De Pythiae oraculis

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

ἀλλʼ αὖθις ἄξιον μέν ἐστι διὰ μακροτέρων εἰπεῖν τι καὶ πυθέσθαι περὶ τούτων, τὰ δὲ νῦν ἐν βραχεῖ μαθόντες διαμνημονεύωμεν ὡς σῶμα μὲν ὀργάνοις χρῆται πολλοῖς αὐτῷ δὲ σώματι ψυχὴ καὶ μέρεσι τοῖς σώματος ψυχὴ δʼ ὄργανον θεοῦ γέγονεν ὀργάνου δʼ ἀρετὴ μάλιστα μιμεῖσθαι τὸ χρώμενον ᾗ πέφυκε δυνάμει καὶ παρέχειν τὸ ἔργον αὐτοῦ τοῦ[*](αὐτοῦ τοῦ] αὐτοῦ E. αὖ τοῦ B) νοήματος ἐν αὐτῷ δυναμένη,[*]( fort. locus emendandus est ita: ᾗ πέφυκε δυνάμει παρέχειν μὲν τὸ ἔργον - δυναμένου (sc. τοῦ ὀργάνου), δεικύναι δʼ οὐχ cett.) δεικνύναι δʼ οὐχ οἷον ἐν τῷ δημιουργῷ καθαρὸν καὶ ἀπαθὲς καὶ ἀναμάρτητον, ἀλλὰ μεμιγμένον πολλῷ τῷ ἀλλοτρίῳ·[*](πολλῷ τω-ι ἀλλοτρίῳ W. Eorum loco lac. in codd. 9 fere litt. in E) καθʼ ἑαυτὸ γὰρ ἄδηλον ἡμῖν, ἕτερον δὲ καὶ διʼ ἑτέρου φαινόμενον ἀναπίμπλαται τῆς ἐκείνου φύσεως.

καὶ κηρὸν μὲν ἐῶ καὶ χρυσὸν ἄργυρόν τε καὶ χαλκόν, ὅσα τʼ ἄλλα πλαττομένης οὐσίας εἴδη δέχεται μὲν ἰδέαν μίαν ἐκτυπουμένης ὁμοιότητος, ἄλλο δʼ ἄλλην ἀφʼ ἑαυτοῦ τῷ μιμήματι διαφορὰν προστίθησι καὶ τὰς ἐν κατόπτροις ἐπιπέδοις τε καὶ κοίλοις καὶ περιηγέσι[*](περιηγέσι R: περιαυγέσι ) φασμάτων καὶ εἰδώλων ἀφʼ ἑνὸς εἴδους μυρίας παρατυπώσεις. καὶ γάρ εἰσι ---[*](lac. 18 fere litt. in E. si εἰσι mutes in ἡλίῳ, nil requires ad sententiae integri tatem W) οὐδὲν οὔτε μᾶλλον τὴν[*](τὴν R) ἰδέαν ἔοικεν οὔτε ὡς ὄργανον[*](ὀργάνῳ idem) χρῆσθαι φύσει γέγονεν εὐπειθέστερον σελήνης· λαμβάνουσα δὲ παρʼ ἡλίου τὸ λαμπρὸν καὶ πυρωπὸν οὐχ ὅμοιον ἀποπέμπει πρὸς ἡμᾶς, ἀλλὰ μιχθὲν αὐτῇ καὶ χρόαν μετέβαλε καὶ δύναμιν ἔσχεν ἑτέραν· ἡ δὲ θερμότης καὶ παντάπασιν ἐξοίχεται καὶ προλέλοιπε τὸ φῶς ὑπʼ ἀσθενείας. οἶμαι δὲ σὲ[*](σε Duebnerus) γιγνώσκειν τὸ παρʼ Ἡρακλείτῳ[*](Ἡρακλείτῳ] Bywater p. 5) λεγόμενον ὡς[*](ὡς ὁ R: ὥσθʼ ) ὁ ἄναξ, οὗ τὸ μαντεῖόν ἐστι τὸ ἐν Δελφοῖς, οὔτε λέγει οὔτε κρύπτει ἀλλὰ σημαίνει. πρόσλαβε δὲ τούτοις εὖ λεγομένοις καὶ νόησον τὸν ἐνταῦθα θεὸν χρώμενον τῇ Πυθίᾳ πρὸς ἀκοήν, καθὼς ἥλιος χρῆται σελήνῃ πρὸς ὄψιν·[*](πρὸς ὄψιν] post Πυθίᾳ leguntur in codd. Transposuit W) δείκνυσι μὲν γὰρ καὶ ἀναφαίνει τὰς αὑτοῦ νοήσεις, μεμιγμένας δὲ δείκνυσι διὰ σώματος θνητοῦ καὶ ψυχῆς[*](post ψυχῆς lac. est (18 fere litt. in E) quae W iudice nulla est) ἡσυχίαν ἄγειν μὴ δυναμένης[*](δυναμένης W: δυνάμενος ) μηδὲ[*](μηδέ idem: δὲ ) τῷ κινοῦντι παρέχειν ἑαυτὴν ἀκίνητον ἐξ αὑτῆς καὶ καθεστῶσαν, ἀλλʼ
ὥσπερ ἐν σάλῳ ψοφοῦσαν[*](ψοφοῦσαν W: ψαύουσαν αὐτὴν ) καὶ συμπλεκομένην τοῖς ἐν αὑτῇ[*](αὑτῇ *: αὐτῇ ) κινήμασι καὶ πάθεσιν ἐπιταράττουσιν[*](ἐπιταράττουσιν αὐτὴν W: ἐπιταραττούσης ) αὐτήν. ὡς γὰρ οἱ δῖνοι τῶν ἅμα κύκλῳ καταφερομένων σωμάτων οὐκ ἐπικρατοῦσι βεβαίως, ἀλλὰ κύκλῳ μὲν ὑπʼ ἀνάγκης φερομένων κάτω δὲ φύσει ῥεπόντων γίγνεταί τις ἐξ ἀμφοῖν ταραχώδης καὶ παράφορος ἑλιγμός, οὕτως ὁ καλούμενος ἐνθουσιασμὸς ἔοικε μῖξις εἶναι κινήσεων δυοῖν, τὴν μὲν ὡς πέπονθε τῆς ψυχῆς ἅμα τὴν δʼ ὡς πέφυκε κινουμένης. ὅπου γὰρ ἀψύχοις σώμασι καὶ κατὰ ταὐτὰ μονίμοις οὐκ ἔστι χρήσασθαι παρʼ ὃ πέφυκε βιαζόμενον, οὐδὲ κινῆσαι σφαιρικῶς κύλινδρον ἢ κυβικῶς[*](ἢ κυβικῶς] ἢ σφαῖραν κυβικῶς W. Del. Stegmannus) ἢ λύραν αὐλητικῶς ἢ σάλπιγγα κιθαριστικῶς· ἀλλʼ οὐχ ἕτερον[*](ἕτερον W: ἕτερον ἢ ) ὡς ἔοικε τὸ τεχνικῶς ἑκάστῳ χρῆσθαι καὶ ὡς πέφυκεν· ἦπου τὸ ἔμψυχον καὶ αὐτοκίνητον ὁρμῆς τε καὶ λόγου μετέχον ἄλλως ἄν τις ἢ κατὰ τὴν ἐν αὐτῷ[*](ἐν αὐτῷ M: ἑαυτῶν ) προϋπάρχουσαν ἕξιν ἢ δύναμιν ἢ φύσιν μεταχειρίσαιτο, μουσικῶς κινῶν[*](κινῶν W: κινοῦντι ) νοῦν ἄμουσον ἢ γραμματικῶς τὸν ἀγράμματον ἢ λογίως τὸν ἐν λόγοις ἀθεώρητον καὶ ἀνάσκητον; οὐκ ἔστιν εἰπεῖν.

