De Pythiae oraculis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

τοιαῦτα τοῦ Βοήθου διελθόντος, ὁ Σαραπίων δίκαιον ἔφη τὸ ἀξίωμα περὶ τῶν οὕτως, ὡς[*](ὡς X) λέγει Βόηθος, ἀορίστως καὶ ἀνυποθέτως λεγομένων· εἰ νίκη στρατηγῷ προείρηται, νενίκηκεν· εἰ πόλεως ἀναίρεσις, ἀπόλωλεν ὅπου δʼ οὐ μόνον λέγεται τὸ γενησόμενον, ἀλλὰ καὶ πῶς καὶ πότε καὶ μετὰ τί καὶ μετά τίνος, οὐκ ἔστιν εἰκασμὸς τῶν τάχα γενησομένων ἀλλὰ τῶν πάντως ἐσομένων προδήλωσις. καὶ ταῦτʼ[*](ταῦτα] τοιαῦτα X) ἔστιν εἰς τὴν Ἀγησιλάου χωλότητα·

  1. φράζεο δή,[*](φράζεο δή κέ] cf. Paus. 3, 8) Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα,
  2. μὴ σέθεν ἀρτίποδος βλάψῃ[*](βλάστῃ Pausanias) χωλὴ βασιλεία.
  3. δηρὸν γὰρ μόχθοι σε κατασχήσουσιν ἄελπτοι,
  4. φθισίβροτὸν τʼ ἐπὶ κῦμα κυλινδομένου πολέμοιο
καὶ τὰ περὶ[*](περί] τὰ περὶ?) τῆς νήσου πάλιν, ἣν ἀνῆκεν ἡ πρὸ Θήρας καὶ Θηρασίας; θάλασσα· καὶ περὶ τὸν Φιλίππου καὶ Ῥωμαίων πόλεμον·
  1. ἀλλʼ ὁπότε Τρώων γενεὰ καθύπερθε γένηται
  2. Φοινίκων ἐν ἀγῶνι, τότʼ ἔσσεται ἔργα ἄπιστα·
  3. πόντος μὲν λάμψει πῦρ ἄσπετον, ἐκ δὲ κεραυνῶν
  4. πρηστῆρες μὲν ἄνω διὰ κύματος ἀίξουσιν
  5. ἄμμιγα σὺν πέτρᾳ,[*](σὺν πέτραις R) ἡ δὲ στηρίξεται αὐτοῦ
  6. οὐ φατὸς ἀνθρώποις νῆσος καὶ χείρονες ἄνδρες
  7. χερσὶ βιησάμενοι τὸν κρείσσονα νικήσουσι.
τὸ γὰρ ἐν ὀλίγῳ χρόνῳ Ῥωμαίους τε Καρχηδονίων περιγενέσθαι καταπολεμήσαντας Ἀννίβαν, καὶ Φίλιππον Αἰτωλοῖς συμβαλόντα καὶ Ῥωμαίοις μάχῃ κρατηθῆναι, καὶ τέλος ἐκ βυθοῦ νῆσον ἀναδῦναι μετὰ πυρὸς πολλοῦ καὶ κλύδωνος ἐπιζέσαντος, οὐκ ἂν εἴποι τις ὡς ἀπήντησεν ἅμα πάντα καὶ συνέπεσε κατὰ τύχην καὶ[*](τύχην καὶ Stegmannus: τύχην ) αὐτομάτως, ἀλλʼ ἡ τάξις ἐμφαίνει τὴν πρόγνωσιν καὶ τὸ Ῥωμαίοις πρὸ ἐτῶν ὁμοῦ τι πεντακοσίων προειπεῖν τὸν χρόνον, ἐν ᾧ πρὸς ἅπαντα τὰ ἔθνη πολεμήσοιεν ἅμα· τοῦτο δʼ ἦν τὸ πολεμῆσαι τοῖς οἰκέταις ἀποστᾶσιν. ἐν τούτοις γὰρ οὐδὲν ἀτέκμαρτον οὐδὲ τυφλὸν ἀμφί τε τύχην ζητεῖν ἐν ἀπειρίᾳ ὁ λόγος ἀλλὰ πολλὰ[*](ἀμφί τε - πολλὰ] ἀφεῖται, ὥστε τύχην ζητεὶν ἐν ἀπειρίᾳ· ὁ δὲ λόγος ἄλλα τε πολλὰ?) τῆς πείρας ἐνέχυρα δίδωσι καὶ δείκνυσι τὴν ὁδόν, βαδίζει τὸ πεπρωμένον. οὐ γὰρ οἶμαὶ τινʼ ἐρεῖν, ὅτι[*](ὅτι] ὅτι τι?) μετὰ τούτων ὡς προερρήθη συνέπεσε κατὰ τύχην ἐπεὶ τί κωλύει λέγειν ἕτερον, ὡς[*](ὡς] ὥν?) προερρήθη[*](προερρέθη BE) οὐκ ἔγραψε τὰς *kuri/as ὑμῖν[*](ὑμὶν Usenerus (vid. Epicurea p. 342): ἡμὶν (μὶν BE praemissa lacunula 1-2 litt.)) Ἐπίκουρος, ὦ Βόηθε, δόξας, ἀλλʼ ἀπὸ τύχης καὶ αὐτομάτως οὕτω πρὸς ἄλληλα τῶν γραμμάτων συνεμπεσόντων, ἀπετελέσθη τὸ βιβλίον;ʼ

ἅμα δὲ τούτων λεγομένων προῄειμεν. ἐν δὲ τῷ Κορινθίων οἴκῳ τὸν φοίνικα θεωμένοις τὸν χαλκοῦν, ὅσπερ ἔτι λοιπός ἐστι τῶν ἀναθημάτων, οἱ περὶ τὴν ῥίζαν ἐντετορευμένοι βάτραχοι καὶ ὕδροι θαῦμα τῷ Διογενιανῷ παρεῖχον, ἀμέλει δὲ καὶ ἡμῖν.

