De E apud Delphos

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 3. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

ἀλλʼ ἔστιν ὁ θεὸς, χρὴ φάναι, καὶ ἔστι κατʼ οὐδένα χρόνον ἀλλὰ κατὰ τὸν αἰῶνα τὸν ἀκίνητον καὶ ἄχρονον καὶ ἀνέγκλιτον καὶ οὗ πρότερον οὐδέν ἐστιν οὐδʼ ὕστερον οὐδὲ μέλλον οὐδὲ παρῳχημένον οὐδὲ πρεσβύτερον[*](οὐδὲ μέλλον - πρεσβύτερον Eusebius) οὐδὲ νεώτερον ἀλλʼ εἷς ὢν ἑνὶ τῷ νῦν τὸ ἀεὶ πεπλήρωκε, καὶ μόνον ἐστὶ τὸ κατὰ τοῦτον ὄντως ὄντως ὄν,[*](οὖν idem) οὐ γεγονὸς οὐδʼ ἐσόμενον οὐδʼ ἀρξάμενον οὐδὲ παυσόμενον. οὕτως οὖν αὐτὸν[*](αὐτὸν W: αὐτὸ ) δεῖ σεβομένους ἀσπάζεσθαι καὶ προσαγορεύειν,[*](προσαγορεύειν Eusebius: προσεθίζειν ) ἢ καὶ νὴ Δία, ὡς ἔνιοι τῶν παλαιῶν, εἶἕν. οὐ γὰρ πολλὰ τὸ θεῖόν ἐστιν, ὡς ἡμῶν ἕκαστος ἐκ μυρίων διαφορῶν ἐν πάθεσι γιγνομένων, ἄθροισμα παντοδαπὸν καὶ πανηγυρικῶς μεμιγμένον· ἀλλʼ ἓν εἶναι δεῖ τὸ ὄν, ὥσπερ ὂν τὸ ἕν. ἡ δʼ ἑτερότης, διαφορᾷ τοῦ ὄντος, εἰς γένεσιν ἐξίσταται τοῦ μὴ ὄντος. ὅθεν εὖ καὶ τὸ πρῶτον ἔχει τῷ θεῷ τῶν ὀνομάτων καὶ τὸ δεύτερον καὶ τὸ τρίτον. Ἀπόλλων μὲν γὰρ οἷον ἀρνούμενος τὰ πολλὰ καὶ τὸ πλῆθος ἀποφάσκων ἐστίν, Ἰήιος[*](Ἰήιος X: ἴητος ) δʼ ὡς εἷς καὶ μόνος· Φοῖβον δὲ δήπου τὸ καθαρὸν καὶ ἁγνὸν οἱ παλαιοὶ πᾶν ὠνόμαζον, ὡς

ἔτι Θεσσαλοὶ τοὺς ἱερέας ἐν ταῖς ἀποφράσιν ἡμέραις αὐτοὺς ἐφʼ ἑαυτῶν ἔξω διατρίβοντας, οἶμαι, φοιβονομεῖσθαι λέγουσι. τὸ δʼ ἓν εἰλικρινὲς καὶ καθαρόν· ἑτέρου γὰρ μίξει πρὸς ἕτερον ὁ μιασμός, ὥς που καὶ Ὅμηρος[*](Ὁμηρος] Δ 141) ἐλέφαντα τινὰ[*](τινὰ] ) φοινισσόμενον βαφῇ μιαίνεσθαι φησί· καὶ τὰ μιγνύμενα τῶν χρωμάτων οἱ βαφεῖς φθείρεσθαι καί φθοράν τὴν μῖξιν ὀνομάζουσιν. οὐκοῦν ἕν τʼ εἶναι καὶ ἄκρατον ἀεὶ τῷ ἀφθάρτῳ καὶ καθαρῷ προσήκει.