De Pythiae oraculis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

ΒΑΣΙΛΟΚΛΗΣ. ἑσπέραν ἐποιήσατε βαθεῖαν, ὦ Φιλῖνε, διὰ τῶν ἀναθημάτων παραπέμποντες τὸν ξένον· ἐγὼ γὰρ ὑμᾶς ἀναμένων ἀπηγόρευσα.ΦΙΛΙΝΟΣ βραδέως γὰρ ὡδεύομεν, ὦ Βασιλόκλεις, σπείροντες λόγους καὶ θερίζοντες εὐθὺς μετὰ μάχης ὑπούλους καὶ πολεμικούς, ὥσπερ οἱ Σπαρτοί, βλαστάνοντας ἡμῖν καὶ ὑποφυομένους κατὰ τὴν ὁδόν.ΒΑΣ.. ἕετερον οὖν τινα δεήσει παρακαλεῖν τῶν παραγεγονότων, ἢ σὺ βούλει χαριζόμενος ἡμῖν διελθεῖν[*](διελεῖν codd. mei) τίνες ἦσαν οἱ λόγοι καὶ τίνες οἱ λέγοντες;ΦΙΛ. ἐεμόν, ὡς ἔοικεν, ὦ Βασιλόκλεις, τὸ ἔργον. τῶν γὰρ ἄλλων οὐδενὶ ῥᾳδίως ἂν ἐντύχοις κατὰ πόλιν· τοὺς γὰρ πλείστους ἑώρων αὖθις εἰς τὸ

Κωρύκιον τῷ ξένῳ καὶ τὴν Λυκουρίαν συναναβαίνοντας.ΒΑΣ. ἦ φιλοθεάμων τις ἡμῖν καὶ περιττῶς φιλήκοός[*](φιλήκοος M: φιλικός ) ἐστιν ὁ ξένος.ΦΙΛ. φιλόλογός γε[*](γε W: δὲ ) καὶ φιλομαθής ἐστι μᾶλλον. οὐ μὴν ταῦτα μάλιστα θαυμάζειν ἄξιον, ἀλλὰ πραότης τε πολλὴν χάριν ἔχουσα, καὶ τὸ[*](τὸ] malim τι) μάχιμον καὶ διαπορητικὸν ὑπὸ συνέσεως, οὔτε δύσκολον οὔτε ἀντίτυπον πρὸς τὰς ἀποκρίσεις· ὥστε καὶ βραχὺ συγγενόμενον εὐθὺς εἰπεῖν τέκος ἀγαθοῦ πατρός. οἶσθα γὰρ Διογενιανὸν ἀνδρῶν ἄριστον.ΒΑΣ. αὐτὸς μὲν οὐκ εἶδον, ὦ Φιλῖνε, πολλοῖς δʼ ἐντετύχηκα καὶ τὸν λόγον καὶ τὸ ἦθος τάνδρὸς ἰσχυρῶς ἀποδεχομένοις, ὅμοια δὲ τούτοις ἕτερα περὶ τοῦ νεανίσκου λέγουσιν. ἀλλὰ τίνʼ ἀρχὴν[*](ἀρχὴν W: ἑτέραν ἀρχὴν ) ἔσχον οἱ λόγοι καὶ πρόφασιν;

ΦΙΛ. ἐπέραινον[*](ἐπέραινον εἶπεν?) οἱ περιηγηταὶ τὰ συντεταγμένα, μηδὲν ἡμῶν φροντίσαντες δεηθέντων ἐπιτεμεῖν τὰς ῥήσεις καὶ τὰ πολλὰ τῶν ἐπιγραμμάτων. τὸν δὲ ξένον ἡ μὲν ἰδέα καὶ τὸ τεχνικὸν τῶν ἀνδριάντων μετρίως προσήγετο, πολλῶν καὶ καλῶν ἔργων ὡς ἔοικε θεατὴν γεγενημένον ἐθαύμαζε[*](ἐθαύμαζε Basileensis: ἐθαύμαζον ) δὲ τοῦ χαλκοῦ τὸ ἀνθηρὸν ὡς οὐ πίνῳ προσεοικὸς οὐδʼ ἰῷ,[*](ἰῷ *: ἴῳ ) βαφῇ δὲ κυάνου[*](κυάνου Stegmannus: κυανοῦ ) στίλβοντος, ὥστε καὶ παῖξαί[*](παὶξαί τι *: πέμψαι τι ) τι πρὸς; τοὺς ναυάρχους[*](ναυάρχους Amyotus: νεάρχους ) ʽἀπʼ ἐκείνων γὰρ