οὔτε γὰρ φοίνιξ, ὡς ἕτερα δένδρα, λιμναῖόν ἐστι καὶ φίλυδρον φυτόν, οὔτε Κορινθίοις· τι βάτραχοι προσήκουσιν, ὥστε σύμβολον ἢ παράσημον εἶναι τῆς πόλεως· ὥσπερ ἀμέλει Σελινούντιοί ποτε χρυσοῦν σέλινον ἀναθεῖναι λέγονται, καὶ Τενέδιοι τὸν πέλεκυν ἀπὸ τῶν καρκίνων τῶν γιγνομένων περὶ τὸ καλούμενον Ἀστέριον παρʼ αὐτοῖς· μόνοι γὰρ ὡς ἔοικεν ἐν τῷ χελωνίῳ τύπον πελέκεως ἔχουσι. καὶ μὴν αὐτῷ γε τῷ θεῷ κόρακας καὶ κύκνους καὶ λύκους καὶ ἱέρακας καὶ πάντα μᾶλλον ἢ ταῦτʼ εἶναι προσφιλῆ τὰ θηρία νομίζομεν εἰπόντος δὲ τοῦ Σαραπίωνος,[*](Σαραπίωνος] dat hic cod. E) ὅτι τὴν ἐξ ὑγρῶν ᾐνίξατο τροφὴν τοῦ ἡλίου καὶ γένεσιν καὶ ἀναθυμίασιν ὁ δημιουργός, εἴθʼ Ὁμήρου[*](Ὁμήρου] γ 1) λέγοντος ἀκηκοώς
ἠέλιος δʼ ἀπόρουσε[*](ἀνόρουσε Homerus) λιπὼν, περικαλλέα λίμνην·
εἴτʼ Αἰγυπτίους ἑωρακὼς ἀρχὴς[*](ἀρχῆςBE) ἀνατολῆς παιδίον νεγνὸν γράφοντας ἐπὶ λωτῷ καθεζόμενον γελάσας ἐγὼ ποῦ σὺ πάλιν εἶπον ὦ χρηστέ, τὴν Στοὰν δευρὶ παρωθεῖς καὶ ὑποβάλλεις ἀτρέμα τῷ λόγῳ τὰς ἀνάψεις καὶ ἀναθυμιάσεις, οὐχ ὥσπερ αἱ Θετταλαὶ κατάγων[*](κατάγων] add. ἀλλʼ ἀνάγων R) τὴν σελήνην καὶ τὸν ἣλιον, ὡς ἐντεῦθεν ἀπὸ γῆς καὶ ὑδάτων βλαστάνοντας καὶ ἀρδομένους;[*](ἀρδομένους W: ἀρχομένους ) ὁ μὲν γὰρ Πλάτων[*](Πλάτων] Tim. p. 90 a) καὶ τὸν ἄνθρωπον οὐράνιον ὠνόμασε φυτόν, ὥσπερ ἐκ ῥίζης ἄνω τῆς κεφαλῆς ὀρθούμενον ὑμεῖς δὲ τοῦ μὲν
Ἐμπεδοκλέους[*](Ἐμπεδοκλέους] Mullach. 1 p. 7) καταγελᾶτε, φάσκοντος τὸν ἣλιον περὶ γῆν[*](περὶ γῆν] περιαυγῆ W) ἀνακλάσει φωτὸς οὐρανίου γενόμενον αὖθις
ἀνταυγεῖν πρὸς ὄλυμπον ἀταρβήτοισι[*](ἀταρβήτοισι W: ἀταρβήτοις ) προσώποις
αὐτοὶ δὲ γηγενὲς ζῷον ἢ φυτὸν ἕλειον ἀποφαίνετε τὸν ἥλιον, εἰς βατράχων πατρίδα ἢ ὕδρων ἐγγράφοντες. ἀλλὰ ταῦτα μὲν εἰς τὴν Στωικὴν ἀναθώμεθα τραγῳδίαν, τὰ δὲ τῶν χειροτεχνῶν[*](χειροτεχνῶν *: χειροτέχνων ) πάρεργα παρέργως ἐξετάσωμεν. ἐν πολλοῖς γάρ εἰσι κομψοί, τὸ δὲ ψυχρὸν οὐ πανταχοῦ καὶ περίεργον ἐκπεφεύγασιν. ὥσπερ οὖν ὁ τὸν ἀλεκτρυόνα ποιήσας ἐπὶ τῆς χειρὸς τοῦ Ἀπόλλωνος ἑωθινὴν ὑπεδήλωσεν ὥραν καὶ καιρὸν ἐπιούσης ἀνατολῆς, οὕτως ἐνταῦθα τοὺς βατράχους ἐαρινῆς ὥροις φαίη τις ἂν γεγονέναι σύμβολον ἐν κρατεῖν ἄρχεται τοῦ ἀέρος ὁ ἥλιος καὶ τὸν χειμῶνα διαλύειν, εἴ γε δεῖ καθʼ ὑμᾶς τὸν Ἀπόλλωνα καὶ τὸν ἥλιον μὴ δύο θεοὺς ἀλλʼ ἕνα νομίζειν καὶ ὁ Σαραπίων σὺ γάρ εἶπεν οὐχ οὕτω νομίζεις ἀλλʼ οἴει τὸν ἣλιον διαφέρειν τοῦ Ἀπόλλωνος;ʼ ἔγωγʼ εἶπεν ὡς τοῦ ἡλίου τὴν σελήνην ἀλλʼ αὕτη[*](R: αὐτὴ ) μὲν οὐ πολλάκις οὐδὲ πᾶσιν ἀποκρύπτει τὸν ἥλιον, ὁ δʼ ἥλιος ὁμοῦ τι πάντας ἀγνοεῖν τὸν Ἀπόλλωνα πεποίηκεν ἀποστρέφων τῇ αἰσθήσει τὴν διάνοιαν ἀπὸ τοῦ ὄντος ἐπὶ τὸ φαινόμενον.

