De Iside et Osiride

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

οἱ δὲ τοῖσδε τοῖς φυσικοῖς καὶ τῶν ἀπʼ ἀστρολογίας μαθηματικῶν[*](μαθηματικῶν] μαθημάτων Marklandus) ἔνια μιγνύντες Τυφῶνα

μὲν οἴονται τὸν ἡλιακὸν κόσμον, Ὄσιριν δὲ τὸν σεληνιακὸν λέγεσθαι. τὴν μὲν γὰρ σελήνην γόνιμον τὸ φῶς καὶ ὑγροποιὸν ἔχουσαν εὐμενῆ καὶ γοναῖς ζῴων καὶ φυτῶν εἶναι βλαστήσεσι· τὸν δʼ ἥλιον ἀκράτῳ πυρὶ καὶ σκληρῷ καταθάλπειν[*](καὶ σκληρῷ καταθάλπειν Madvigius: κεκληρωκότα θάλπειν ) τε καὶ καταυαίνειν τὰ φυόμενα καὶ τεθηλότα, καὶ τὸ πολὺ μέρος τῆς γῆς παντάπασιν ὑπὸ φλογμοῦ ποιεῖν ἀοίκητον καὶ κατακρατεῖν πολλαχοῦ καὶ τῆς σελήνης. διὸ τὸν Τυφῶνα Σὴθ ἀεὶ[*](ἀεὶ] del. Squirius) Αἰγύπτιοι καλοῦσιν, ὅπερ ἐστὶ καταδυναστεῦον ἢ καταβιαζόμενον. καὶ τῷ μὲν ἡλίῳ τὸν Ἡρακλέα μυθολογοῦσιν ἐνιδρυμένον συμπεριπολεῖν, τῇ δὲ σελήνῃ τὸν Ἑρμῆν. λόγου γὰρ ἔργοις ἔοικε καὶ περισσῆς[*](περισσῆς R: περὶ ) σοφίας τὰ τῆς σελήνης, τὰ δʼ ἡλίου πληγαῖς ὑπὸ βίας καὶ ῥώμης περαινομένοις.[*](περαινομένοις sc. ἔργοις Halmius: περαινομένης ) οἱ δὲ Στωικοὶ τὸν μὲν ἥλιον ἐκ θαλάττης ἀνάπτεσθαι καὶ τρέφεσθαί φασι, τῇ δὲ σελήνῃ τὰ κρηναῖα καὶ λιμναῖα νάματα γλυκεῖαν ἀναπέμπειν καὶ μαλακὴν ἀναθυμίασιν.

ἑβδόμῃ ἐπὶ[*](δʼ ἐπὶ?) δέκα τὴν Ὀσίριδος γενέσθαι τελευτὴν Αἰγύπτιοι μυθολογοῦσιν, ἐν μάλιστα γίγνεται πληρουμένη κατάδηλος ἡ πανσέληνος. διὸ καὶ τὴν ἡμέραν ταύτην ἀντίφραξιν οἱ Πυθαγόρειοι καλοῦσι, καὶ ὅλως τὸν ἀριθμὸν τοῦτον ἀφοσιοῦνται. τοῦ γὰρ ἑξκαίδεκα τετραγώνου καὶ τοῦ ὀκτωκαίδεκα ἑτερομήκους, οἷς μόνοις ἀριθμῶν ἐπιπέδων συμβέβηκε τὰς περιμέτρους ἴσας ἔχειν τοῖς περιεχομένοις