μαρτυρεῖ δέ μοι καὶ Ὅμηρος,[*](Ὁμηρος] B 169 sqq. E 1) αἰτίας μὲν ἄνευ θεοῦ[*](ἄνευ θεοῦ] cf. Hom. β 372. o 531) οὐδὲν ὡς ἔπος εἰπεῖν ὑποτιθέμενος περαινόμενον, οὐ μὴν πᾶσι πρὸς πάντα χρώμενον ποιῶν τὸν θεόν, ἀλλʼ ἑκάστῳ καθʼ ἣν ἔχει τέχνην ἢ δύναμιν. ἢ γὰρ οὐχ ὁρᾷς, εἶπεν, ὦ; φίλε Διογενιανέ,

τὴν Ἀθηνᾶν, ὅτε πεῖσαι βούλεται τοὺς Ἀχαιούς, τὸν Ὀδυσσέα παρακαλοῦσαν, ὅτε συγχέαι τὰ ὅρκια, τὸν Πάνδαρον ζητοῦσαν, ὅτε τρέψασθαι τοὺς Τρῶας, ἐπὶ τὸν Διομήδην βαδίζουσαν; ὁ μὲν γὰρ εὔρωστος καὶ μάχιμος ὁ δὲ τοξικὸς καὶ ἀνόητος ὁ δὲ δεινὸς εἰπεῖν καὶ φρόνιμος. οὐ γὰρ εἶχεν Ὅμηρος τὴν αὐτὴν Πινδάρῳ διάνοιαν, εἴ γε Πίνδαρος[*](Πανδάρω - πάνδαρος BE)[*](Πίνδαρος] cf. Nauck p. 482) ἦν ὁ ποιήσας
θεοῦ θέλοντος, κἂν ἐπὶ ῥιπὸς;[*](θεοῦ πλέοντος κἂν ἐπιρρεπῶς BE) πλέοις·
ἀλλʼ ἐγίγνωσκεν[*](ἐγίνωσκεν X: γίνωσκε ) ἄλλας πρὸς ἄλλα δυνάμεις καὶ φύσεις γεγενημένας, ὧν ἑκάστη κινεῖται διαφόρως, κἂν ἓν ᾖ τὸ κινοῦν ἁπάσας. ὥσπερ οὖν τὸ κινοῦν τὸ πεζὸν οὐ δύναται κινῆσαι[*](κινῆσαι *) πτητικῶς, οὐδὲ τορῶς τὸ τραυλὸν οὐδʼ εὐφώνως τὸ ἰσχνόφωνον ἀλλὰ καὶ τὸν Βάττον, οἶμαι, διὰ τοῦτʼ ἐπὶ τὴν φωνὴν[*](φωνὴν R ex Herod. 4, 155: ῥώμην ) παραγενόμενον εἰς Λιβύην ἔπεμψεν[*](ἔπεμψεν R: ἔπεμψαν ) οἰκιστήν, ὅτι τραυλὸς μὲν ἦν καὶ ἰσχνόφωνος βασιλικὸς δὲ καὶ πολιτικὸς καὶ φρόνιμος· οὕτως ἀδύνατον διαλέγεσθαι ποιητικῶς τὸν ἀγράμματον καὶ ἀνήκοον ἐπῶν. ὥσπερ ἡ νῦν τῷ θεῷ λατρεύουσα γέγονε μὲν εἴ τις ἄλλος ἐνταῦθα νομίμως καὶ καλῶς καὶ βεβίωκεν εὐτάκτως· τραφεῖσα[*](ita Basileensis: γραφεῖσα ) δʼ ἐν οἰκίᾳ γεωργῶν πενήτων, οὔτʼ ἀπὸ τέχνης οὐδὲν οὔτʼ ἀπʼ ἄλλης τινὸς ἐμπειρίας καὶ δυνάμεως ἐπιφερομένη κάτεισιν εἰς τὸ χρηστήριον, ἀλλʼ ὥσπερ ὁ Ξενοφῶν[*](Ξενοφῶν] Oecon. 7, 5) οἴεται δεῖν ἐλάχιστα τὴν νύμφην
ἰδοῦσαν ἐλάχιστα δʼ ἀκούσασαν εἰς ἀνδρὸς βαδίζειν, οὕτως ἄπειρος καὶ ἀδαὴς ὀλίγου δεῖν ἁπάντων καὶ παρθένος ὡς ἀληθῶς τὴν ψυχὴν τῷ θεῷ σύνεστιν. ἀλλʼ ἡμεῖς ἐρωδιοῖς οἰόμεθα καὶ τροχίλοις καὶ κόραξι χρῆσθαι φθεγγομένοις σημαίνοντα τὸν θεόν, καὶ οὐκ ἀξιοῦμεν, ᾗ θεῶν ἄγγελοι καὶ κήρυκές εἰσι, λογικῶς ἕκαστα καὶ σαφῶς[*](σαφῶς R: σοφῶς ) φράζειν τὴν δὲ τῆς Πυθίας φωνὴν καὶ διάλεκτον ὥσπερ ---[*](lac. 8 litt. in BE. Supplendumne χορευτῶν?) ἐκ θυμέλης, οὐκ ἀνήδυντον οὐδὲ λιτὴν ἀλλʼ ἐν μέτρῳ καὶ ὄγκῳ καὶ πλάσματι καὶ μεταφοραῖς ὀνομάτων καὶ μετʼ αὐλοῦ φθεγγομένην παρέχειν[*](παρέχειν] scr. vid. παρηχεῖν) ἀξιοῦμεν.