ἦρκται τῆς θέασʼ οἷον ἀτεχνῶς θαλαττίους τῇ χρόᾳ καὶ βυθίους ἑστῶτας. ἆρʼ οὖν ἔφη κρᾶσίς τις ἦν καὶ φάρμαξις τῶν πάλαι τεχνιτῶν περὶ τὸν χαλκόν, ὥσπερ ἡ λεγομένη τῶν ξιφῶν στόμωσις ἧς ἐκλιπούσης[*](ita Abreschius: ἐκλειπούσης ) ἐκεχειρίαν ἔσχεν ἔργων πολεμικῶν ὁ χαλκός;ʼ τὸν μὲν γὰρ Κορίνθιον οὐ τέχνῃ ἀλλὰ συντυχίᾳ[*](οὐ τέχνη ἀλλὰ συντυχία (ita quidem BE) τῆς χρ. λαβεῖν τὸ κάλλος ἐποίησεν an post λαβεῖν inserendum φασιν?) τῆς χρόας λαβεῖν τὸ κάλλος, ἐπινειμαμένου πυρὸς οἰκίαν ἔχουσάν τι χρυσοῦ καὶ ἀργύρου, πλεῖστον δὲ χαλκὸν ἀποκείμενον· ὧν συγχυθέντων καὶ συντακέντων, ὄνομα τοῦ χαλκοῦ τῷ μείζονι τὸ πλῆθος[*](τὸ μειζον πλῆθος Segmannus. Sed ordo verborum vid. esse τὸ πλῆθος τοῦ χαλκοῦ παρέσχεν ὄνομα (τοῦ χαλκοῦ) τῷ μείζονι (sc. μέρει τοῦ χαλκοῦ)) παρέσχεν. ὁ δὲ Θέων ὑπολαβών ἄλλον ἔφη λόγον ἡμεῖς ἀκηκόαμεν πανουργέστερον· ὡς ἀνὴρ ἐν Κορίνθῳ χαλκοτύπος, ἐπιτυχὼν θήκῃ χρυσίον ἐχούσῃ πολὺ καὶ δεδοικὼς φανερὸς γενέσθαι, κατὰ μικρὸν ἀποκόπτων καὶ ὑπομιγνὺς ἀτρέμα τῷ χαλκῷ, θαυμαστὴν λαμβάνοντι κρᾶσιν, ἐπίπρασκε πολλοῦ διὰ τὴν χρόαν καὶ τὸ κάλλος ἀγαπώμενον. ἀλλὰ καὶ ταῦτα κἀκεῖνα μῦθόσἐστιν· ἦν δέ τις ὡς ἔοικε μῖξις καὶ ἄρτυσις, ὥς που καὶ νῦν ἀνακεραννύντες ἀργύρῳ χρυσὸν ἰδίαν τινὰ καὶ περιττὴν ἐμοὶ δὲ φαινομένην νοσώδη χλωρότητα καὶ φθορὰν ἀκαλλῆ παρέχουσι.

τίνʼ οὖν αἰτίαν ἔφη ὁ Διογενιανός; οἴει τῆς ἐνταῦθα τοῦ χαλκοῦ χρόας[*](χρόας Duebnerus: χροιᾶς )γεγονέναι καὶ ὁ

Θέων ὅταν ἔφη τῶν πρώτων καὶ φυσικωτάτων καὶ ἐσομένων καὶ ὄντων, πυρὸς καὶ γῆς καὶ ἀέρος καὶ ὕδατος, μηδὲν[*](μηδὲν Basileensis: καὶ μηδὲν ) ἄλλο τῷ χαλκῷ πλησιάζῃ μηδʼ ὁμιλῇ πλὴν μόνος ὁ ἀήρ, δῆλός ἐστιν ὑπὸ τούτου πεπονθὼς καὶ διὰ τοῦτον ἐσχηκὼς ἣν ἔχει διαφορὰν ἀεὶ συνόντα καὶ προσκείμενον· ἢ
τουτὶ[*](τουτὶ Cobetus: τοῦτο. cf. Kock. Fragm. Com. 3 p. 495) μὲν ᾕδεις[*](ἤδεις Turnebus (ἤδειν p. 777 c). Eius loco lac. in codd. 11 litt. in E) πρὶν Θέογνιν γεγονέναι
κατὰ τὸν κωμικόν, ἣν δʼ ἔχων φύσιν ὁ ἀήρ τε χρώμενος δυνάμει κατὰ τὰς ἐπιψαύσεις ἐπικέχρωκε τὸν χαλκὸν ἐπιθυμεῖς μαθεῖν;ʼ φήσαντος δὲ τοῦ Διογενιανοῦ, καὶ γὰρ ἐγώ εἶπεν ὦ παῖ· ζητῶμεν οὖν κοινῇ καὶ πρότερον, εἰ βούλει, διʼ ἣν αἰτίαν μάλιστα τῶν ὑγρῶν ἀναπίμπλησιν[*](ἀναπίμπλησιν] sc. ὁ ἀὴρ) ἰοῦ τοὔλαιον· οὐ γὰρ αὐτόν[*](αὐτὸν *: αὐτὸ ) γε δήπου τῷ χαλκῷ προστρίβεσθαι τὸν ἰόν, ἅτε δὴ καθαρὸν αὐτῷ καὶ ἀμίαντον πλησιάζοντα · οὐδαμῶς εἶπεν ὁ νεανίας,ἄλλοδʼ αὐτῷ μοι δοκεῖ τούτου[*](τούτου Turnebus: τοῦτο ) τὸ αἴτιον ὑπάρχειν· λεπτῷ γὰρ ὄντι καὶ καθαρῷ καὶ διαυγεῖ προσπίπτων ὁ ἰὸς ἐκφανέστατός ἐστιν, ἐν δὲ τοῖς ἄλλοις ὑγροῖς ἀφανίζεται.ʼ καὶ ὁ Θέων εὖγʼ εἶπεν ὦ παῖ, καὶ καλῶς·[*](καλῶς R. Lacuna 7 litt. (in E) εἶπεν X: εἰπεῖν ) σκόπει δʼ εἰ βούλει καὶ τὴν ὑπʼ Ἀριστοτέλους αἰτίαν λεγομένην ἀλλὰ βούλομαι εἶπε. φησὶ τοίνυν τῶν μὲν ἄλλων ὑγρῶν ἐπιόντα διέχειν
ἀδήλως καὶ διασπείρεσθαι τὸν ἰόν, ἀνωμάλων τῶν πόρων[*](τῶν πόρων R. Eius loco lacuna in codd. 8 litt. in E) καὶ μανῶν ὄντων·[*](μανῶν ὄντων Vulcobius: μενόντων ) τοῦ δʼ ἐλαίου τῇ πυκνότητι στέγεσθαι καὶ διαμένειν ἀθροιζόμενον. ἂν οὖν καὶ αὐτοί τι τοιοῦτον ὑποθέσθαι δυνηθῶμεν, οὐ παντάπασιν ἀπορήσομεν ἐπῳδῆς καὶ παραμυθίας πρὸς τὴν ἀπορίαν.