ὑπʼ αὐτῶν χωρίοις, μέσος ὁ τῶν ἑπτακαίδεκα παρεμπίπτων ἀντιφράττει καὶ διαζεύγνυσιν ἀπʼ ἀλλήλων, καὶ διαιρεῖ[*](διαιρεῖ] διατηρεῖ X) τὸν[*](τὸν] κατὰ τὸν W) ἐπόγδοον λόγον εἰς ἄνισα διαστήματα τεμνόμενος. ἐτῶν δʼ ἀριθμὸν οἱ μὲν βιῶσαι τὸν Ὄσιριν οἱ δὲ βασιλεῦσαι λέγουσιν ὀκτὼ καὶ εἴκοσι τοσαῦτα γὰρ ἔστι φῶτα τῆς σελήνης καὶ[*](κἀν?) τοσαύταις ἡμέραις τὸν αὑτῆς κύκλον ἐξελίσσει. τὸ δὲ ξύλον ἐν ταῖς λεγομέναις Ὀσίριδος ταφαῖς τέμνοντες κατασκευάζουσι λάρνακα μηνοειδῆ διὰ τὸ τὴν σελήνην, ὅταν τῷ ἡλίῳ πλησιάζῃ, μηνοειδῆ γιγνομένην ἀποκρύπτεσθαι. τὸν δʼ εἰς δεκατέσσαρα μέρη τοῦ Ὀσίριδος διασπασμὸν αἰνίττονται πρὸς τὰς ἡμέρας, ἐν αἷς φθίνει μετὰ πανσέληνον ἄχρι νουμηνίας τὸ ἄστρον. ἡμέραν δέ, ἐν ᾗ φαίνεται πρῶτον ἐκφυγοῦσα τὰς αὐγὰς καὶ παρελθοῦσα τὸν ἣλιον, ἀτελὲς ἀγαθόν προσαγορεύουσιν. ὁ γὰρ Ὄσιρις ἀγαθοποιός, καὶ τοὔνομα πολλὰ φράζει, οὐχ ἥκιστα δὲ κράτος ἐνεργοῦν[*](ἐνεργοῦν] εὐεργὸν?) καὶ ἀγαθοποιὸν ὃ λέγουσι. τὸ δʼ ἕτερον[*](ὃ δὲ λέγουσιν ἕτερον κἑ?) ὄνομα τοῦ θεοῦ τὸν Ὄμφιν[*](Ὀμφιν] Ὀνουφιν Partheius) εὐεργέτην ὁ Ἑρμαῖός[*](Ἑρμέας R) φησι δηλοῦν ἑρμηνευόμενον.

οἴονται δὲ πρὸς τὰ φῶτα τῆς σελήνης ἔχειν τινὰ λόγον τοῦ Νείλου τὰς ἀναβάσεις. ἡ μὲν γὰρ μεγίστη περὶ τὴν Ἐλεφαντίνην ὀκτὼ γίγνεται καὶ εἴκοσι πήχεων, ὅσα φῶτα καὶ μέτρα τῶν ἐμμήνων περιόδων ἑκάστης ἔστιν ἡ δὲ περὶ Μένδητα καὶ Ξόιν βραχυτάτη πήχεων ἓξ[*](ἓξ] ἑπτὰ Squirius) πρὸς τὴν διχότομον· ἡ δὲ