τί οὖν φήσομεν περὶ τῶν παλαιῶν; οὐχ ἓν τὰ πλείονα, οἶμαι. πρῶτον μὲν γάρ, ὥσπερ εἴρηται, τὰ πλεῖστα κἀκεῖναι καταλογάδην ἀπεφθέγγοντο. δεύτερον δὲ καὶ σωμάτων ἤνεγκε κράσεις καὶ φύσεις ὁ χρόνος ἐκεῖνος εὔρουν τι καὶ φορὸν ἐχούσας πρὸς ποίησιν, αἷς εὐθὺς ἐπεγίγνοντο προθυμίαι καὶ ὁρμαὶ καὶ παρασκευαὶ ψυχῆς ἑτοιμότητα ποιοῦσαι μικρᾶς ἔξωθεν ἀρχῆς καὶ παρατροπῆς[*](προτροπῆς R) τοῦ φανταστικοῦ δεομένην,[*](δεομένην idem: δεομένης ) ὡς εὐθὺς ἕλκεσθαι πρὸς τὸ οἰκεῖον μόνον, ὡς λέγει Φιλῖνος, ἀστρολόγους καὶ φιλοσόφους, ἀλλʼ ἐν οἴνῳ τε πολλῷ καὶ πάθει[*](πάθει] πένθει R) γιγνομένων, οἴκτου τινος ὑπορρυέντος ἢ χαρᾶς προσπεσούσης, ὠλίσθανον[*](ὠλίσθανον idem: ὠλίσθανεν ) εἰς ἐνῳδὸν ---[*](Lacuna 7 litt. in BE, quae nulla est R et W iudicibus. Cf. p. 623 a) γῆρυν ἐρωτικῶν τε κατεπίμπλαντο μέτρων καὶ ᾀσμάτων τὰ συμπόσια

καὶ τὰ βιβλία γραμμάτων. ὁ δʼ Εὐριπίδης[*](Εὐριπίδης] Nauck p. 569) εἰπὼν[*](εἰπὼν Basileensis: ἐπιὼν ) ὡς ἔρως ποιητὴν διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν ἐνενόησεν,[*](ἐνενόησεν W: ἐννοῆσαι ) ὅτι ποιητικὴν καὶ μουσικὴν Ἔρως δύναμιν οὐκ ἐντίθησιν, ἐνυπάρχουσαν δὲ κινεῖ καὶ ἀναθερμαίνει λανθάνουσαν καὶ ἀργοῦσαν. ἢ μηδένα νῦν ἐρᾶν, ὦ ξένε, λέγωμεν, ἀλλὰ φροῦδον οἴχεσθαι τὸν ἔρωτα, ὅτι μέτροις οὐδεὶς οὐδʼ ᾠδαῖς ῥίμφα παιδείους[*](παιδείους - μελιγάρεας Pindarus Isthm. 2, 3: παιδίοις - μελιγηρέας ) ὡς Πίνδαρος ἔφη τοξεύει μελιγάρεας ὕμνους; ἀλλʼ ἄτοπον· ἔρωτες γὰρ ἔτι[*](ἒτι R: ὅτι ) πολλοὶ τῶν ἀνθρώπων[*](τῶν ἀνθρώπων Turnebus: τὸν ἄνθρωπον ) ἐπιστρέφονται, ψυχαῖς δʼ[*](δʼ R) ὁμιλοῦντες οὐκ εὐφυῶς οὐδʼ ἑτοίμως πρὸς μουσικὴν ἐχούσαις, ἄναυλοι μὲν καὶ ἄλυροι λάλοι δʼ οὐδὲν ἧττόν εἰσι καὶ διάπυροι τῶν παλαιῶν· ὅτι[*](ὅτι] ἔτι δʼ R.) οὐδʼ ὅσιον[*](ὅθεν W) εἰπεῖν ἢ καλὸν ὡς ἀνέραστος ἦν ἡ Ἀκαδήμεια[*](ἀπολείπει Turnebus: ἀπολιπεῖν ) καὶ ὁ Σωκράτους καὶ Πλάτωνος; χορός, ὧν λόγοις μὲν ἐρωτικοῖς ἐντυχεῖν ἔστι, ποιήματα δʼ οὐκ ἀπολελοίπασι. τί δʼ ἀπολείπει τοῦ λέγοντος; ἐρωτικὴν μόνην γεγονέναι Σαπφὼ γυναικῶν ὁ[*](ὁ idem) μαντικὴν φάσκων μόνην[*](φάσκων μόνην supplevi cum Turnebo lacunam 17 litt. in E, 12 in B) γεγονέναι Σίβυλλαν καὶ Ἀριστονίκαν καὶ ὅσαι διὰ μέτρων ἐθεμίστευσαν; ὁ μὲν γὰρ οἶνος ὡς ἔλεγε Χαιρήμων[*](Χαιρήμων] Nauck. p. 787, 16) τοῖς τρόποις κεράννυται τῶν πινόντων ὁ δὲ μαντικὸς ἐνθουσιασμός, ὥσπερ ὁ ἐρωτικός,
χρῆται τῇ ὑποκειμένῃ δυνάμει καὶ κινεῖ τῶν δεξαμένων ἕκαστον καθʼ ὃ πέφυκεν.