ὡς οὖν ἐκελεύομεν καὶ συνεχωροῦμεν, ἔφη τὸν ἀέρα τὸν ἐν Δελφοῖς, πυκνὸν ὄντα καὶ συνεχῆ καὶ τόνον ἔχοντα διὰ τὴν ἀπὸ τῶν ὀρῶν ἀνάκλασιν καὶ ἀντέρεισιν, ἔτι καὶ λεπτὸν εἶναι καὶ δηκτικόν, ὥς που μαρτυρεῖ καὶ τὰ περὶ τὰς πέψεις τῆς; τροφῆς ἐνδυόμενον οὖν ὑπὸ λεπτότητος καὶ τέμνοντα χαλκὸν ἀναχαράσσειν πολὺν ἰὸν ἐξ αὐτοῦ καὶ γεώδη, στέγειν δὲ τοῦτον αὖ πάλιν καὶ πιέζειν, τῆς πυκνότητος διάχυσιν[*](διάχυσιν Anonymus. Lacuna (9 litt. in E)) μὴ διδούσης, τὸν δʼ ὑφιστάμενον αὐτοῦ[*](αὐτοῦ R: αὐτʼ cum lac. 2 litt. in E) διὰ πλῆθος ἐξανθεῖν καὶ λαμβάνειν αὐγὴν καὶ γάνωμα περὶ τὴν ἐπιφάνειαν. ἀποδεξαμένων δʼ ἡμῶν, ὁ ξένος ἔφη τὴν ἑτέραν ἀρκεῖν ὑπόθεσιν πρὸς τὸν λόγον. ἡ δὲ λεπτότης ἔφη δόξει μὲν ὑπεναντιοῦσθαι καὶ πρὸς τὴν λεγομένην πυκνότητα τοῦ ἀέρος, λαμβάνεται δʼ οὐκ ἀναγκαίως· αὐτὸς γὰρ ὑφʼ ἑαυτοῦ παλαιούμενος ὁ χαλκὸς ἀποπνεῖ καὶ μεθίησι τὸν ἰόν, ὃν ἡ πυκνότης συνέχουσα καὶ παχνοῦσα ποιεῖ ἐκφανῆ διὰ τὸ πλῆθος. ὑπολαβὼν δʼ ὁ Θέων, τί γάρ εἶπεν ὦ ξένε, κωλύει ταὐτὸν[*](ταὐτὸν *: ταὐτὸ ) εἶναι

καὶ λεπτὸν καὶ πυκνόν, ὥσπερ τὰ σηρικὰ καὶ τὰ βύσσινα τῶν ὑφασμάτων, ἐφʼ ὧν καὶ Ὅμηρος[*](Ὁμηρος] η 107) εἶπε
καιροσέων[*](καιροσέων] και ων lacuna intercedente BE. καιρουσσέων Larochius) δʼ ὀθονῶν[*](ὀθονέων Homerus) ἀπολείβεται ὑγρὸν ἔλαιον,
ἐνδεικνύμενος τὴν ἀκρίβειαν καὶ λεπτότητα τοῦ ὕφους τῷ μὴ προσμένειν τὸ ἔλαιον ἀλλʼ ἀπορρεῖν καὶ ἀπολισθάνειν, τῆς λεπτότητος καὶ πυκνότητος οὐ διιείσης;[*](διιείσης R: διίησι ) καὶ μὴν οὐ μόνον πρὸς τὴν ἀναχάραξιν τοῦ ἰοῦ χρήσαιτʼ ἄν τις[*](τις *) τῇ λεπτότητι τοῦ ἀέρος, ἀλλὰ καὶ τὴν χρόαν αὐτὴν[*](αὐτὴν] αὕτη Emperius praeter necessitatem) ποιεῖν ἔοικεν ἡδίονα καὶ γλαυκοτέραν, ἀναμιγνύουσα τῷ κυάνῳ[*](κυάνῳ Stegmannus: κυανῷ ) φῶς καὶ αὑγήν