ἐκ τούτου τοὺς περιηγητὰς; ὁ Σαραπίων ἤρετο τί δὴ τὸν οἶκον οὐ Κυψέλου[*](Κυψέλου X: κυψέλλου ) τοῦ ἀναθέντος ἀλλὰ Κορινθίων ὀνομάζουσιν. ἀπορίᾳ δʼ αἰτίας ἐμοὶ

γοῦν δοκεῖ[*](ὡς ἐμοὶ γοῦν ἐδόκει R) σιωπώντων ἐκείνων, ἐπιγελάσας ἐγὼ τί δʼ εἶπον ἔτι τούτους οἰόμεθα γιγνώσκειν ἢ μνημονεύειν ἐκπεπληγμένους παντάπασιν, ἡμῶν[*](ἡμῶν R: ὑμῶν ) μετεωρολεσχούντων; ἐπεὶ πρότερὸν γʼ αὐτῶν ἠκούομεν λεγόντων, ὅτι τῆς τυραννίδος καταλυθείσης ἐβούλοντο Κορίνθιοι καὶ τὸν ἐν Πίσῃ[*](πίσση BE) χρυσοῦν ἀνδριάντα καὶ τὸν ἐνταῦθα τουτονὶ θησαυρὸν ἐπιγράψαι τῆς πόλεως. Δελφοὶ μὲν οὖν ἔδοσαν ὡς δίκαιον, καὶ συνεχώρησαν, Ἠλείους δὲ φθονήσαντας ἐψηφίσαντο μὴ μετέχειν Ἰσθμίων ὅθεν οὐδεὶς ἐξ ἐκείνου γέγονεν Ἰσθμίων ἀγωνιστὴς Ἠλεῖος. ὁ δὲ Μολιονιδῶν φόνος ὑφʼ Ἡρακλέους περὶ Κλεωνὰς οὐδέν ἐστι, μεταίτιος, ὡς ἔνιοι νομίζουσιν, Ἠλείοις τοῦ εἴργεσθαι· τοὐναντίον γὰρ ἦν αὐτοῖς προσῆκον εἴργειν, εἰ διὰ τοῦτο Κορινθίοις προσεκεκρούκεσαν. ἐγὼ μὲν οὖν ταῦτʼ εἶπον.

ἐπεὶ δὲ τὸν Ἀκανθίων καὶ Βρασίδου παρελθοῦσιν οἶκον ἡμῖν ἔδειξεν ὁ περιηγητὴς χωρίον, ἐν ᾧ Ῥοδώπιδος ἔκειντό ποτε τῆς ἑταίρας ὀβελίσκοι σιδηροῖ, δυσχεράνας ὁ Διογενιανὸς ἦν ἄρα τῆς αὐτῆς ἔφη πόλεως Ῥοδώπιδι μὲν χώραν παρασχεῖν, ὅπου τὰς δεκάτας φέρουσα καταθήσεται τῶν μισθῶν, Αἴσωπον δʼ ἀπολέσαι τὸν ὁμόδουλον αὐτῆς. καὶ ὁ Σαραπίων τί δὲ ταῦτʼ ἔφη μακάριε, δυσχεραίνεις; ἐκεῖ βλέψον ἄνω καὶ τὴν χρυσῆν ἐν τοῖς στρατηγοῖς καὶ βασιλεῦσι θέασαι Μνησαρέτην, ἣν Κράτης εἶπε τῆς τῶν Ἑλλήνων ἀκρασίας ἀνακεῖσθαι