οὐ μὴν ἀλλὰ καὶ τὸ τοῦ θεοῦ καὶ τῆς προνοίας σκοποῦντες, ὀψόμεθα πρὸς τὸ βέλτιον γεγενημένην τὴν μεταβολήν. ἀμοιβῇ γὰρ ἔοικε νομίσματος ἡ τοῦ λόγου χρεία, καὶ δόκιμον καὶ αὐτοῦ τὸ σύνηθές ἐστι καὶ γνώριμον, ἄλλην ἐν ἄλλοις χρόνοις ἰσχὺν λαμβάνοντος. ἦν οὖν ὅτε λόγου νομίσμασιν ἐχρῶντο μέτροις καὶ μέλεσι καὶ ᾠδαῖς, πᾶσαν μὲν ἱστορίαν καὶ φιλοσοφίαν πᾶν δὲ πάθος ὡς ἁπλῶς εἰπεῖν καὶ πρᾶγμα σεμνοτέρας φωνῆς δεόμενον εἰς ποιητικὴν καὶ μουσικὴν ἄγοντες. οὐ γὰρ μόνον νῦν ὀλίγοι μόλις ἐπαΐουσι, τότε δὲ πάντες ἠκροῶντο καὶ ἔχαιρον ᾀδομένοις μηλοβόται[*](μηλοβόται τε X. Eorum loco lac. (10 litt. in E)) τʼ ἀρόται τʼ ὀρνιχολόχοι[*](ὀρνιχολόχοι Pindarus Isthm. 1, 68: ὀρνιθολόγοι ) τε κατὰ Πίνδαρον ἀλλʼ ὑπὸ τῆς πρὸς ποιητικὴν ἐπιτηδειότητος οἱ πλεῖστοι διὰ λύρας καὶ ᾠδῆς ἐνουθέτουν ἐπαρρησιάζοντο παρεκελεύοντο, μύθους καὶ παροιμίας[*](ita Turnebus: μύθοις καὶ παροιμίαις ) ἐπέραινον, ἔτι δʼ ὕμνους θεῶν εὐχὰς παιᾶνας ἐν μέτροις ἐποιοῦντο καὶ μέλεσιν οἱ μὲν διʼ εὐφυΐαν οἱ δὲ διὰ συνήθειαν. οὐκοῦν οὐδὲ μαντικῇ[*](ita Turnebus: μαντικὴν ) κόσμου καὶ χάριτος ἐφθόνει ὁ θεὸς οὐδʼ ἀπήλαυνεν ἐνθένδε τιμωμένην[*](ἠτιμωμένην Madvigius) μοῦσαν[*](τὴν μοῦσαν Stegmannus) τοῦ τρίποδος, ἀλλʼ ἐπήγετο μᾶλλον ἐγείρων τὰς ποιητικὰς φύσεις καὶ ἀσπαζόμενος,[*](φύσεις καὶ ἀσπαζόμενος Huttenus: ἀσπαζόμενος φύσεις ) αὐτός τε φαντασίας ἐνεδίδου καὶ συνεξώρμα τὸ σοβαρὸν καὶ λόγιον ὡς

ἁρμόττον καὶ θαυμαζόμενον. ἐπεὶ δέ, τοῦ βίου μεταβολὴν ἅμα ταῖς τύχαις καὶ ταῖς φύσεσι λαμβάνοντος, ἐξωθοῦσα τὸ περιττὸν ἡ χρεία κρωβύλους τε χρυσοῦς ἀφῄρει καὶ ξυστίδας μαλακὰς ἀπημφίαζε καί που καὶ κόμην σοβαρωτέραν ἀπέκειρε καὶ ὑπέλυσε κόθορνον, οὐ φαύλως ἐθιζομένων ἀντικαλλωπίζεσθαι πρὸς τὴν πολυτέλειαν εὐτελείᾳ καὶ τὸ ἀφελὲς καὶ λιτὸν ἐν κόσμῳ τίθεσθαι μᾶλλον ἢ τὸ σοβαρὸν καὶ περίεργον· οὕτω τοῦ λόγου[*](τοῦ λόγου Basileensis: τῶ λόγω ) συμμεταβάλλοντος ἅμα καὶ συναπολυομένου,[*](συναπολυομένου *: συναποδυομένου ) κατέβη μὲν ἀπὸ τῶν μέτρων ὥσπερ ὀχημάτων ἡ ἱστορία καὶ[*](καὶ] κὰν?) τῷ πεζῷ μάλιστα τοῦ μυθώδους ἀπεκρίθη τάληθές·[*](τἀληθές *: τὸ ἀληθές ) φιλοσοφία δὲ τὸ σαφὲς καὶ διδασκαλικὸν ἀσπασαμένη μᾶλλον ἢ τὸ ἐκπλῆττον, διὰ[*](διὰ R: τὴν διὰ ) λόγων ἐποιεῖτο τὴν ζήτησιν[*](τὴν ζήτησιν idem: ζήτησιν ) ἀπέπαυσε δὲ τὴν Πυθίαν ὁ θεὸς πυρικάους μὲν ὀνομάζουσαν τοὺς αὑτῆς πολίτας ὀφιοβόρους δὲ τοὺς Σπαρτιάτας ὀρεᾶνας δὲ τοὺς ἄνδρας ὀρεμπότας δὲ τοὺς ποταμούς· ἀφελὼν δὲ τῶν χρησμῶν ἔπη καὶ γλώσσας καὶ περιφράσεις καὶ ἀσάφειαν, οὕτω διαλέγεσθαι παρεσκεύασε τοῖς χρωμένοις ὡς νόμοι τε πόλεσι διαλέγονται καὶ βασιλεῖς ἐντυγχάνουσι δήμοις καὶ μαθηταὶ[*](μαθηταὶ Leonicus: καθηγηταὶ ) διδασκάλων ἀκροῶνται, πρὸς τὸ συνετὸν καὶ πιθανὸν ἁρμοζόμενος.