ἐκ τούτου γενομένης σιωπῆς, πάλιν οἱ περιηγηταὶ προεχειρίζοντο[*](προυχειρίζοντο?) τὰς ῥήσεις. χρησμοῦ δέ τινος ἐμμέτρου λεχθέντος, οἶμαι, περὶ τῆς Αἴγωνος τοῦ Ἀργείου βασιλείας, πολλάκις ἔφη θαυμάσαι τῶν ἐπῶν ὁ Διογενιανός, ἐν οἷς οἱ χρησμοὶ λέγονται, τὴν φαυλότητα καὶ τὴν εὐτέλειαν. καίτοι μουσηγέτης ὁ θεός, καὶ τῆς λεγομένης λογιότητος οὐχ ἧττον αὐτῷ καλὸν[*](καλὸν R: τὸ καλὸν ) ἢ τῆς περὶ μέλη καὶ ᾠδὰς εὐφωνίας[*](εὐφωνίας idem: καὶ εὐφωνίας ) μετεῖναι, καὶ πολὺ τὸν Ἡσίοδον εὐεπείᾳ καὶ τὸν Ὅμηρον ὑπερφθέγγεσθαι· τοὺς δὲ πολλοὺς τῶν χρησμῶν ὁρῶμεν[*](ὁρῶμεν, εἶπεν?) καὶ τοῖς μέτροις καὶ τοῖς ὀνόμασι πλημμελείας καὶ φαυλότητος ἀναπεπλησμένους. παρὼν οὖν

Ἀθήνηθεν ὁ ποιητὴς Σαραπίων[*](Σαραπίων * hic et infra: σεραπίων ) εἶτʼ ἔφη ταῦτα τὰ ἔπη τοῦ θεοῦ πιστεύοντες εἶναι, τολμῶμεν[*](τολμῶμεν M: τὸ ἄμωμον ) αὖ πάλιν, ὡς λείπεται[*](λείπεται R: λέγεται ) κάλλει τῶν Ὁμήρου καὶ Ἡσιόδου, λέγειν, καὶ οὐ[*](καὶ οὐ Duebnerus: οὐ ) χρησόμεθα τούτοις ὡς ἄριστα καὶ κάλλιστα πεποιημένοις, ἐπανορθούμενοι τὴν αὑτῶν[*](αὑτῶν *: αὐτῶν ) κρίσιν προκατειλημμένην ὑπὸ φαύλης συνηθείας ὑπολαβὼν οὖν Βόηθος ὁ γεωμέτρης ʽ οἶσθα γὰρ τὸν ἄνδρα μεταταττόμενον ἢδη πρὸς τὸν Ἐπίκουρονʼ , ἆρʼ οὖν ἔφη τὸ τοῦ ζωγράφου Παύσωνος ἀκήκοας;ʼ οὐκ ἔγωγʼ εἶπεν ὁ Σαραπίων. ἀλλὰ μὴν ἄξιον. ἐκλαβὼν γὰρ ὡς ἔοικεν ἵππον ἀλινδούμενον γράψαι τρέχοντʼ ἔγραψεν. ἀγανακτοῦντος δὲ τάνθρώπου, γελάσας ὁ Παύσων κατέστρεψε τὸν πίνακα· καὶ γενομένων ἄνω τῶν κάτω, πάλιν ὁ ἵππος τρέχων ἀλλʼ ἀλινδούμενος ἐφαίνετο. τοῦτό φησιν ὁ Βίων ἐνίους τῶν λόγων πάσχειν, ὅταν ἀναστρέφωσι.[*](ἀναστραφῶσι Perizonius) διὸ καὶ τοὺς χρησμοὺς; ἔνιοι φήσουσιν εὖ καὶ καλῶς[*](εὖ καὶ καλῶς *: οὐ καλῶς ) ἔχειν, ὅτι τοῦ θεοῦ εἰσιν· ἄλλοι[*](ἄλλοι Perizonius: ἀλλὰ ) τοῦ θεοῦ μὴ εἶναι, ὅτι φαύλως ἔχουσιν. ἐκεῖνο μὲν γὰρ ἐν ἀδήλῳ· τὸ δʼ οὐκ εὖ τὰ ἔπη[*](οὐκ εὖ τὰ ἔπη supplevi cum W. Lac. in codd. (18 litt. in E)) πεποιῆσθαι[*](πεποιὴσθαι W: πεπονὴσθαι ) τὰ περὶ τοὺς χρησμοὺς καὶ σοὶ κριτῇ δήπουθεν, ὦ φίλε Σαραπίων, εἶπεν, ἐναργές; ἐστι. ποιήματα γὰρ[*](γὰρ R: μὲν γὰρ ) γράφεις τοῖς μὲν πράγμασι φιλοσόφως καὶ αὐστηρῶς, δυνάμει δὲ καὶ χάριτι καὶ κατασκευῇ τῇ[*](τῇ R) περὶ λέξιν
ἐοικότα τοῖς Ὁμήρου καὶ Ἡσιόδου μᾶλλον ἢ τοῖς ὑπὸ τῆς Πυθίας ἐκφερομένοις.

