De E apud Delphos

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 3. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

τοὺς δʼ Ἀπόλλωνα καὶ ἥλιον ἡγουμένους τὸν αὐτὸν ἀσπάζεσθαι μὲν ἄξιόν ἐστι καὶ φιλεῖν διʼ εὐφημίαν, ὃ μάλιστα τιμῶσιν ὧν ἴσασι καὶ ποθοῦσιν, εἰς τοῦτο τιθέντας τοῦ θεοῦ τὴν ἐπίνοιαν. ὡς δὲ νῦν ἐν τῷ καλλίστῳ τῶν ἐνυπνίων τὸν θεὸν ὀνειροπολοῦντας[*](ὀνειροπολοῦντας R: ὀνειροπολοῦντες ) ἐγείρωμεν καὶ παρακαλῶμεν ἀνωτέρω προάγειν καὶ θεάσασθαι[*](θεᾶσθαι?) τὸ ὕπαρ[*](ὕπαρ W: ὑπὲρ ) αὐτοῦ καὶ τὴν οὐσίαν· τιμᾶν δὲ καὶ τὴν εἰκόνα τήνδε καὶ σέβεσθαι τὸ περὶ αὐτὴν γόνιμον, ὡς ἀνυστόν ἐστιν αἰσθητῷ νοητοῦ καὶ φερομένῳ μένοντος, ἐμφάσεις τινὰς καὶ εἴδωλα διαλάμπουσαν ἁμωσγέπως τῆς περὶ ἐκεῖνον εὐμενείας καὶ μακαριότητος. ἐκστάσεις δʼ αὐτοῦ καὶ μεταβολὰς πῦρ ἀφιέντος, αἳ αὐτὸν ἀνασπῶσιν[*](αἲ αὐτὸν ἀνασπῶσιν *: ἑαυτὸν ἅμα σπῶσιν ) ὡς λέγουσιν, αὖθις τε καταθλίβοντος ἐνταῦθα καὶ[*](καὶ R) κατατείνοντος εἰς γῆν[*](εἰς γῆν] εἰσὶ μει ξοδδ.) καὶ θάλασσαν καὶ ἀνέμους καὶ ζῷα, καὶ τὰ δεινὰ παθήματα καὶ ζῴων καὶ φυτῶν, οὐδʼ ἀκούειν ὅσιον ἢ τοῦ ποιητικοῦ[*](ποιητικοῦ] cf. Hom. O 362) παιδὸς ἔσται φαυλότερος, ἣν