μέση περὶ Μέμφιν, ὅταν δικαία, δεκατεσσάρων πήχεων[*](πήχεων *: πηχῶν ) πρὸς τὴν πανσέληνον. τὸν δʼ Ἆπιν[*](Ἀπιν] add. φασιν Baxterus) εἰκόνα μὲν Ὀσίριδος ἔμψυχον εἶναι, γίγνεσθαι[*](γίγνεσθαι *: γενέσθαι ) δέ, ὅταν φῶς ἐρείσῃ γόνιμον ἀπὸ τῆς σελήνης καὶ καθάψηται βοὸς ὀργώσης. διὸ καὶ τοῖς τῆς σελήνης σχήμασιν ἔοικε πολλὰ τοῦ Ἄπιδος, περιμελαινομένου τὰ λαμπρὰ τοῖς σκιεροῖς;. ἔτι δὲ[*](ἔτι δὲ Baxterus: ὅτι ) τῇ νουμηνίᾳ τοῦ Φαμενὼθ μηνὸς ἑορτὴν ἄγουσιν, ἔμβασιν Ὀσίριδος εἰς τὴν σελήνην ὀνομάζοντες, ἔαρος ἀρχὴν οὖσαν. οὕτω τὴν Ὀσίριδος δύναμιν ἐν τῇ σελήνῃ τιθέντες τὴν Ἶσιν αὐτῷ γένεσιν οὖσαν συνεῖναι λέγουσι. διὸ καὶ μητέρα τὴν σελήνην τοῦ κόσμου καλοῦσι καὶ φύσιν ἔχειν ἀρσενόθηλυν οἴονται, πληρουμένην ὑφʼ ἡλίου καὶ κυισκομένην, αὐτὴν δὲ πάλιν εἰς τὸν ἀέρα προϊεμένην γεννητικὰς ἀρχὰς καὶ κατασπείρουσαν· οὐ γὰρ ἀεὶ τὴν φθορὰν ἐπικρατεῖν τὴν τυφώνειον, πολλάκις δὲ κρατουμένην ὑπὸ τῆς γενέσεως; καὶ συνδεομένην αὖθις ἀναλύεσθαι[*](ἀναλύεσθαι W: ἀναδύεσθαι ) καὶ διαμάχεσθαι πρὸς τὸν Ὧρον. ἔστι δʼ οὗτος; ὁ περίγειος κόσμος οὔτε φθορᾶς ἀπαλλαττόμενος παντάπασιν οὔτε γενέσεως.

ἔνιοι δὲ καὶ τῶν ἐκλειπτικῶν αἴνιγμα ποιοῦνται τὸν μῦθον. ἐκλείπει μὲν γὰρ ἡ σελήνη πανσέληνος, ἐναντίαν τοῦ ἡλίου στάσιν ἔχοντος πρὸς αὐτὴν, εἰς τὴν σκιὰν ἐμπίπτουσα τῆς γῆς, ὥσπερ φασὶ τὸν Ὄσιριν εἰς τὴν σορόν. αὐτὴ δὲ πάλιν ἀποκρύπτει καὶ ἀφανίζει[*](scr. vid. ἀναιρεῖ kai\) ταῖς τριακάσιν, οὐ μὴν

ἀναιρεῖται παντάπασι τὸν ἥλιον, ὥσπερ οὐδὲ τὸν Τυφῶνα ἡ Ἶσις. γεννώσης τῆς Νέφθυος τὸν Ἄνουβιν, Ἶσις ὑποβάλλεται. Νέφθυς γάρ ἐστι τὸ ὑπὸ γῆν καὶ ἀφανές, Ἶσις δὲ τὸ ὑπὲρ τὴν γῆν[*](τὴν γ͂ν] γῆν?) καὶ φανερόν. ὁ δὲ τούτων[*](τούτων Bentleius: τούτῳ ) ὑποψαύων καὶ καλούμενος ὁρίζων κύκλος, ἐπίκοινος ὢν ἀμφοῖν, Ἄνουβις κέκληται καὶ κυνὶ τὸ εἶδος ἀπεικάζεται· καὶ γὰρ ὁ κύων χρῆται τῇ ὄψει νυκτός τε καὶ ἡμέρας ὁμοίως καὶ ταύτην ἔχειν δοκεῖ παρʼ Αἰγυπτίοις τὴν δύναμιν ὁ Ἄνουβις, οἵαν ἡ Ἑκάτη παρʼ Ἕλλησι, χθόνιος ὢν ὁμοῦ καὶ ὀλύμπιος. ἐνίοις δὲ δοκεῖ Κρόνος ὁ Ἄνουβις εἶναι· διὸ πάντα τίκτων ἐξ ἑαυτοῦ καὶ κύων ἐν ἑαυτῷ τὴν τοῦ κυνὸς ἐπίκλησιν ἔσχεν, ἔστι[*](ἔστι R: ἐ?τι δʼ οὖν] γοῦν W) δʼ οὖν τοῖς σεβομένοις τὸν Ἄνουβιν ἀπόρρητόν τι· καὶ πάλαι[*](πάλαι] γὰρ πάλαι?) μὲν τὰς μεγίστας ἐν Αἰγύπτῳ τιμὰς ὁ κύων ἔσχεν· ἐπεὶ δὲ Καμβύσου τὸν Ἆπιν ἀνελόντος καὶ ῥίψαντος οὐδὲν προσῆλθεν οὐδʼ ἐγεύσατο τοῦ σώματος ἀλλʼ ἢ μόνος ὁ κύων, ἀπώλεσε τὸ πρῶτος εἶναι καὶ μάλιστα τιμᾶσθαι τῶν ἑτέρων ζῴων. εἰσὶ δέ τινες οἱ τὸ σκίασμα τῆς γῆς, εἰς ὃ τὴν σελήνην ὀλισθάνουσαν ἐκλείπειν νομίζουσι, Τυφῶνα καλοῦντες.

