνέτρεψεν. ἐν δʼ Ὀρχομενῷ λέγουσι λοιμοῦ γενομένου πολλοὺς μὲν ἀνθρώπους διαφθαρῆναι τὸ δὲ τοῦ Τειρεσίου χρηστήριον ἐκλιπεῖν παντάπασι καὶ μέχρι τοῦ νῦν ἀργὸν διαμένειν καὶ ἄναυδον. εἰ δὲ καὶ τοῖς περὶ Κιλικίαν ὅμοια συμβέβηκε παθεῖν, ὡς ἀκούομεν, οὐδεὶς· ἂν ἡμῖν, ὦ Δημήτριε, σοῦ φράσειε σαφέστερον.