τρόπαιον. ἰδὼν οὖν ὁ νεανίας εἶτʼ οὐ[*](εἶτʼ οὐ R: εἶτα ) περὶ Φρύνης ἔφη τοῦτʼ ἦν εἰρημένον τῷ Κράτητι;ʼ ναί εἶπεν ὁ Σαραπίων· Μνησαρέτη γὰρ ἐκαλεῖτο, τὴν δὲ Φρύνην ἐπίκλησιν ἔσχε διὰ τὴν ὠχρότητα. πολλὰ δʼ ὡς ἔοικε τῶν ὀνομάτων ἀποκρύπτουσιν αἱ παρωνυμίαι. τὴν γοῦν Ἀλεξάνδρου μητέρα Πολυξένην εἶτα Μυρτάλην Ὀλυμπιάδα τε καὶ Στρατονίκην κληθῆναι λέγουσι· τὴν δὲ Ῥοδίαν Εὔμητιν ἄχρι νῦν Κλεοβουλίνην πατρόθεν οἱ πλεῖστοι καλοῦσιν Ἡροφίλην δὲ τὴν Ἐρυθραίαν μαντικὴν γενομένην Σίβυλλαν προσηγόρευσαν., τῶν δὲ γραμματικῶν ἀκούσῃ καὶ τὴν Λήδαν Μνησινόην, καὶ τὸν Ὀρέστην Ἀχαιὸν ---[*](lac. 18 fere litt. in BE) ὠνομάσθαι φασκόντων. ἀλλὰ πῶς, ἔφη, διανοῇ σὺ ʽ βλέψας πρὸς τὸν Θέωνἀ τουτὶ διαλῦσαι τὸ περὶ Φρύνης αἰτίαμα;

κἀκεῖνος ἡσυχῆ διαμειδιάσας οὕτως εἶπεν ὥστε[*](ὥστε R: ὥς γε ) καὶ σοὶ προσεγκαλεῖν τὰ μικρότατα τῶν Ἑλληνικῶν πλημμελημάτων ἐλέγχοντι. καθάπερ γὰρ ὁ Σωκράτης; ἑστιώμενος[*](ἐστιώμενος R: αἰτιώμενος ) ἐν Καλλίου[*](Καλλίου idem: καλλία cf. Xen. Symp. 2, 3 sqq.) τῷ μύρῳ πολεμεῖ[*](πολεμεῖ R: πολεμεῖν ) μόνον, ὀρχήσεις δὲ παίδων καὶ κυβιστήσεις καὶ φιλήματα καὶ γελωτοποιοὺς ὁρῶν ἀνέχεται καὶ σύ μοι δοκεῖς ὁμοίως γύναιον εἴργειν τοῦ ἱεροῦ χρησάμενον ὥρᾳ σώματος οὐκ ἐλευθερίως, φόνων δὲ καὶ πολέμων καὶ λεηλασιῶν ἀπαρχαῖς καὶ δεκάταις κύκλῳ περιεχόμενον τὸν θεὸν ὁρῶν, καὶ τὸν νεὼν σκύλων

Ἑλληνικῶν ἀνάπλεων[*](ἀνάπλεων R: ἀνάπλεω ) καὶ λαφύρων οὐ δυσχεραίνεις, οὐδʼ οἰκτίρεις τοὺς Ἕλληνας ἐπὶ τῶν καλῶν ἀναθημάτων αἰσχίστας ἀναγιγνώσκων ἐπιγραφὰς Βρασίδας καὶ Ἀκάνθιοι ἀπʼ Ἀθηναίων καὶ ʽ Ἀθηναῖοι ἀπὸ Κορινθίων καὶ Φωκεῖς ἀπὸ Θεσσαλῶν, Ὀρνεᾶται δʼ ἀπὸ Σικυωνίων, Ἀμφικτύονες δʼ ἀπὸ Φωκέων. ἀλλὰ Πραξιτέλης ὡς· ἔοικε· μόνος ἠνίασε Κράτητα τῇ ἐρωμένῃ τυχὼν αὐτόθι δωρεᾶς,[*](δωρεᾶς] χώρας Emperius. Cf. Xen. Cyrop. IV 6, 7: καὶ ἐλπίδα τινὰ λάβοιμι τῷ φίλῳ παιδὶ τιμωρίας ἄν τινος μετὰ σοῦ τυχεῖν ) ὃν ἐπαινεῖν ὤφειλε Κράτης, ὅτι τοῖς χρυσοῖς βασιλεῦσι τούτοις παρέστησε χρυσῆν ἑταίραν, ἐξονειδίζων τὸν πλοῦτον ὡς οὐδὲν ἔχοντα θαυμάσιον οὐδὲ σεμνόν. δικαιοσύνης γὰρ ἀναθήματα καὶ σωφροσύνης καὶ μεγαλονοίας καλῶς ἔχει[*](ἔχειν BE) τίθεσθαι παρὰ τῷ θεῷ τοὺς βασιλεῖς καὶ τοὺς ἄρχοντας, οὐ χρυσῆς καὶ τρυφώσης εὐπορίας ἧς μέτεστι καὶ τοῖς αἴσχιστα βεβιωκόσιν.