ὅθεν οὐκ ἀπέοικεν εἰπεῖν, ὡς ἰδίᾳ μὲν οὐκ ὀρθῶς ἕκαστος, ὁμοῦ δὲ πάντες ὀρθῶς λέγουσιν. οὐ γὰρ αὐχμὸν οὐδʼ ἄνεμον οὐδὲ θάλατταν οὐδὲ σκότος, ἀλλὰ πᾶν ὅσον ἡ φύσις βλαβερὸν καὶ φθαρτικὸν ἔχει, μόριον τοῦ Τυφῶνος ἔστιν.[*](ἐστιν] εἶναι Baxterus. ἔστιν εἰπεῖν?) οὔτε γὰρ ἐν

ἀψύχοις σώμασι τὰς τοῦ παντὸς ἀρχὰς θετέον, ὡς Δημόκριτος καὶ Ἐπίκουρος, οὔτʼ ἀποίου[*](ἀποίου M: ἄποιον ) δημιουργὸν ὕλης ἕνα λόγον καὶ μίαν πρόνοιαν, ὡς οἱ Στωικοί, περιγιγνομένην ἁπάντων καὶ κρατοῦσαν. ἀδύνατον γὰρ ἢ φλαῦρον ὁτιοῦν, ὅπου πάντων, ἢ χρηστόν, ὅπου μηδενὸς ὁ θεὸς αἴτιος, ἐγγενέσθαι. παλίντονος γάρ ἁρμονίη κόσμου, ὅκωσπερ[*](ὅκωσπερ W: ὅπωσπερ ) λύρης καὶ τόξου καθʼ Ἡράκλειτον·[*](Ἡεράκλειτον] Mullach. 1 p. 319) καὶ κατʼ Εὐριπίδην[*](Εὐριπίδην] Nauck. p. 294)
  1. οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά,
  2. ἀλλʼ ἔστι τις σύγκρασις ὥστʼ ἔχειν καλῶς.
διὸ καὶ παμπάλαιος αὕτη κάτεισιν ἐκ θεολόγων καὶ νομοθετῶν εἴς τε ποιητὰς καὶ φιλοσόφους δόξα, τὴν ἀρχὴν ἀδέσποτον ἔχουσα, τὴν δὲ πίστιν ἰσχυρὰν καὶ δυσεξάλειπτον, οὐκ ἐν λόγοις μόνον οὐδʼ ἐν φήμαις, ἀλλʼ ἔν τε τελεταῖς ἔν τε θυσίαις καὶ βαρβάροις καὶ Ἕλλησι πολλαχοῦ περιφερομένη,[*](περιφερομέην Holwerda: περιφερομένην ) ὡς οὔτʼ ἄνουν καὶ ἄλογον καὶ ἀκυβέρνητον αἰωρεῖται τῷ αὐτομάτῳ τὸ πᾶν, οὔθʼ εἷς ἐστιν ὁ κρατῶν καὶ κατευθύνων ὥσπερ οἴαξιν ἤ τισι πειθηνίοις χαλινοῖς λόγος, ἀλλὰ πολλὰ καὶ μεμιγμένα κακοῖς καὶ ἀγαθοῖς· μᾶλλον δὲ μηδὲν ὡς ἁπλῶς εἰπεῖν ἄκρατον ἐνταῦθα τῆς φύσεως φερούσης, οὐ δυεῖν πίθων εἷς ταμίας ὥσπερ νάματα τὰ πράγματα καπηλικῶς διανέμων ἀνακεράννυσιν ἡμῖν ἀλλʼ ἀπὸ δυεῖν ἐναντίων ἀρχῶν καὶ δυεῖν ἀντιπάλων δυνάμεων τῆς μὲν ἐπὶ τὰ δεξιὰ καὶ κατʼ εὐθεῖαν ὑφηγουμένης, τῆς δʼ ἔμπαλιν ἀναστρεφούσης
καὶ ἀνακλώσης, ὅ τε βίος μικτὸς ὅ τε κόσμος, εἰ καὶ μὴ πᾶς, ἀλλʼ ὁ περίγειος οὗτος καὶ μετὰ σελήνην ἀνώμαλος καὶ ποικίλος γέγονε καὶ μεταβολὰς πάσας δεχόμενος;. εἰ γὰρ οὐδὲν ἀναιτίως πέφυκε γίγνεσθαι,[*](γίγνεσθαι *: γενέσθαι ) αἰτίαν δὲ κακοῦ τἀγαθὸν οὐκ ἂν παράσχοι, δεῖ γένεσιν ἰδίαν καὶ ἀρχὴν ὥσπερ ἀγαθοῦ καὶ κακοῦ τὴν φύσιν ἔχειν.