εὖ γὰρ εἰδέναι χρὴ τὸν θεόν, ὥς φησι Σοφοκλῆς,[*](Σοφοκλῆς] Nauck. p. 298)

  1. σοφοῖς μὲν αἰνικτῆρα θεσφάτων ἀεί,
  2. σκαιοῖς δὲ φαῦλον κἀν βραχεῖ διδάσκαλον.
μετὰ δὲ τῆς σαφηνείας καὶ ἡ πίστις οὕτως ἐστρέφετο συμμεταβάλλουσα τοῖς ἄλλοις πράγμασιν, ὥστε πάλαι μὲν τὸ μὴ σύνηθες μηδὲ κοινὸν ἀλλὰ λοξὸν[*](ἀλλὰ λοξὸν R: ἀλλʼ ἄδοξον ) ἀτεχνῶς καὶ περιπεφρασμένον εἰς ὑπόνοιαν θειότητος.[*](θειότητος W: ὁσιότητος ) ἀνάγοντας ἐκπλήττεσθαι καὶ σέβεσθαι τοὺς πολλούς· ὕστερον δὲ τὸ σαφῶς καὶ ῥᾳδίως, ἕκαστα καὶ μὴ σὺν ὄγκῳ μηδὲ πλάσματι μανθάνειν ἀγαπῶντες ᾐτιῶντο τὴν περικειμένην τοῖς χρησμοῖς ποίησιν, οὐ μόνον[*](οὐ μόνον] ante ᾐτιῶντο collocat R) ὡς ἀντιπράττουσαν τῇ νοήσει πρὸς τάληθὲς[*](τἀληθές *: τὸ ἀληθὲς ) ἀσάφειάν τε καὶ σκιὰν τῷ φραζομένῳ μιγνύουσαν, ἀλλʼ ἢδη καὶ τὰς μεταφορὰς καὶ τὰ αἰνίγματα καὶ τὰς ἀμφιβολίας, ὥσπερ μυχοὺς καὶ καταφυγὰς ἐνδύεσθαι καὶ ἀναχωρεῖν τῷ πταίοντι πεποιημένας[*](ita R: πεποιημένα ) τῆς μαντικῆς, ὑφεωρῶντο. πολλῶν δʼ ἦν ἀκούειν ὅτι ποιητικοί τινες ἄνδρες ἐκδεχόμενοι τὰς φωνὰς καὶ ὑπολαμβάνοντες ἐπικάθηνται[*](ἐπικάθηνται Emperius: ἔτι κάθηνται ) περὶ τὸ χρηστήριον, ἔπη καὶ μέτρα καὶ ῥυθμοὺς οἷον ἀγγεῖα τοῖς χρησμοῖς ἐκ τοῦ προστυχόντος περιπλέκοντες. Ὀνομάκριτοι δʼ ἐκεῖνοι καὶ Ἡρόδικοι[*](Ἡρόδοτοι R: προδόται ) καὶ Κιναίθωνες[*](Κιναίθωνες Cobetus: κινέσωνες ) ὅσην αἰτίαν ἠνέγκαντο τῶν χρησμῶν, ὡς τραγῳδίαν αὐτοῖς καὶ ὄγκον οὐδὲν δεομένοις προσθέντες, ἐῶ λέγειν οὐδὲ προσίεμαι[*](προσίεμαι W: προσεῖναι ) τὰς διαβολάς.[*](διαβολὰς idem: μεταβολὰς ) πλείστης
μέντοι ποιητικὴν[*](ποιητικὴν Turnebus: ποιητικῆς ) ἐνέπλησεν ἀδοξίας τὸ ἀγυρτικὸν καὶ ἀγοραῖον καὶ περὶ τὰ μητρῷα καὶ Σεραπεῖα[*](Σαραπεῖα *: σεράπεια ) βωμολοχοῦν καὶ πλανώμενον γένος, οἱ μὲν αὐτόθεν οἱ δὲ κατὰ κλῆρον ἔκ τινων γραμματείων[*](γραμματείων *: γραμματίων ) χρησμοὺς περαίνοντες οἰκέταις καὶ γυναίοις ὑπὸ τῶν μέτρων ἀγομένοις μάλιστα καὶ τοῦ ποιητικοῦ τῶν ὀνομάτων ὅθεν οὐχ ἥκισθʼ ἡ[*](ἡ) ποιητικὴ δοκοῦσα κοινὴν ἐμπαρέχειν ἑαυτὴν ἀπατεῶσι καὶ γόησιν ἀνθρώποις καὶ ψευδομάντεσιν ἐξέπεσε τῆς ἀληθείας καὶ τοῦ τρίποδος.