καὶ ὁ Σαραπίων νοσοῦμεν γάρ εἶπεν ὦ[*](εὖπεν ὦ Basileensis: ἔν τε νῷ ) Βόηθε, καὶ τὰ ὦτα καὶ τὰ ὄμματα, συνειθισμένοι διὰ τρυφὴν καὶ μαλακίαν τὰ ἡδίω καλὰ νομίζειν καὶ ἀποφαίνεσθαι. τάχα δὴ μεμψόμεθα τὴν Πυθίαν, ὅτι Γλαύκης οὐ φθέγγεται τῆς κιθαρῳδοῦ λιγυρώτερον, οὐδὲ χριομένη[*](χριομένη Vulcobius: χριομένην ) μύροις οὐδʼ ἁλουργίδας ἀμπεχομένη[*](ἀμπεχομένην) κάτεισιν εἰς τὸ ἄδυτον, οὐδʼ[*](κάτεισιν εἰς τὸ ἄδυτον οὐδʼ R: καί τισιν εἰς τὸ οὐδὲ ) ἐπιθυμιᾷ κασίαν[*](κασίαν Duebnerus: κασσίαν ) ἢ λήδανον ἢ λιβανωτὸν ἀλλὰ δάφνην καὶ κρίθινον ἄλευρον. οὐχ ὁρᾷς, εἶπεν, ὅσην χάριν ἔχει τὰ Σαπφικὰ μέλη κηλοῦντα καὶ καταθέλγοντα τοὺς ἀκροωμένους; Σίβυλλα δὲ μαινομένῳ στόματι καθʼ Ηράκλειτον[*](Ἡράκλειτον] Bywater p. 5) ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη, χιλίων ἐτῶν ἐξικνεῖται[*](ἐτέων ἐξικνέεται idem) τῇ φωνῇ διὰ τὸν θεόν. ὁ δὲ Πίνδαρος[*](Πίνδαρος] Bergk. 1 p. 380) ἀκοῦσαι[*](ἀκούσας codd. mei (BE)) φησὶ τοῦ θεοῦ τὸν Κάδμον μουσικὰν[*](μουσικὰν Amyotus: οὐ μουσικὰν ) ὀρθάν οὐχ ἡδεῖαν οὐδὲ τρυφερὰν οὐδʼ ἐπικεκλασμένην τοῖς μέλεσιν. ἡδονὴν γὰρ οὐ προσίεται τὸ ἀπαθὲς καὶ ἁγνόν, ἀλλʼ ἐνταῦθα μετὰ τῆς Ἄτης[*](Ἀτης Vulcobius (cf. Hom. T 126): αὐτῆς ) ἐρρίφη καὶ τὸ πλεῖστον αὐτῆς; καὶ ὡς ἔοικεν εἰς τὰ ὦτα τῶν ἀνθρώπων συνερρύηκεν.