καὶ δοκεῖ τοῦτο τοῖς πλείστοις καὶ σοφωτάτοις. νομίζουσι γὰρ οἱ μὲν θεοὺς εἶναι δύο καθάπερ ἀντιτέχνους, τὸν μὲν ἀγαθῶν, τὸν δὲ φαύλων δημιουργόν. οἱ δὲ τὸν μὲν[*](μὲν Marklandus: μὲν γὰρ ) ἀμείνονα θεόν, τὸν δὲ ἕτερον δαίμονα καλοῦσιν· ὥσπερ Ζωροάστρης[*](Ζωροάστρης Vit. Num. c. 4: ζωρόαστρις ) ὁ μάγος, ὃν πεντακισχιλίοις ἔτεσι τῶν Τρωικῶν γεγονέναι πρεσβύτερον ἱστοροῦσιν. οὗτος οὖν ἐκάλει τὸν μὲν Ὡρομάζην, τὸν δʼ Ἀρειμάνιον καὶ προσαπεφαίνετο τὸν μὲν ἐοικέναι φωτὶ μάλιστα τῶν αἰσθητῶν, τὸν δʼ ἔμπαλιν σκότῳ καὶ ἀγνοίᾳ, μέσον δʼ ἀμφοῖν τὸν Μίθρην εἶναι· διὸ καὶ Μίθρην Πέρσαι τὸν μεσίτην ὀνομάζουσιν. ἐδίδαξε δὲ τῷ μὲν εὐκταῖα θύειν καὶ χαριστήρια, τῷ δʼ[*](δὲ M) ἀποτρόπαια καὶ σκυθρωπά. πόαν γάρ τινα κόπτοντες Μῶλυ καλουμένην ἐν ὅλμῳ, τὸν Ἅιδην ἀνακαλοῦνται καὶ τὸν σκότον· εἶτα μίξαντες αἵματι λύκου σφαγέντος; εἰς τόπον ἀνήλιον ἐκφέρουσι καὶ ῥίπτουσι. καὶ γὰρ τῶν φυτῶν νομίζουσι τὰ μὲν τοῦ ἀγαθοῦ θεοῦ, τὰ δὲ τοῦ κακοῦ δαίμονος εἶναι καὶ τῶν ζῴων ὥσπερ κύνας καὶ

ὄρνιθας καὶ χερσαίους ἐχίνους τοῦ ἀγαθοῦ, τοῦ δὲ φαύλου τοὺς ἐνύδρους μῦς[*](μῦς W ex p. 670 d) εἶναι· διὸ καὶ τὸν κτείναντα πλείστους εὐδαιμονίζουσιν.