οὐ τοίνυν θαυμάσαιμʼ ἄν, εἰ διπλόης τινὸς ἔδει καὶ περιαγωγῆς καὶ ἀσαφείας ἔστιν ὅτε τοῖς παλαιοῖς. οὐ γὰρ ὁ δεῖνα μὰ Δία κατέβαινε περὶ ὠνῆς ἀνδραπόδου χρησόμενος οὐδʼ ὁ, δεῖνα περὶ ἐργασίας, ἀλλὰ πόλεις μέγα δυνάμεναι καὶ βασιλεῖς καὶ τύραννοι μέτριον οὐδὲν φρονοῦντες ἐνετύγχανον τῷ θεῷ περὶ πραγμάτων οὓς ἀνιᾶν καὶ παροξύνειν ἀπεχθείᾳ πολλὰ τῶν ἀβουλήτων ἀκούοντας οὐκ ἐλυσιτέλει τοῖς περὶ τὸ χρηστήριον. οὐ πείθεται γὰρ ὁ θεὸς τῷ Εὐριπίδῃ ὥσπερ[*](τῷ Εὐριπίδῃ ὥσπερ W: ὥσπερ τῷ Εὐριπίδῃ Cf. Eur. Phoen. 958) νομοθετοῦντι καὶ λέγοντι

  1. Φοῖβον ἀνθρώποις μόνον
  2. χρῆν[*](χρῆν Euripides: χρὴ ) θεσπιῳδεῖν.
χρώμενος δὲ θνητοῖς ὑπηρέταις καὶ προφήταις, ὧν κήδεσθαι προσήκει καὶ φυλάττειν, ὅπως; ὑπʼ ἀνθρώπων οὐκ ἀπολοῦνται πονηρῶν θεῷ λατρεύοντες, ἀφανίζειν μὲν οὐ θέλει τἀληθές,[*](τἀληθές *: τὸ ἀληθές ) παρατρέπων δὲ
τὴν δήλωσιν αὐτοῦ[*](αὐτοῦ] sc. τοῦ ἀληθοῦς) καθάπερ αὐγὴν ἐν τῇ ποιητικῇ πολλὰς; ἀνακλάσεις λαμβάνουσαν καὶ πολλαχοῦ περισχιζομένην, ἀφῄρει τὸ ἀντίτυπον αὐτοῦ καὶ σκληρόν. ἐχρῆν[*](ἐχρῆν R: ἦν ) δʼ ἄρα καὶ τυράννους ἀγνοῆσαι καὶ πολεμίους μὴ προαισθέσθαι. τούτοις οὖν περιέβαλεν ὑπονοίας καὶ ἀμφιλογίας, αἳ πρὸς ἑτέρους ἀποκρύπτουσαι τὸ φραζόμενον, οὐ διέφευγον αὐτοὺς οὐδὲ παρεκρούοντο τοὺς δεομένους καὶ προσέχοντας ὅθεν εὐηθέστατός ἐστιν ὁ τῶν πραγμάτων ἑτέρων γεγονότων, εἰ μηκέτι τὸν αὐτὸν ἡμῖν τρόπον ἀλλʼ ἕτερον οἴεται δεῖν βοηθεῖν ὁ θεός, ἐγκαλῶν καὶ συκοφαντῶν.

ἔτι τοίνυν οὐδὲν ἀπὸ ποιητικῆς λόγῳ χρησιμώτερον ὑπάρχει τοῦ δεθέντα μέτροις τὰ φραζόμενα καὶ συμπλακέντα μᾶλλον μνημονεύεσθαι καὶ κρατεῖσθαι. τοῖς μὲν οὖν τότε πολλὴν ἔδει[*](ἔδει Basileensis: ἔτι ) μνήμην παρεῖναι πολλὰ γὰρ ἐφράζετο καὶ τόπων σημεῖα καὶ πράξεων καιροὶ καὶ θεῶν ἱερὰ διαποντίων καὶ ἡρώων ἀπόρρητοι θῆκαι καὶ[*](καὶ R) δυσεξεύρετοι μακρὰν[*](μακρὰν *: μακρὸν ) ἀπαίρουσι τῆς Ἑλλάδος. ἴστε γὰρ τὸν[*](ἴστε γὰρ τὸν R: εἰς γὰρ τὸ ) χῖον καὶ Κρήτινον καὶ ---[*](lacuna (1-2 litt. in E)) Νήσιχον καὶ Φάλανθον,[*](Φάλανθον Basileensis: φάλαινθον ) ἄλλους τε πολλοὺς ἡγεμόνας στόλων ὅσοις ἔδει τεκμηρίοις ἀνευρεῖν τὴν διδομένην ἑκάστῳ καὶ προσήκουσαν ἵδρυσιν· ὧν ἔνιοι καὶ διημάρτανον, ὥσπερ Βάττος.[*](Βάττος] cf. Aristot. Fragm. 611, 16) ἔδοξε[*](ἔδοξε R: ἔλεξε ) γὰρ ἐκπεσεῖν οὐ καταλαβὼν ἐφʼ ὃν ἐπέμφθη τόπον· εἶθʼ ἧκε δεύτερον ποτνιώμενος. ὑπειπὼν οὖν ὁ θεὸς

  1. αἰ τὺ ἐμεῦ Λιβύαν[*](αἴ τυ ἐμεῦ Λιβύαν W ex Herod. 4, 157: μελιβύαν praemissa lac. (7 litt. in E)) μαλοτρόφον οἶσθας ἄρειον,[*](Λιβύην μηλοτρόφον οἶδας ἄμεινον Herodotus)
  2. μὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σευ·
οὕτω πάλιν αὐτὸν ἐξέπεμψε. Λύσανδρος δὲ καὶ παντάπασιν ἀγνοήσας τὸν Ὀρχαλίδην[*](ὈρχαλίδηνVit. Lys. c. 29: ἀρχελίδην ) λόφον καὶ Ἀλώπεκον[*](ἀλώπεκον eadem: ἀλώπηκον ) προσαγορευόμενον καὶ τὸν Ὁπλίτην ποταμὸν
γῆς τε δράκονθʼ[*](δράκονθʼ Duebnerus: δράκοντα ) υἱὸν δόλιον κατόπισθεν ἰόντα,
μάχῃ κρατηθεὶς ἔπεσεν ἐν τοῖς τόποις ἐκείνοις ὑπὸ Νεοχώρου Ἁλιαρτίου[*](ὑπὸ Νεοχώρου ἉλιαρτίουVit. Lys. 1. 1.: ὑφʼ ὧν ὁ χῶρος Ἁλιάρτου ) ἀνδρὸς ἀσπίδα φοροῦντος ἐπίσημον ὄφιν ἔχουσαν. ἄλλα δὲ τοιαῦτα πολλὰ δυσκάθεκτα καὶ δυσμνημόνευτα τῶν παλαιῶν διεξιέναι πρὸς ὑμᾶς εἰδότας οὐκ ἀναγκαῖόν ἐστι.