εἰπόντος δὲ ταῦτα τοῦ Σαραπίωνος, ὁ Θέων μειδιάσας ὁ Σαραπίων μέν εἶπε τὸεἰωθὸς

ἀποδέδωκε τῷ τρόπῳ, λόγου περὶ Ἄτης καὶ[*](Ἀτης καὶ Duebnerus: αὐτῆς τῆς ) ἡδονῆς παραπεσόντος ἀπολαύσας ἡμεῖς δʼ ὦ Βόηθε, κἂν ᾖ[*](κἂν ᾗ] κἂν ᾖ κἂν μὴ ᾗ?) φαυλότερα τῶν Ὁμήρου ταῦτα τὰ ἔπη, μὴ νομίζωμεν αὐτὰ πεποιηκέναι τὸν θεόν, ἀλλʼ ἐκείνου τὴν ἀρχὴν τῆς κινήσεως ἐνδιδόντος, ὡς ἑκάστη πέφυκε κινεῖσθαι τῶν προφητίδων. καὶ γὰρ εἰ γράφειν ἔδει μὴ λέγειν τοὺς· χρησμούς, οὐκ ἂν οἶμαι τοῦ θεοῦ τὰ γράμματα νομίζοντες ἐψέγομεν, ὅτι λείπεται καλλιγραφίᾳ[*](ita Abreschius: καλλιγραφία ) τῶν βασιλικῶν. οὐ γὰρ ἔστι θεοῦ ἡ γῆρυς οὐδʼ ὁ φθόγγος οὐδʼ ἡ λέξις οὐδὲ τὸ μέτρον ἀλλὰ τῆς γυναικός· ἐκεῖνος δὲ μόνας τὰς φαντασίας παρίστησι καὶ φῶς ἐν τῇ ψυχῇ ποιεῖ πρὸς τὸ μέλλον· ὁ γὰρ ἐνθουσιασμὸς; τοιοῦτόν ἐστι. καθόλου δʼ εἰπεῖν, ὑμᾶς τοὺς τοῦ Ἐπικούρου προφήτας (δῆλος γὰρ εἶ καὶ αὐτὸς ὑποφερόμενος) οὐκ ἔστι διαφυγεῖν, ἀλλὰ κἀκείνας[*](κἀκείνας W: κακίας ) αἰτιᾶσθε[*](αἰτιᾶσθε Leonicus: αἰτιᾶσθαι ) τὰς πάλαι προφήτιδας ὡς φαύλοις ποιήμασι χρωμένας, καὶ τὰς νῦν καταλογάδην καὶ διὰ τῶν · ἐπιτυχόντων ὀνομάτων τοὺς χρησμοὺς λεγούσας, ὅπως ὑμῖν ἀκεφάλων καὶ λαγαρῶν μέτρων καὶ μειούρων εὐθύνας μὴ ὑπέχωσι. καὶ ὁ Διογενιανός μὴ παῖζʼ εἶπεν ὦ πρὸς θεῶν, ἀλλὰ διάλυσον ἡμῖν ταύτην τὴν ἀπορίαν κοινὴν οὖσαν. οὐδεὶς γὰρ ἔστιν Ἑλλήνων,[*](Ἑλλήνων Stegmannus: ἀλλήλων ) ὃς οὐκ αἰτίαν ἐπιζητεῖ καὶ λόγον, πῶς[*](πῶς Duebnerus: ὡς ) πέπαυται τὸ μαντεῖον ἔπεσι καὶ λόγοις[*](καὶ λόγοις] καὶ ἄλλοις μέτροις R ex p. 402 b) χρώμενον. ὑπολαβὼν οὖν ὁ Θέων ἀλλὰ
καὶ νῦν εἶπεν ὦ παῖ, δοκοῦμεν ἐπηρείᾳ τινὶ τοὺς περιηγητὰς ἀφαιρεῖσθαι τὸ οἰκεῖον ἔργον. ἔασον οὖν γενέσθαι τὸ τούτων πρότερον, εἶτα περὶ ὧν βούλει καθʼ ἡσυχίαν διαπορήσεις

ἤδη δὲ προϊόντες ἦμεν κατὰ τὸν Ἱέρωνος ἀνδριάντα τοῦ τυράννου· καὶ τῶν μὲν ἄλλων ὁ ξένος εἰδὼς ἅπαντα παρεῖχεν ὅμως ὑπʼ εὐκολίας ἀκροατὴν αὑτόν· ἀκούσας δʼ ὅτι κίων τις ἑστὼς ἄνω χαλκοῦς Ἱέρωνος ἔπεσεν, αὐτομάτως τῆς ἡμέρας ἐκείνης, τὸν Ἱέρωνα συνέβαινεν ἐν Συρακούσαις τελευτᾶν, ἐθαύμασε. κἀγὼ τῶν ὁμοίων ἅμα συνανεμίμνησκον, οἷα δὴ τοῦ Ἱέρωνος[*](Ἱέρωνος] cf. Xenoph. Hist. Gr. VI 4, 9) μὲν τοῦ Σπαρτιάτου, ὅτι πρὸ τῆς ἐν Λεύκτροις αὐτῷ γενομένης τελευτῆς ἐξέπεσον οἱ ὀφθαλμοὶ τοῦ ἀνδριάντος, οἱ δʼ ἀστέρες ἠφανίσθησαν οὓς Λύσανδρος ἀνέθηκεν ἀπὸ τῆς ἐν Αἰγὸς ποταμοῖς ναυμαχίας. ὁ δʼ αὐτοῦ τοῦ[*](τοῦ] om. BE et ommiti potest) Λυσάνδρου λίθινος ἀνδριὰς ἐξήνθησεν ἀγρίαν λόχμην καὶ πόαν τοσαύτην τὸ πλῆθος, ὥστε κατακρύψαι τὸ πρόσωπον. ἐν δὲ τοῖς Σικελικοῖς τῶν Ἀθηναίων ἀτυχήμασιν αἵ τε χρυσαῖ τοῦ φοίνικος ἀπέρρεον βάλανοι, καὶ τὴν ἀσπίδα τοῦ Παλλαδίου κόρακες περιέκοπτον. ὁ δὲ Κνιδίων στέφανος, ὃν Φαρσαλίᾳ τῇ ὀρχηστρίδι Φιλόμηλος ὁ Φωκέων τύραννος ἐδωρήσατο, μεταστᾶσαν αὐτὴν ἐκ τῆς Ἑλλάδος εἰς τὴν Ἰταλίαν, ἀπώλεσεν ἐν Μεταποντίῳ παίζουσαν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος· ὁρμήσαντες γὰρ ἐπὶ τὸν στέφανον οἱ νεανίσκοι καὶ μαχόμενοι περὶ τοῦ χρυσίου πρὸς