ἐκεῖνο δʼ οὐ λέγεις εἶπεν ἅτερος τῶν περιηγητῶν ὅτι Κροῖσος ἐνταῦθα καὶ τῆς ἀρτοποιοῦ[*](ἀρτοποιοῦ] malim hic et infra ἀρτοπόπου quo ducit lectio ἀρτόπου ) χρυσῆν εἰκόνα ποιησάμενος ἀνέθηκε ---[*](lac. 13 litt. in E. Fort. supplenda: Ναί, ἔφη Θέων ) πλὴν οὐκ ἐντρυφῶν τῷ ἱερῷ, καλὴν δὲ λαβὼν αἰτίαν καὶ δικαίαν. λέγεται γὰρ Ἀλυάττην τὸν πατέρα τοῦ Κροίσου δευτέραν ἀγαγέσθαι γυναῖκα καὶ παῖδας ἑτέρους τρέφειν· ἐπιβουλεύουσαν οὖν τῷ Κροίσῳ τὴν ἄνθρωπον φάρμακον δοῦναι τῇ ἀρτοποιῷ,[*](ἀρτοποιῷ Leonicus: ἀρτόπῳ. Item p. 47 lin. 2) καὶ κελεῦσαι

διαπλάσασαν ἄρτον ἐξ αὐτοῦ τῷ Κροίσῳ παραθεῖναι[*](παραθεῖναι R: παραδοῦναι ) τὴν δʼ ἀρτοποιὸν κρύφα τῷ Κροίσῳ φράσαι, παραθεῖναι δὲ τοῖς ἐκείνης παισὶ τὸν ἄρτον. ἀνθʼ ὧν βασιλεύσαντα τὸν Κροῖσον οἷον ἐπὶ μάρτυρι τῷ θεῷ τὴν χάριν ἀμείψασθαι τῆς γυναικός, εὖ γε ποιοῦντʼ ἐκεῖνον. ὅθεν, εἶπεν, ἄξιον δὴ καὶ τῶν πόλεων εἴ τι τοιοῦτόν ἔστιν ἀνάθημα τιμᾶν καὶ ἀγαπᾶν,[*](ἀγαπᾶν scripsi cum Stegmanno: ἄγαν ) οἷον τὸ Ὀπουντίων. ἐπεὶ γὰρ οἱ Φωκέων τύραννοι πολλὰ τῶν χρυσῶν καὶ ἀργυρῶν ἀναθημάτων συγχέαντες ἔκοψαν νόμισμα καὶ διέσπειραν εἰς τὰς πόλεις, Ὀπούντιοι συναγαγόντες ὅσον[*](ὅσον] ὅσιον Madvigius. Malim ὅσον ἧν ὅσιον ) ἀργύριον,[*](ἀργυρίου BE) ὑδρίαν[*](ὑδρίαν R: ὑδρίον ) ἔπεμψαν[*](ἔπεμψαν Cobetus: ἀνέπεμψαν ) ἐνθάδε τῷ θεῷ καὶ καθιέρωσαν. ἐγὼ δὲ καὶ Μυριναίους[*](Μυριναίους R: μυρίνας ) ἐπαινῶ καὶ Ἀπολλωνιάτας θέρη χρυσᾶ δεῦρο πέμψαντας· ἔτι δὲ μᾶλλον Ἐρετριεῖς καὶ Μάγνητας, ἀνθρώπων ἀπαρχαῖς; δωρησαμένους τὸν θεόν, ὡς καρπῶν δοτῆρα καὶ πατρῷον καὶ γενέσιον καὶ φιλάνθρωπον αἰτιῶμαι δὲ Μεγαρεῖς, ὅτι μόνοι σχεδὸν ἐνταῦθα λόγχην ἔχοντα τὸν θεὸν ἔστησαν ἀπὸ τῆς μάχης, ἣν Ἀθηναίους μετὰ τὰ Περσικὰ τὴν πόλιν ἔχοντας αὐτῶν νικήσαντες ἐξέβαλον. ὕστερον μέντοι πλῆκτρον ἀνέθηκαν τῷ θεῷ χρυσοῦν ἐπιστήσαντες ὡς ἔοικε Σκυθίνῳ[*](Σκυθίνῳ Emperius: σκυθινῷ. vid. Bergk. 2 p. 507) λέγοντι περὶ τῆς λύρας,
  1. ἣν ἁρμόζεται
  2. Ζηνὸς εὐειδὴς; Ἀπόλλων, πᾶσαν ἀρχὴν καὶ τέλος
  3. συλλαβών ἔχει δὲ λαμπρὸν πλῆκτρον ἡλίου φάος.