οὐ μὴν ἀλλὰ[*](ἀλλὰ R) κἀκεῖνοι πολλὰ μυθώδη περὶ τῶν θεῶν λέγουσιν, οἷα καὶ ταῦτʼ ἐστίν. ὁ μὲν Ὡρομάζης ἐκ τοῦ καθαρωτάτου φάους, ὁ δʼ Ἀρειμάνιος ἐκ τοῦ ζόφου γεγονώς, πολεμοῦσιν ἀλλήλοις· καὶ ὁ μὲν ἓξ θεοὺς ἐποίησε τὸν μὲν πρῶτον εὐνοίας, τὸν δὲ δεύτερον ἀληθείας, τὸν δὲ τρίτον εὐνομίας· τῶν δὲ λοιπῶν τὸν μὲν σοφίας, τὸν δὲ πλούτου, τὸν δὲ τῶν ἐπὶ τοῖς καλοῖς· ἡδέων δημιουργόν· ὁ δὲ τούτοις ὥσπερ ἀντιτέχνους ἴσους τὸν ἀριθμόν. εἶθʼ ὁ μὲν Ὡρομάζης τρὶς· ἑαυτὸν αὐξήσας ἀπέστησε τοῦ ἡλίου τοσοῦτον, ὅσον ὁ ἥλιος τῆς γῆς ἀφέστηκε, καὶ τὸν οὐρανὸν ἄστροις ἐκόσμησεν· ἕνα δʼ ἀστέρα πρὸ πάντων οἷον φύλακα καὶ προόπτην ἐγκατέστησε, τὸν σείριον. ἄλλους δὲ ποιήσας τέσσαρας καὶ εἴκοσι θεοὺς εἰς ᾠὸν ἔθηκεν. οἱ δʼ ἀπὸ τοῦ Ἀρειμανίου, γενόμενοι καὶ αὐτοὶ τοσοῦτοι, διατρήσαντες τὸ ᾠὸν γαν---[*](γαν ὅθεν Duebnerus: γανωθὲν Fort. supplendum τὸ ᾠὸν ἀνωθεν (vel ἐπαίνωθεν) ἐξήγαγον ἐκείνους· ὅθεν κἑ ) ὅθεν ἀναμέμικται τὰ κακὰ τοῖς ἀγαθοῖς. ἔπεισι δὲ χρόνος εἱμαρμένος; ἐν ᾧ τὸν Ἀρειμάνιον λοιμὸν ἐπάγοντα καὶ λιμὸν ὑπὸ τούτων ἀνάγκη φθαρῆναι παντάπασι καὶ ἀφανισθῆναι, τῆς δὲ γῆς ἐπιπέδου καὶ ὁμαλῆς γενομένης, ἕνα βίον καὶ μίαν πολιτείαν ἀνθρώπων μακαρίων καὶ ὁμογλώσσων ἁπάντων γενέσθαι. Θεόπομπος δέ φησι κατὰ· τοὺς μάγους ἀνὰ