ἀλλήλους διέσπασαν τὴν ἄνθρωπον. Ἀριστοτέλης[*](Ἀριστοτέλης] Rhet. III 11. c. Fragm. 130 (ed. Teubner.)) μὲν οὖν μόνον Ὅμηρον ἔλεγε κινούμενα ποιεῖν ὀνόματα διὰ τὴν ἐνέργειαν ἐγὼ δὲ φαίην ἂν καὶ τῶν ἀναθημάτων τὰ ἐνταυθοῖ[*](τἀνταυθὶ] Abreschius) μάλιστα συγκινεῖσθαι καὶ συνεπισημαίνειν τῇ τοῦ θεοῦ προνοίᾳ· καὶ τούτων μέρος μηδὲν εἶναι κενὸν μηδʼ ἀναίσθητον, ἀλλὰ πεπλῆσθαι πάντα θειότητος;. καὶ ὁ Βόηθος ναί εἶπεν· οὐ γὰρ ἀρκεῖ τὸν θεὸν εἰς σῶμα καθειργνύναι θνητὸν ἅπαξ ἑκάστου μηνός, ἀλλὰ καὶ λίθῳ παντὶ καὶ χαλκῷ συμφυράσομεν αὐτόν, ὥσπερ οὐκ ἔχοντες ἀξιόχρεων τῶν τοιούτων συμπτωμάτων τὴν τύχην δημιουργὸν καὶ ταὐτόματον.[*](ταὐτόματον *: τὸ αὐτόματον ) εἶτʼ ἔφην ἐγώ τύχῃ σοι δοκεῖ καὶ αὐτόματον τῶν τοιούτων ἕκαστον ἐοικέναι,[*](ἐοικέναι] πεποιηκέναι?) καὶ πιθανόν ἐστι τὰς ἀτόμους ἐξολισθεῖν καὶ διαλυθῆναι[*](διαχυθῆναι Usenerus) καὶ παρεγκλῖναι μήτε πρότερον μήθʼ ὕστερον, ἀλλὰ[*](ἀλλὰ] ἀλλʼ ἢ?) κατʼ ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ τῶν ἀναθέντων ἕκαστος; ἢ χεῖρον ἔμελλε πράξειν ἢ βέλτιον; καὶ σὲ μὲν Ἐπίκουρος ὠφελεῖ νῦν ὡς ἔοικεν ἀφʼ ὧν εἶπεν ἢ ἔγραψε πρὸ ἐτῶν τριακοσίων· ὁ θεὸς δʼ, εἰ μὴ συνείρξειε φέρων ἑαυτὸν εἰς ἅπαντα μηδʼ ἀνακερασθείη πᾶσιν, οὐκ ἄν σοι δοκοίη κινήσεως ἀρχὴν καὶ πάθους αἰτίαν[*](αἰτίαν Leonicus: ἑστίαν ) παρασχεῖν οὐδενὶ τῶν ὄντων;ʼ

τοιαῦτα μὲν ἐγὼ πρὸς τὸν Βόηθον ἀπεκρινάμην, ὅμοια δὲ περὶ τῶν Σιβυλλείων. ἐπειδὴ γὰρ