τὰ δὲ νῦν πράγματα καθεστῶτα, περὶ ὧν ἐρωτῶσι τὸν θεόν, ἀγαπῶ μὲν ἔγωγε καὶ ἀσπάζομαι· πολλὴ γὰρ εἰρήνη καὶ ἡσυχία, πέπαυται δὲ πόλεμος, καὶ πλάναι καὶ στάσεις οὐκ εἰσὶν οὐδὲ τυραννίδες, οὐδʼ ἄλλα νοσήματα καὶ κακὰ τῆς Ἑλλάδος ὥσπερ πολυδυνάμων φαρμάκων[*](πολυδυνάμων φαρμάκων R: πολυφαρμάκων δυνάμεων ) χρῄζοντα καὶ περιττῶν. ὅπου δὲ ποικίλον οὐδὲν οὐδʼ ἀπόρρητον οὐδὲ δεινόν, ἀλλʼ ἐπὶ πράγμασι μικροῖς καὶ δημοτικοῖς ἐρωτήσεις οἷον ἐν σχολῇ προτάσεις εἰ γαμητέον εἰ πλευστέον εἰ δανειστέον τὰ δὲ μέγιστα πόλεων μαντεύματα φορᾶς καρπῶν πέρι καὶ βοτῶν ἐπιγονῆς

καὶ σωμάτων ὑγιείας·[*](ὑγιείας *: ὑγείας ) ἐνταῦθα περιβάλλειν μέτρα καὶ πλάττειν περιφράσεις καὶ γλώσσας ἐπάγειν πύσμασιν ἁπλῆς καὶ συντόμου δεομένοις ἀποκρίσεως, ἔργον ἐστὶ φιλοτίμου σοφιστοῦ καλλωπίζοντος ἐπὶ δόξῃ χρηστήριον. ἡ δὲ Πυθία καὶ καθʼ αὑτὴν μέν ἐστι γενναία τὸ ἦθος, ὅταν δʼ ἐκεῖ κατέλθῃ καὶ γένηται παρὰ τῷ θεῷ, πλέον ἀληθείας[*](ἀληθείας Exemplum Turnebi. In codd. lac. 20 litt. in E, 10 in B) ἢ δόξης ἐκείνῃ μέλει[*](ἢ δόξης ἐκείνῃ μέλει *: ἢ ἐκείνῃ μέλει δόξης ) καὶ ἀνθρώπων ἐπαινούντων ἢ ψεγόντων.

ἔδει δʼ ἴσως καὶ ἡμᾶς ἔχειν οὕτως· νῦν δʼ ὥσπερ ἀγωνιῶντες καὶ δεδιότες, μὴ τρισχιλίων[*](τρισχιλίων Basileensis: τρισχισμὸν ) ἐτῶν ἀποβάλῃ δόξαν ὁ τόπος καὶ τοῦ χρηστηρίου καθάπερ σοφιστοῦ διατριβῆς ἀποφοιτήσωσιν ἔνιοι καταφρονήσαντες, ἀπολογούμεθα καὶ πλάσσομεν αἰτίας καὶ λόγους ὑπὲρ ὧν οὔτʼ ἴσμεν οὔτʼ εἰδέναι προσῆκον ἡμῖν ἐστι· παραμυθούμενοι τὸν ἐγκαλοῦντα καὶ πείθοντες, οὐ χαίρειν ἐῶντες·

