De E apud Delphos
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 3. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
Ἡμῖν μὲν γὰρ ὄντως τοῦ εἶναι μέτεστιν οὐδέν, ἀλλὰ πᾶσα θνητὴ φύσις ἐν μέσῳ γενέσεως καὶ φθορᾶς γενομένη φάσμα παρέχει καὶ δόκησιν ἀμυδρὰν καὶ ἀβέβαιον αὑτῆς· ἂν δὲ τὴν διάνοιαν ἐπερείσῃς λαβέσθαι βουλόμενος, ὥσπερ ἡ σφοδρὰ περίδραξις ὕδατος τῷ πιέζειν εἰς ταὐτὸ καὶ συνάγειν διαρρέον ἀπόλλυσι τὸ περιλαμβανόμενον, οὕτω τῶν παθητῶν καὶ μεταβλητῶν[*](παθητῶν καὶ μεταβλητῶν Eusebius Praep. Ev. XI 11: παθημάτων καὶ μεταβάντων ) ἑκάστου τὴν ἄγαν ἐνάργειαν ὁ λόγος διώκων ἀποσφάλλεται τῇ μὲν εἰς τὸ γιγνόμενον αὐτοῦ τῇ δʼ εἰς τὸ φθειρόμενον, οὐδενὸς λαβέσθαι μένοντος οὐδʼ ὄντος ὄντως δυνάμενος.
ποταμῷ γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ καθʼ Ἡράκλειτον[*](Ἡράκλειτον] Bywater p. 16) οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἕξιν[*](cf. p. 447 a) ἀλλʼ ὀξύτητι καὶ τάχει μεταβολῆς σκίδνησι[*](σκίδνησι] deest subiectum (θεὸς?)) καὶ πάλιν συνάγει, μᾶλλον δʼ οὐδὲ πάλιν οὐδʼ ὕστερον ἀλλʼ ἅμα συνίσταται καὶ ἀπολείπει[*](μᾶλλον δὲ οὐδὲ - ἀπολείπει Eusebius) καὶ πρόσεισι καὶ ἄπεισι, ὅθεν οὐδʼ εἰς τὸ εἶναι περαίνει τὸ γιγνόμενον αὐτῆς τῷ μηδέποτε λήγειν μηδʼ ἵστασθαι[*](ἵστασθαι idem: ἡττᾶσθαι ) τὴν γένεσιν, ἀλλʼ ἀπὸ σπέρματος ἀεὶ μεταβάλλουσαν ἔμβρυον ποιεῖν εἶτα βρέφος εἶτα παῖδα, μειράκιον ἐφεξῆς, νεανίσκον, εἶτʼ ἄνδρα, πρεσβύτην, γέροντα, τὰς πρώτας φθείρουσαν γενέσεις καὶ ἡλικίας; ταῖς ἐπιγιγνομέναις. ἀλλʼ ἡμεῖς ἕνα φοβούμεθα γελοίως θάνατον, ἢδη τοσούτους τεθνηκότες καὶ θνήσκοντες. οὐ γὰρ μόνον, ὡς Ἡράκλειτος[*](Ἡράκλειτος] Bywater p. 11. p. 32) ἔλεγε, πυρὸς θάνατος ἀέρι γένεσις, καὶ ἀέρος θάνατος; ὕδατι γένεσις, ἀλλʼ ἔτι σαφέστερον ἐπʼ αὐτῶν ἡμῶν·[*](ἡμῶν Eusebius: ἢ διʼ ὧν ) φθείρεται μὲν μὲν γὰρ[*](γὰρ R) ὁ ἀκμάζων[*](ὁ ἀκμάζων Eusebius: ἀκμάζων ) γενομένου γέροντος, ἐφθάρη δʼ ὁ νέος εἰς τὸν ἀκμάζοντα, καὶ ὁ παῖς; εἰς τὸν νέον, εἰς δὲ τὸν παῖδα τὸ νήπιον ὃ τʼ ἐχθὲς[*](ὅ τʼ ἐχθὲς *: ὁ τεχθεὶς ) εἰς τὸν σήμερον τέθνηκεν, ὁ δὲ σήμερον εἰς τὸν αὔριον ἀποθνήσκει; μένει δʼ οὐδεὶς οὐδʼ ἔστιν εἷς, ἀλλὰ γιγνόμεθα πολλοὶ, περὶ ἕν τι[*](τι Eusebius) φάντασμα καὶ κοινὸν ἐκμαγεῖον ὕλης περιελαυνομένης καὶ ὀλισθανούσης ἐπεὶ πῶς οἱ αὐτοὶ μένοντες ἑτέροις χαίρομεν νῦν, ἑτέροις πρότερον,[*](πρότερον idem) τἀναντία φιλοῦμεν ἢ μισοῦμεν καὶ θαυμάζομεν καὶ ψέγομεν; ἄλλοις δὲ χρώμεθα λόγοις ἄλλοις πάθεσιν, οὐκ εἶδος οὐ μορφὴν οὐ διάνοιαν ἔτι τὴν αὐτὴν ἔχοντες; οὔτε γὰρ ἄνευ μεταβολῆς ἕτερα πάσχειν. εἰκός, οὔτε μεταβάλλων ὁ αὐτός ἐστιν· εἰ δʼ ὁ αὐτὸς οὐκ ἔστιν, οὐδʼ ἔστιν, ἀλλὰ τοῦτʼ[*](ἀλλὰ τοῦτʼ scripsi cum Emperio: ἅμα τοῦτο ) αὐτὸ μεταβάλλει γιγνόμενοσἕτερος ἐξ ἑτέρου. ψεύδεται δʼ ἡ αἴσθησις ἀγνοίᾳ τοῦ ὄντος εἶναι τὸ φαινόμενον.