μέρος τρισχίλια ἔτη τὸν μὲν κρατεῖν τὸν δὲ κρατεῖσθαι τῶν θεῶν, ἄλλα δὲ τρισχίλια μάχεσθαι καὶ πολεμεῖν καὶ ἀναλύειν τὰ τοῦ ἑτέρου τὸν ἕτερον· τέλος; δʼ ἀπολείπεσθαι[*](ἀπολεῖσθαι Marklandus) τὸν Ἅιδην,[*](Ἁιδην] Ὡρομάζην?) καὶ τοὺς μὲν ἀνθρώπους; εὐδαίμονας ἔσεσθαι, μήτε τροφῆς δεομένους μήτε σκιὰν ποιοῦντας· τὸν δὲ ταῦτα μηχανησάμενον θεὸν ἠρεμεῖν καὶ ἀναπαύεσθαι χρόνον, ἄλλως[*](ἄλλως R: καλῶς ) μὲν οὐ πολὺν ὡς[*](ὡς R: τῷ ) θεῷ, ὥσπερ δʼ[*](δʼ R) ἀνθρώπῳ κοιμωμένῳ μέτριον. ἡ μὲν οὖν μάγων μυθολογία τοιοῦτον ἔχει τρόπον.

Χαλδαῖοι δὲ τῶν πλανήτων[*](πλανήτων *: πλανητῶν ) οὓς[*](οὓς W: τοὺς ) θεοὺς γενεθλίους[*](γενεθλίους idem: γενέσθαι οὓς ) καλοῦσι, δύο μὲν ἀγαθουργούς δύο δὲ κακοποιούς, μέσους δὲ τοὺς τρεῖς ἀποφαίνουσι καὶ κοινούς·. τὰ δʼ Ἑλλήνων πᾶσί που δῆλα, τὴν μὲν ἀγαθὴν Διὸς Ὀλυμπίου μερίδα, τὴν δʼ ἀποτρόπαιον[*](ἀποτρόπαιον Marklandus: ἀποτροπαίου ) Ἅιδου ποιουμένων. ἐκ δʼ Ἀφροδίτης; καὶ Ἄρεος[*](Ἀρεος *: ἄρεως ) Ἁρμονίαν γεγονέναι μυθολογοῦνται·[*](μυθολογούντων?) ὧν ὁ μὲν ἀπηνὴς καὶ φιλόνεικος, ἡ δὲ μειλίχιος καὶ γενέθλιος. σκόπει δὲ τοὺς φιλοσόφους τούτοις συμφερομένους. Ἡράκλειτος[*](Ἡεράκλειτος] Mullach. 1 p. 319) μὲν γὰρ ἄντικρυς πόλεμον ὀνομάζει πατέρα καὶ βασιλέα καὶ κύριον πάντων, καὶ τὸν μὲν Ὅμηρον[*](Ὁμηρον] Σ 107) εὐχόμενον ἔκ τε θεῶν ἔριν ἔκ τʼ ἀνθρώπων ἀπολέσθαι λανθάνειν φησὶ τῇ πάντων γενέσει καταρώμενον, ἐκ μάχης καὶ ἀντιπαθείας τὴν γένεσιν ἐχόντων, ἣλιον δὲ μὴ ὑπερβήσεσθαι τοὺς προσήκοντας ὅρους· εἰ δὲ