ἐπιβάλλοντος δὲ τοῦ Σαραπίωνος εἰπεῖν τι περὶ τούτων, ὁ ξένος· ἡδὺ μέν ἔφη τὸ τοιούτων ἀκροᾶσθαι λόγων, ἐμοὶ δʼ ἀναγκαῖόν ἐστι τὴν πρώτην ὑπόσχεσιν ἀπαιτῆσαι περὶ τῆς αἰτίας, ἣ πέπαυκε τὴν Πυθίαν ἐν ἔπεσι καὶ μέτροις ἄλλοις θεσπίζουσαν· ὥστʼ, εἰ δοκεῖ, τὰ λειπόμενα τῆς θέας ὑπερθέμενοι περὶ τούτων ἀκούσωμεν ἐνταῦθα καθίσαντες. οὗτος γάρ ἐστιν ὁ μάλιστα πρὸς τὴν τοῦ χρηστηρίου πίστιν ἀντιβαίνων λόγος· ὡς δυεῖν θάτερον, ἢ τῆς Πυθίας τῷ χωρίῳ μὴ πελαζούσης ἐν ᾧ τὸ θεῖόν ἐστιν, ἢ τοῦ πνεύματος παντάπασιν ἀπεσβεσμένου καὶ τῆς δυνάμεως ἐκλελοιπυίας. περιελθόντες; οὖν ἐπὶ τῶν μεσημβρινῶν καθεζόμεθα κρηπίδων τοῦ[*](τοῦ Emperius) νεὼ πρὸς τὸ τῆς Γῆς ἱερὸν τὸ θʼ ὕδωρ [*](lac. 8 litt. in E) ἀποβλέποντες ὥστʼ εὐθὺς εἰπεῖν τὸν Βόηθον, ὅτι καὶ ὁ τόπος τῆς ἀπορίας συνεπιλαμβάνεται τῷ ξένῳ. Μουσῶν γὰρ ἦν ἱερὸν ἐνταῦθα περὶ τὴν ἀναπνοὴν τοῦ νάματος, ὅθεν ἐχρῶντο πρός τε τὰς λοιβὰς ὕδατι τούτῳ, ὥς φησι Σιμωνίδης[*](Σιμωνίδης] Bergkius 3 p. 409)

  1. ἔνθα χερνίβεσσιν εἰρύεται[*](ἀρύεται Turnebus) τὸ[*](τὸ Bergkius: τε ) Μοισᾶν[*](Μοισᾶν Schneidewinus: μουσᾶν )
  2. καλλικόμων ὑπένερθεν ἁγνὸν ὕδωρ.
μικρῷ δὲ περιεργότερον αὖθις ὁ Σιμωνίδης τὴν Κλειὼ προσειπών
ἁγνᾶν ἐπίσκοπον,[*](hinc ἀγνὰ ἐπίσκοπε Κλειοὶ effecit Bergk. 3 p. 410) χερνίβων φησὶ πολύλιστον
ἀραιόν τέ ἐστιν[*](ἀραιόν τέ ἐστιν] ἀρυόντεσσιν Emperius) ἀχρυσόπεπλον [*](Lac. 13 litt. in E) εὐῶδες ἀμβροσίων ἐκ μυχῶν ἐρανὸν[*](ἐραννὸν Emperius) ὕδωρ λαβόν.
οὐκ ὀρθῶς οὖν Εὔδοξος ἐπίστευσε τοῖς Στυγὸς ὕδωρ τοῦτο καλεῖσθαι πεφήνασι.[*](πεφήνασι (πεφύκασι E)] γε φήσασι? πεπεικόσι?) τὰς δὲ Μούσας ἱδρύσαντο παρέδρους τῆς μαντικῆς καὶ φύλακας αὐτοῦ παρὰ τὸ νᾶμα καὶ τὸ τῆς Γῆς ἱερόν, ἧς λέγεται τὸ μαντεῖον γενέσθαι διὰ[*](διὰ W) τὴν ἐν μέτροις καὶ μέλεσι χρησμῳδίαν. ἔνιοι δὲ καὶ πρῶτον ἐνταῦθά φασιν ἡρῷον μέτρον ἀκουσθῆναι,
συμφέρετε πτερά,[*](πτερά τʼ Emperius. πτερόν?) οἰωνοί, κηρόν τε, μέλισσαι
ὅτε τῷ θεῷ[*](ὅτε τῷ θεῷ] aliquid labis contraxisse vid. Ante ὅτε lac. statuit R. ὅτε τῶν θεῶν (sc. Μουσῶν) Benselerus) ἐπιδεᾶ γενομένην ἀποβαλεῖν τὸ σεμνόν.

ὁ Σαραπίων ἐπιεικέστερα ταῦτʼ εἶπεν ὦ Βόηθε, καὶ μουσικώτερα δεῖ γὰρ μὴ μάχεσθαι πρὸς τὸν θεὸν[*](θεὸν Amyotus: θέωνα ) μηδʼ ἀναιρεῖν μετὰ τῆς μαντικῆς ἅμα τὴν πρόνοιαν καὶ τὸ θεῖον, ἀλλὰ τῶν ὑπεναντιοῦσθαι δοκούντων λύσεις ἐπιζητεῖν τὴν δʼ εὐσεβῆ καὶ πάτριον μὴ προΐεσθαι πίστιν. ὀρθῶς ἔφην ἐγὼ λέγεις, ἄριστε Σαραπίων οὐδὲ γὰρ φιλοσοφίαν ἀπεγιγνώσκομεν ὡς ἀνῃρημένην παντάπασι, καὶ διεφθορυῖαν, ὅτι πρότερον μὲν ἐν ποιήμασιν ἐξέφερον οἱ φιλόσοφοι τὰ δόγματα καὶ τοὺς λόγους, ὥσπερ Ὀρφεὺς καὶ Ἡσίοδος καὶ Παρμενίδης καὶ Ξενοφάνης καὶ Ἐμπεδοκλῆς καὶ Θαλῆς· ὕστερον δʼ ἐπαύσαντο καὶ πέπαυνται χρώμενοι μέτροις πλὴν σοῦ·