ἔστημεν κατὰ τὴν πέτραν γενόμενοι τὴν κατὰ τὸ βουλευτήριον, ἐφʼ ἧς λέγεται καθίζεσθαι τὴν πρώτην Σίβυλλαν[*](σιβύλλαν BE) ἐκ τοῦ Ἑλικῶνος παραγενομένην ὑπὸ τῶν Μουσῶν τραφεῖσαν (ἔνιοι δέ φασιν ἐκ Μαλιέων[*](ἐκ Μαλιέων * (ἐκ Μαλιαίων Clem. Alex. p. 358 Pott. ubi pro Σιδῶνος leg. Ποσειδῶνος): εἰς Μαλεῶνα ) ἀφικέσθαι Λαμίας οὖσαν θυγατέρα τῆς Ποσειδῶνος), ὁ μὲν Σαραπίων ἐμνήσθη τῶν ἐπῶν, ἐν οἷς ὕμνησεν ἑαυτήν, ὡς οὐδʼ ἀποθανοῦσα λήξει μαντικῆς· ἀλλʼ αὐτὴ[*](αὐτὴ R: αὔτη ) μὲν ἐν τῇ σελήνῃ περίεισι τὸ καλούμενον φαινόμενον γενομένη πρόσωπον, τῷ δʼ ἀέρι τὸ πνεῦμα συγκραθὲν ἐν φήμαις ἀεὶ φορήσεται καὶ κληδόσιν· ἐκ δὲ τοῦ σώματος μεταβαλόντος ἐν τῇ γῇ πόας; καὶ ὕλης ἀναφυομένης, βοσκήσεται ταύτην ἱερὰ θρέμματα, χρόας τε παντοδαπὰς ἴσχοντα καὶ μορφὰς καὶ ποιότητας ἐπὶ τῶν σπλάγχνων ἀφʼ ὧν αἱ προδηλώσεις ἀνθρώποις τοῦ μέλλοντος. ὁ δὲ Βόηθος ἔτι μᾶλλον ἦν φανερὸς καταγελῶν τοῦ δὲ ξένου εἰπόντος,[*](malim τοῦ ξένου δʼ εἰπόντος ) ὡς, εἰ καὶ ταῦτα μύθοις ἔοικεν, ἀλλὰ ταῖς γε[*](γε R: τε ) μαντείαις ἐπιμαρτυροῦσι πολλαὶ μὲν ἀναστάσεις καὶ μετοικισμοὶ πόλεων Ἑλληνίδων, πολλαὶ δὲ βαρβαρικῶν στρατιῶν ἐπιφάνειαι καὶ ἀναιρέσεις ἡγεμονιῶν· ταυτὶ δὲ τὰ πρόσφατα καὶ νέα πάθη περί τε Κύμην καὶ Δικαιάρχειαν[*](Δικαιάρχειαν *: δικαιαρχίαν ) οὐχ ὑμνούμενα πάλαι καὶ ᾀδόμενα διὰ τῶν Σιβυλλείων ὁ χρόνος ὥσπερ ὀφείλων ἀποδέδωκεν, ἐκρήξεις πυρὸς ὀρείου καὶ ζέσεις θαλασσίας, καὶ πετρῶν καὶ φλεγμονῶν ὑπὸ πνεύματος ἀναρρίψεις, καὶ φθορὰς
πολεων ἅμα τοσούτων καὶ τηλικούτων, ὡς μεθʼ ἡμέραν ἐπελθοῦσιν ἄγνοιαν εἶναι καὶ ἀσάφειαν ὅπου κατῴκηντο τῆς χώρας συγκεχυμένης; ταῦτα γὰρ εἰ γέγονε πιστεῦσαι χαλεπόν ἐστι, μὴ τί γε προειπεῖν ἄνευ θειότητος

καὶ ὁ Βόηθος ποῖον γάρ εἶπεν ὦ δαιμόνιε, τῇ φύσει πάθος ὁ χρόνος οὐκ ὀφείλει; τί δʼ ἔστι τῶν ἀτόπων καὶ ἀπροσδοκήτων περὶ γῆν ἢ θάλατταν ἢ πόλεις ἢ ἄνδρας, ὅ τις ἂν προειπὼν οὐ τύχοι γενομένου; καίτοι τοῦτό γε σχεδὸν οὐδὲ προειπεῖν ἔστιν ἀλλʼ εἰπεῖν, μᾶλλον δὲ ῥῖψαι καὶ διασπεῖραι λόγους οὐκ ἔχοντας ἀρχὴν εἰς τὸ ἄπειρον· οἷς πλανωμένοις ἀπήντησε πολλάκις ἡ τύχη καὶ συνέπεσεν αὐτομάτως. διαφέρει γὰρ οἶμαι γενέσθαι τὸ ῥηθὲν ἢ ῥηθῆναι τὸ γενησόμενον. ὁ γὰρ εἰπὼν τὰ μὴ ὑπάρχοντα λόγος ἐν ἑαυτῷ τὸ ἡμαρτημένον ἔχων οὐ δικαίως ἀναμένει τὴν ἐκ ταὐτομάτου[*](ταὐτομάτου *: τοῦ αὐτομάτου ) πίστιν οὐδʼ ἀληθεῖ τεκμηρίῳ χρῆται τοῦ προειπεῖν ἐπιστάμενος τῷ[*](τῷ Emperius γενομένῳ idem: γενομένου ) μετὰ τὸ εἰπεῖν γενομένῳ, πάντα τῆς ἀπειρίας φερούσης· μᾶλλον[*](μᾶλλον R: καλ cum lac. 1-2 litt. cf. Nauck p. 674) δʼ δʼ μὲν εἰκάζων καλῶς, ὃν ἄριστον μάντιν ἀνηγόρευκεν ἡ παροιμία, ἰχνοσκοποῦντι καὶ στιβεύοντι διὰ τῶν εὐλόγων τὸ μέλλον ὅμοιός ἐστι. Σίβυλλαι δʼ αὗται καὶ Βάκιδες ὥσπερ εἰς πόντον ἀτεκμάρτως τὸν χρόνον κατέβαλον καὶ διέσπειραν ὡς ἔτυχε παντοδαπῶν ὀνόματα καὶ ῥήματα παθῶν καὶ συμπτωμάτων· οἷς,[*](οἶς] iungas cum ὁμοίως) γιγνομένων ἐνίων

ἀπὸ τύχης, ὁμοίως ψεῦδός ἐστι τὸ νῦν λεγόμενον, κἂν[*](κἂν] καὶ mei codd.) ὕστερον ἀληθές,[*](ἀληθὲς Emperius) εἰ τύχοι, γένηται.