ἐκεῖνος ἔν τινι ψαμάθῳ συντιθεμένῃ καὶ διαχεομένῃ πάλιν ὑφʼ αὑτοῦ παίζει[*](παίζει] cf. Bywater p. 33) παιδιάν, ταύτῃ περὶ τὰ ὅλα χρώμενος ἀεί, καὶ τὸν κόσμον οὐκ ὄντα πλάττων εἶτʼ ἀπολλύων γενόμενον. τοὐναντίον γὰρ ὅσου ἁμωσγέπως ἐγγέγονε τῷ κόσμῳ, τοῦτο συνδεῖ τὴν οὐσίαν καὶ κρατεῖ τῆς περὶ τὸ σωματικὸν ἀσθενείας ἐπὶ φθορὰν φερομένης. καί μοι δοκεῖ μάλιστα πρὸς τοῦτον τὸν λόγον ἀντιταττόμενον τὸ ῥῆμα καὶ μαρτυρόμενον εἶ φάναι πρὸς τὸν θεόν, ὡς οὐδέποτε γιγνομένης περὶ αὐτὸν ἐκστάσεως καὶ μεταβολῆς, ἀλλʼ ἑτέρῳ τινὶ θεῷ, μᾶλλον δὲ δαίμονι τεταγμένῳ περὶ τὴν ἐν φθορᾷ καὶ γενέσει φύσιν, τοῦτο ποιεῖν καὶ πάσχειν προσῆκον·[*](προσὴκον R: προσὴκεν ) ὡς δῆλόν ἐστιν ἀπὸ τῶν ὀνομάτων εὐθὺς οἷον ἐναντίων ὄντων καὶ ἀντιφώνων. λέγεται γὰρ ὁ μὲν Ἀπόλλων ὁ δὲ Πλούτων, καὶ ὁ μὲν Δήλιος ὁ δʼ Ἀιδωνεύς, καὶ ὁ μὲν Φοῖβος ὁ δὲ Σκότιος· καὶ παρʼ ᾧ μὲν αἱ Μοῦσαι καὶ ἡ Μνημοσύνη, παρʼ ᾧ δʼ ἡ Λήθη καὶ ἡ Σιωπή· καὶ ὁ μὲν Θεώριος καὶ Φαναῖος, ὁ δὲ
νυκτὸς ἀιδνᾶς ἀεργηλοῖὸ θʼ[*](θʼ idem: τε ) Ὕπνου κοίρανος·[*](Bergkius 3 p. 719)
καὶ ὁ μὲν
βροτοῖσι θεῶν[*](βροτοῖσι θεῶν] βροτοῖσιν ἐὼν mei codd. cf. Hom. I 158) ἔχθιστος ἁπάντων
πρὸς ὃν δὲ Πίνδαρος[*](Πίνδαρος] Bergkius 1 p. 433) εἴρηκεν οὐκ ἀηδῶς
κατεκρίθη δὲ θνατοῖς ἀγανώτατος[*](δὲ θνατοῖς ἀγανώτατος W ex p. 413 c. 1102 f.: δεονατοῖς ἀγονώτατος ) ἔμμεν.
εἰκότως οὖν ὁ Εὐριπίδης,[*](Εὐριπίδης] Suppl. 975) εἶπε
  1. λοιβαὶ[*](λοιβαί] λοιβαί τε Euripides) νεκύων φθιμένων
  2. ἀοιδαί, τὰς[*](τὰς idem: ἃς ὁ ) χρυσοκόμα
  3. Ἀπόλλων οὐκ ἐνδέχεται.
καὶ πρότερος ἔτι τούτου ὁ Στησίχορος,[*](Στησίχορος] Bergkius 3 p. 224)
  1. μάλα τοι μάλιστα[*](μάλιστα] μελιστᾶν Bergkius)
  2. παιγμοσύνας τε[*](τε idem) φιλεῖ μολπὰς τʼ Ἀπόλλων,
  3. κάδεα δὲ[*](κάδεα δὲ idem: κήδεά τε ) στοναχάς τʼ Ἀίδας ἔλαχε.
Σοφοκλῆς[*](Σοφοκλῆς] Nauck p. 311) δὲ καὶ τῶν ὀργάνων ἑκατέρῳ προσνέμων ἑκάτερον δῆλός ἐστι διὰ τούτων,
οὐ νάβλα[*](οὐ νάβλα Sophocles: ἐν αὐλᾶ vel οὐ ναῦλα ) κωκυτοῖσιν οὐ λύρα φίλα
καὶ γὰρ ὁ αὐλὸς[*](αὐλός] αὐτὸς mei codd.) ὀψὲ καὶ πρῴην ἐτόλμησε φωνὴν ἐφʼ ἱμερτοῖσιν[*](ἐφʼ ἱμερτοῖσιν] ἐφινερθίσιν mei) ἀφιέναι· τὸν δὲ πρῶτον χρόνον εἵλκετο πρὸς τὰ πένθη, καὶ τὴν περὶ ταῦτα λειτουργίαν[*](λειτουργίαν R: αὐτουργίαν ) οὐ μάλʼ ἔντιμον οὐδὲ φαιδρὰν εἶχεν, εἶτʼ ἐμίχθη πάντα πᾶσι.[*](πάντα πᾶσι Emperius: παντάπασι ) μάλιστα δὲ τὰ θεῖα πρὸς τὰ δαιμόνια συγχέοντες εἰς ταραχὴν αὑτοὺς[*](αὐτοὺς?) κατέστησαν. ἀλλά γε τῷ Ε τὸ γνῶθι σαυτόν[*](σαυτόν *: σεαυτόν ) ἔοικέ πως ἀντικεῖσθαι καὶ τρόπον τινὰ πάλιν συνᾴδειν· τὸ μὲν γὰρ ἐκπλήξει καὶ σεβασμῷ πρὸς τὸν θεὸν ὡς ὄντα διὰ παντὸς ἀναπεφώνηται, τὸ δʼ ὑπόμνησίς ἐστι τῷ θνητῷ τῆς περὶ αὐτὸν φύσεως καὶ ἀσθενείας.