αὐτῷ γάρ[*](γάρ] μέν Homerus) οἱ πρῶτον ἀνιηρώτερον[*](ἀνιηρώτερον Homerus β 190: ἀνιηρότερον ) ἔσται
τοιαύτην ἔχοντι περὶ τοῦ θεοῦ δόξαν· ὥστε ταυτὶ μὲν τὰ προγεγραμμένα τῶν σοφῶν τό γνῶθι σαυτόν καὶ τὸ μηδὲν ἄγαν ἀποδέχεσθε καὶ θαυμάζειν[*](ἀποδέχεσθε καὶ θαυμάζετε R: ἀποδέχεσθαι καὶ θαυμάζειν ) οὐχ ἣκιστα διὰ τὴν βραχυλογίαν ὡς πυκνὸν καὶ σφυρήλατον νοῦν ἐν ὀλίγῳ περιέχουσαν ὄγκῳ, τοὺς δὲ χρησμοὺς ὅτι συντόμως καὶ ἁπλῶς καὶ διʼ
εὐθείας τὰ πλεῖστα φράζουσιν αἰτιᾶσθε. καὶ τὰ τοιαῦτα μὲν ἀποφθέγματα τῶν σοφῶν ταὐτὸν τοῖς εἰς στενὸν συνθλιβεῖσι πέπονθε ῥεύμασιν οὐ γὰρ ἔχει τοῦ νοῦ δίοψιν οὐδὲ διαύγειαν,[*](διαύγειαν supplevit Turnebus lacunam codd. (11 litt. in E)) ἀλλʼ ἐὰν σκοπῇς τί γέγραπται καὶ λέλεκται περὶ αὐτῶν τοῖς ὅπως ἕκαστον ἔχει βουλομένοις καταμαθεῖν, οὐ ῥᾳδίως τούτων λόγους ἑτέρους εὑρήσεις μακροτέρους. ἡ δὲ τῆς Πυθίας διάλεκτος, ὥσπερ οἱ μαθηματικοὶ γραμμὴν εὐθεῖαν καλοῦσι τὴν ἐλαχίστην τῶν ταὐτὰ[*](ταὐτὰ *: τὰ αὐτὰ ) πέρατʼ ἐχουσῶν, οὕτως οὐ ποιοῦσα καμπὴν οὐδὲ κύκλον οὐδὲ διπλόην οὐδʼ ἀμφιβολίαν ἀλλʼ εὐθεῖα πρὸς τὴν ἀλήθειαν οὖσα πρὸς δὲ πίστιν ἐπισφαλὴς καὶ ὑπεύθυνος[*](ἀνεπισφαλὴς καὶ ἀνυπεύθυνος Madvigius. Sed cf. p. 484 c) οὐδένα καθʼ αὑτῆς ἔλεγχον ἄχρι νῦν παραδέδωκεν, ἀναθημάτων δὲ καὶ δώρων ἐμπέπληκε βαρβαρικῶν καὶ Ἑλληνικῶν τὸ χρηστήριον, οἰκοδομημάτων δʼ ἐκαλλώπισε[*](δʼ ἐκαλλώπισε *: δέ ) κάλλεσι καὶ κατασκευαῖς Ἀμφικτυονικαῖς. ὁρᾶτε[*](ὁρᾶτε] malim ὁρᾶτε δὲ (vel γὰρ)) δήπουθεν αὐτοὶ πολλὰ μὲν ἐπεκτισμένα τῶν πρότερον οὐκ ὄντων, πολλὰ δʼ ἀνειλημμένα τῶν συγκεχυμένων καὶ διεφθαρμένων. ὡς δὲ τοῖς εὐθαλέσι τῶν δένδρων ἕτερα παραβλαστάνει, καὶ τοῖς Δελφοῖς ἡ Πυλαία συνηβᾷ καὶ συναναβόσκεται,[*](συναναβιώσκεται?) διὰ τὰς ἐντεῦθεν εὐπορίας σχῆμα λαμβάνουσα καὶ μορφὴν καὶ κόσμον ἱερῶν καὶ συνεδρίων καὶ ὑδάτων οἷον ἐν χιλίοις ἔτεσι τοῖς πρότερον οὐκ ἔλαβεν. οἱ μὲν οὖν περὶ τὸ Γαλάξιον τῆς
Βοιωτίας κατοικοῦντες ᾔσθοντο τοῦ θεοῦ τὴν ἐπιφάνειαν ἀφθονίᾳ καὶ περιουσίᾳ γάλακτος
  1. προβάτων[*](προβάτων bescio quis: προπάντων. Cf. Bergk. 3 p, 719) γὰρ ἐκ πάντων κελάρυξεν,
  2. ὡς ἀπὸ κρηνᾶν φέρτατον ὕδωρ,
  3. θάλεον γάλα· τοὶ δʼ ἐπίμπλων ἐσσύμενοι πίθους·
  4. ἀσκὸς δʼ οὐδέ τις ἀμφορεὺς ἐλίνυʼ ἐν δόμοις,[*](κρηνᾶν - - - δόμοις Bergkius: κρηνάων - θήλεον - ἐνεπίμπλων - οὔτε τις ἐλίννυε δόμοις )
  5. πέλλαι γὰρ[*](γὰρ Bergkius: δὲ ) ξύλινοί[*](ξύλινοι] λίθινοι idem) τε[*](τε idem) πίθοι πλᾶσθεν[*](πλῆσθεν BE) ἅπαντες.
ἡμῖν δὲ λαμπρότερα καὶ κρείττονα καὶ σαφέστερα σημεῖα τούτων ἀναδίδωσιν, ὥσπερ ἐξ αὐχμοῦ τῆς πρόσθεν ἐρημίας καὶ πενίας εὐπορίαν καὶ λαμπρότητα καὶ τιμὴν πεποιηκώς. καίτοι φιλῶ μὲν ἐμαυτὸν ἐφʼ οἷς ἐγενόμην εἰς τὰ πράγματα ταῦτα πρόθυμος καὶ χρήσιμος μετὰ Πολυκράτους καὶ Πετραίου, φιλῶ δὲ τὸν καθηγεμόνα ταύτης τῆς πολιτείας γενόμενον ἡμῖν καὶ τὰ πλεῖστα τούτων ἐκφροντίζοντα καὶ παρασκευάζοντα ---[*](lacuna (20 fere litt. in E)) ἀλλʼ οὐκ ἔστιν ἄλλως ὅτι[*](ἄλλως ὅτι] corrupta. ἀληθῶς εἰπεῖν?) τηλικαύτην καὶ τοσαύτην μεταβολὴν ἐν ὀλίγῳ χρόνῳ γενέσθαι διʼ ἀνθρωπίνης ἐπιμελείας, μὴ θεοῦ παρόντος ἐνταῦθα καὶ συνεπιθειάζοντος τὸ χρηστήριον.

ἀλλʼ ὥσπερ ἐν τοῖς τότε χρόνοις ἦσαν οἱ τὴν λοξότητα τῶν χρησμῶν καὶ ἀσάφειαν αἰτιώμενοι, καὶ νῦν εἰσὶν οἱ τὸ λίαν ἁπλοῦν συκοφαντοῦντες. ὧν παιδικόν[*](παιδικὸν Duebnerus: καὶ ἄδικον ) ἐστι κομιδῇ καὶ ἀβέλτερον τὸ πάθος·

ὡς[*](ὡς *: καὶ ) γὰρ οἱ παῖδες ἴριδας μᾶλλον καὶ ἅλως καὶ κομήτας ἢ σελήνην καὶ ἥλιον ὁρῶντες γεγήθασι καὶ ἀγαπῶσι, καὶ οὗτοι τὰ αἰνίγματα καὶ τὰς ἀλληγορίας καὶ τὰς μεταφορὰς[*](καὶ τὰς μεταφορὰς nescio quis: τῆς μεταφορᾶς ) τῆς μαντικῆς ἀνακλάσεις οὔσας πρὸς τὸ θνητὸν καὶ φανταστικόν, ἐπιποθοῦσι κἂν τὴν αἰτίαν μὴ ἱκανῶς πύθωνται τῆς μεταβολῆς, ἀπίασι τοῦ θεοῦ καταγνόντες, οὐχ ἡμῶν οὐδʼ αὑτῶν[*](αὐτῶν *: αὐτῶν ) ὡς ἀδυνάτων ὄντων ἐξικνεῖσθαι τῷ λογισμῷ πρὸς τὴν τοῦ θεοῦ διάνοιαν.