De E apud Delphos

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 3. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.

τί οὖν ὄντως ὄν ἐστι; τὸ ἀίδιον καὶ ἀγένητον καὶ ἄφθαρτον, ᾧ χρόνος μεταβολὴν οὐδὲ εἷς, ἐπάγει. κινητὸν γάρ τι καὶ κινουμένῃ συμφανταζόμενον ὕλῃ καὶ ῥέον ἀεὶ καὶ μὴ στέγον,[*](στέγον Eusebius: στερρὸν ) ὥσπερ ἀγγεῖον φθορᾶς καὶ γενέσεως, ὁ χρόνος· οὗ γε δὴ τὸ μὲν ἔπειτα καὶ τὸ πρότερον καὶ τὸ ἔσται λεγόμενον καὶ τὸ γέγονεν, αὐτόθεν ἐξομολόγησίς ἐστι τοῦ μὴ ὄντος· τὸ γὰρ ἐν τῷ εἶναι τὸ μηδέπω γεγονὸς ἢ πεπαυμένον ἤδη τοῦ εἶναι λέγειν ὡς ἔστιν, εὔηθες καὶ ἄτοπον. ᾧ δὲ μάλιστα τὴν νόησιν ἐπερείδοντες[*](ἐπερείδοντες idem: ὑπεριδόντες ) τοῦ χρόνου, τὸ ἐνέστηκε καὶ τὸ πάρεστι καὶ τὸ νῦν φθεγγόμεθα, τοῦτʼ αὖ πάλιν ἅπαν[*](ἅπαν R: ἄγαν (ἅγαν cod. D)) ἐκλυόμενος[*](ἐκλυόμενος Eusebius: ἐκδυόμενος ) ὁ λόγος ἀπόλλυσιν. ἐκθλίβεται γὰρ εἰς τὸ μέλλον καὶ τὸ παρῳχημένον ὥσπερ ἀκμὴ βουλομένοις[*](βουλομένοις idem: βουλόμενος ) ἰδεῖν, ἐξ ἀνάγκης διιστάμενον. εἰ δὲ ταὐτὰ τῷ μετροῦντι πέπονθεν ἡ μετρουμένη[*](ἡ μετρουμένη idem: ἢ μέτρον μὲν ἡ ) φύσις, οὐδὲν αὐτῆς μένον οὐδʼ ὄν ἐστιν, ἀλλὰ γιγνόμενα πάντα

καὶ φθειρόμενα κατὰ τὴν πρὸς τὸν χρόνον συννέμησιν.[*](συννέμησιν Eusebius: συνεμίγη ) ὅθεν οὐδʼ ὅσιόν[*](οὐδʼ ὅσιον] οὐδὲν τοιοῦτον idem) ἐστιν οὐδʼ ἐπὶ[*](οὐδʼ ἐπὶ *: οὐδὲ (ἐπὶ Eusebius)) τοῦ ὄντος λέγειν, ὡς ἦν ἢ ἔσται· ταῦτα γὰρ ἐγκλίσεις τινές εἰσι καὶ μεταβάσεις καὶ παραλλάξεις τοῦ μένειν ἐν τῷ εἶναι μὴ πεφυκότος.