διὰ σοῦ δʼ αὖθις εἰς φιλοσοφίαν ποιητικὴ κάτεισιν, ὄρθιον καὶ γενναῖον ἐγκελευομένη τοῖς νέοις. οὐδʼ ἀστρολογίαν ἀδοξοτέραν ἐποίησαν οἱ περὶ Ἀρίσταρχον καὶ Τιμόχαριν καὶ Ἀρίστυλλον καὶ Ἵππαρχον καταλογάδην γράφοντες, ἐν μέτροις πρότερον Εὐδόξου καὶ Ἡσιόδου καὶ Θαλοῦ γραφόντων, εἴ γε Θαλῆς ἐποίησεν, ὡς ἀληθῶς εἰπεῖν, τὴν εἰς αὐτὸν[*](τὴν εἰς αὐτὸν *: εἰς αὐτὴν ) ἀναφερομένην *)astrologi/an. Πίνδαρος δὲ καὶ περὶ τρόπου μελῳδίας ἀμελουμένου · καθʼ αὑτὸν ἀπορεῖν ὁμολογεῖ, καὶ θαυμάζειν[*](θαυμάζειν R: θαυμάζει ) ὅτι ---[*](Lac. 78 fere litt. in E) οὐδὲν γάρ ἐστι δεινὸν οὐδʼ ἄτοπον αἰτίας ζητεῖν τῶν τοιούτων μεταβολῶν ἀναιρεῖν δὲ τὰς τέχνας καὶ τὰς δυνάμεις, ἄν τι κινηθῇ καὶ παραλλάξῃ τῶν κατὰ ταύτας, οὐ δίκαιον.

ὑπολαβὼν δʼ ὁ Θέων ἀλλὰ ταῦτα μέν εἶπε μεγάλας ἔσχηκε τῷ ὄντι παραλλαγὰς καὶ καινοτομίας τῶν δʼ ἐνταῦθα πολλοὺς ἴσμεν[*](ἴσμεν χρησμοὺς *) χρησοὺς καὶ τότε καταλογάδην ἐκφερομένους καὶ περὶ πραγμάτων οὐ τῶν τυχόντων· Λακεδαιμονίοις τε γάρ, ὡς Θουκυδίδης[*](Θουκυδίδης] 1, 118) ἱστόρηκε, περὶ τοῦ πρὸς Ἀθηναίους πολέμου χρωμένοις ἀνεῖλε νίκην καὶ κράτος,[*](νίκην καὶ κράτος] similiter p. 412 c) καὶ βοηθήσειν αὐτὸς καὶ παρακαλούμενος καὶ ἀπαράκλητος·[*](ἄκλητος Thucydides) καὶ Παυσανίαν[*](Παυσανίαν] Πλειστοάνακτα W ex. Thucyd. 5, 16) εἰ μὴ καταγάγοιεν ἀργυρέᾳ εὐλάκᾳ[*](εὐλάκᾳ R ex Thucyd. 1. 1. Eius loco lac. 8 litt. in E) εὐλάξειν[*](εὐλάξειν idem: συλλέξειν ) Ἀθηναίοις δὲ περὶ τῆς ἐν Σικελίᾳ

μαντευομένοις στρατιᾶς προσέταξε τὴν ἐξ Ἐρυθρῶν ἱέρειαν ἀνάγειν τῆς Ἀθηνᾶς· ἐκαλεῖτο δʼ Ἡσυχία τὸ γύναιον. Δεινομένους δὲ τοῦ Σικελιώτου μαντευομένου περὶ τῶν υἱέων, ἀνεῖλεν ὡς οἱ τρεῖς τυραννήσοιεν· ὑποτυχόντος δὲ τοῦ Δεινομένους οἰμωξόμενοί γʼ ὦ δέσποτʼ Ἄπολλον, καὶ τοῦθʼ οἱ[*](οἱ R: σοι ) ἔφη διδόναι καὶ προσαναιρεῖν; ἴστε τοίνυν, ὅτι Γέλων μὲν ὑδρωπιῶν Ἱέρων δὲ λιθιῶν ἐτυράννησεν ὁ δὲ τρίτος Θρασύβουλος ἐν στάσεσι καὶ πολέμοις γενόμενος χρόνον οὐ πολὺν ἐξέπεσε τῆς ἀρχῆς. Προκλῆς τοίνυν ὁ Ἐπιδαύρου τύραννος ἄλλους τε πολλοὺς ὠμῶς καὶ παρανόμως ἀνεῖλε καὶ Τίμαρχον ἀπʼ Ἀθηνῶν παραγενόμενον μετὰ χρημάτων πρὸς αὐτὸν ὑποδεξάμενος καὶ φιλοφρονηθεὶς ἀπέκτεινε, καὶ τὸ σῶμα κατεπόντισεν ἐμβαλὼν εἰς φορμόν· ἔπραξε δὲ ταῦτα διὰ Κλεάνδρου τοῦ Αἰγινήτου, τῶν ἄλλων ἀγνοούντων. ὕστερον δὲ τῶν πραγμάτων αὐτῷ ταραττομένων, ἔπεμψεν ἐνταῦθα Κλεότιμον τὸν ἀδελφὸν ἐν ἀπορρήτῳ μαντευσόμενον περὶ φυγῆς αὐτοῦ καὶ μεταστάσεως. ἀνεῖλεν οὖν ὁ θεὸς διδόναι Προκλεῖ φυγὴν καὶ μετάστασιν, ὅπου τὸν φορμὸν ἐκέλευσε καταθέσθαι τὸν Αἰγινήτην ξένον ἢ ὅπου τὸ κέρας; ἀποβάλλει ὁ ἔλαφος. συνεὶς οὖν ὁ τύραννος, ὅτι κελεύει καταποντίζειν αὑτὸν ἢ κατορύττειν ὁ θεὸς (οἱ γὰρ ἔλαφοι κατορύττουσι καὶ ἀφανίζουσι κατὰ τῆς γῆς ὅταν ἐκπέσῃ τὸ κέρας), ἐπέσχεν ὀλίγον χρόνον, εἶτα τῶν πραγμάτων παντάπασι μοχθηρῶν
γενομένων, ἐξέπεσε. λαβόντες δʼ αὐτὸν οἱ τοῦ Τιμάρχου φίλοι καὶ διαφθείραντες ἐξέβαλον τὸν νεκρὸν εἰς τὴν θάλασσαν. ὃ δʼ ἐστὶ μέγιστον, αἱ ῥῆτραι, διʼ ὧν ἐκόσμησε τὴν Λακεδαιμονίων πολιτείαν Λυκοῦργος, ἐδόθησαν αὐτῷ καταλογάδην. Ἀλυρίου[*](Ἀλυπίου R) τοίνυν καὶ Ἡροδότου καὶ Φιλοχόρου καὶ Ἴστρου, τῶν μάλιστα τὰς ἐμμέτρους μαντείας φιλοτιμηθέντων συναγαγεῖν, ἄνευ μέτρου χρησμοὺς γεγραφότων, Θεόπομπος οὐδενὸς ἧττον ἀνθρώπων ἐσπουδακὼς περὶ· τὸ χρηστήριον, ἰσχυρῶς ἐπιτετίμηκε τοῖς μὴ νομίζουσι κατὰ τὸν τότε χρόνον ἔμμετρα τὴν Πυθίαν θεσπίζειν· εἶτα τοῦτο βουλόμενος ἀποδεῖξαι, παντάπασιν ὀλίγων χρησμῶν ηὐπόρηκεν, ὡς τῶν ἄλλων[*](τῶν ἄλλων] τῶν πολλῶν Herwerdenus) καὶ τότʼ ἤδη καταλογάδην ἐκφερομένων.

ἔνιοι δὲ καὶ νῦν μετὰ μέτρων ἐκτρέχουσιν ὧν ἕνεκα[*](ἕνεκα καὶ] ἕνα καὶ W. Fort. ἕνα ἀναγκαὶον (τι)) καὶ πρᾶγμα περιβόητον πεποίηκε. μισογύνου γὰρ[*](μισογύνου γὰρ X: μισοῦν γὰρ ) Ἡρακλέους ἱερόν ἐστιν ἐν τῇ Φωκίδι, καὶ νομίζεται τὸν ἱερώμενον ἐν τῷ ἐνιαυτῷ γυναικὶ μὴ ὁμιλεῖν διὸ καὶ πρεσβύτας ἐπιεικῶς ἱερεῖς ἀπθδείκνύθυσι, πλὴν ἔμπροσθεν νεανίας οὐ πονηρὸς φιλότιμος, ἐρῶν παιδίσκης, ἔλαβε τὴν ἱερωσύνην καὶ τὸ πρῶτον ἦν ἐγκρατὴς ἑαυτοῦ καὶ ἔφευγε[*](ἔφευγε Emperius: ἔφυγε ) τὴν ἄνθρωπον ἀναπαυομένῳ δʼ, αὐτῷ ποτε μετὰ πότον καὶ χορείαν προσπεσοῦσα διεπράξατο. φοβούμενος οὖν καὶ ταραττόμενος τὸ μαντεῖον κατέφυγε, καὶ περὶ τῆς ἁμαρτίας ἠρώτα τὸν

θεὸν εἴ τις εἴη παραίτησις ἢ λύσις· ἔλαβε δὲ τόνδε τὸν χρησμὸν
ἅπαντα τἀναγκαῖα[*](τἀναγκαῖα R: ἀναγκαῖα ) συγχωρεῖ θεός
οὐ μὴν ἀλλὰ δοὺς ἄν[*](ἂν] αὖ?) τις, ὡς οὐδὲν ἄνευ μέτρου θεσπίζεται καθʼ ἡμᾶς, μᾶλλον διαπορήσει[*](διαπορήσει] διαπορήσειε R) περὶ τῶν παλαιῶν ποτὲ μὲν ἐν[*](ἐν Duebnerus) μέτροις ποτὲ δʼ ἄνευ μέτρων διδόντων τὰς ἀποκρίσεις. ἔστι δʼ οὐδέτερον, ὦ παῖ, παράλογον, μόνον ἂν ὀρθὰς καὶ καθαρὰς περὶ τοῦ θεοῦ δόξας ἔχωμεν, καὶ μὴ νομίζωμεν αὐτὸν ἐκεῖνον εἶναι τὸν τὰ ἔπη συντιθέντα πρότερον καὶ νῦν ὑποβάλλοντα τῇ Πυθίᾳ τοὺς χρησμούς, ὥσπερ ἐκ προσωπείων φθεγγόμενον.