μή, Λύττας[*](Λύττας * (Λύσσας Buttmannus): γλώττας ) μιν Δίκης ἐπικούρους ἐξευρήσειν Ἐμπεδοκλῆς[*](Ἐμπεδοκλῆς] Mullach. 1 p. 1. p. 3) δὲ τὴν μὲν ἀγαθουργὸν ἀρχὴν φιλότητα καὶ φιλίαν πολλάκις δʼ ἁρμονίαν καλεῖ θεμερῶπιν,[*](καλεῖ θεμερῶπιν] Bentleius: καλεῖσθαι μέροπι) τὴν δὲ χείρονα νεῖκος οὐλόμενον καὶ δῆριν αἱματόεσσαν οἱ μὲν[*](μὲν] δὲ M) Πυθαγορικοὶ[*](Πυθαγορικοὶ] cf. Aristot. Metaphys. 1, 5) διὰ πλειόνων ὀνομάτων κατηγοροῦσι τοῦ μὲν ἀγαθοῦ τὸ ἓν τὸ πεπερασμένον τὸ μένον τὸ εὐθὺ τὸ περισσὸν τὸ τετράγωνον τὸ ἴσον[*](τὸ ἴσον Baxterus) τὸ δεξιὸν τὸ λαμπρόν· τοῦ δὲ κακοῦ τὴν δυάδα τὸ ἄπειρον τὸ φερόμενον τὸ καμπύλον τὸ ἄρτιον τὸ ἑτερόμηκες τὸ ἄνισον τὸ ἀριστερὸν τὸ σκοτεινόν, ὡς τοιαύτας[*](ὡς τοιαύτας *: ὥστε ταύτας ) ἀρχὰς γενέσεως ὑποκειμένας. Ἀναξαγόρας δὲ νοῦν καὶ ἄπειρον. Ἀριστοτέλης·[*](Ἀριστοτέλης] Metaphys. 1, 7, 8) δὲ τὸ μὲν εἶδος τὸ δὲ στέρησιν. Πλάτων[*](Πλάτων] Tim. 35 a) δὲ πολλαχοῦ μὲν οἷον ἐπηλυγαζόμενος[*](ἐπηλυγαζόμενος Baxterus: ἐπιλυγιζόμενος ) καὶ παρακαλυπτόμενος, τῶν ἐναντίων ἀρχῶν τὴν μὲν ταὐτὸν ὀνομάζει, τὴν δὲ θάτερον ἐν δὲ τοῖς Νόμοις[*](ἐν δὲ τοῖς Νόμοις] p. 896 d sqq.) ἤδη πρεσβύτερος ὢν οὐ διʼ αἰνιγμῶν οὐδὲ συμβολικῶς, ἀλλὰ κυρίοις ὀνόμασιν οὐ μιᾷ ψυχῇ φησι κινεῖσθαι τὸν κόσμον, ἀλλὰ πλείοσιν ἴσως, δυεῖν δὲ πάντως οὐκ ἐλάττοσιν· ὧν[*](ὧν Squirius: ὅθεν ) τὴν μὲν ἀγαθουργὸν εἶναι, τὴν δʼ ἐναντίαν ταύτῃ καὶ τῶν ἐναντίων δημιουργόν· ἀπολείπει δὲ καὶ τρίτην τινὰ μεταξὺ φύσιν οὐκ ἄψυχον οὐδʼ ἄλογον οὐδʼ ἀκίνητον ἐξ αὑτῆς, ὥσπερ ἔνιοι
νομίζουσιν , ἀλλʼ ἀνακειμένην ἀμφοῖν ἐκείναις, ἐφιεμένην δὲ τῆς ἀμείνονος ἀεὶ καὶ ποθοῦσαν καὶ διώκουσαν, ὡς τὰ ἐπιόντα δηλώσει τοῦ λόγου, τὴν Αἰγυπτίων θεολογίαν μάλιστα ταύτῃ τῇ φιλοσοφίᾳ συνοικειοῦντος.

μεμιγμένη γὰρ ἡ τοῦδε τοῦ κόσμου γένεσις καὶ σύστασις ἐξ ἐναντίων, οὐ μὴν ἰσοσθενῶν, δυνάμεων, ἀλλὰ τῆς βελτίονος τὸ κράτος ἐστίν· ἀπολέσθαι δὲ τὴν φαύλην παντάπασιν ἀδύνατον, πολλὴν μὲν ἐμπεφυκυῖαν τῷ σώματι, πολλὴν δὲ τῇ ψυχῇ τοῦ παντὸς καὶ πρὸς τὴν βελτίονα ἀεὶ[*](καὶ - ἀεὶ W: ἀεὶ - καὶ ) δυσμαχοῦσαν. ἐν μὲν οὖν τῇ ψυχῇ νοῦς καὶ λόγος ὁ τῶν ἀρίστων πάντων ἡγεμὼν καὶ κύριος Ὄσιρίς ἐστιν· ἐν δὲ γῇ καὶ πνεύματι καὶ ὕδατι καὶ οὐρανῷ καὶ ἄστροις τὸ τεταγμένον καὶ καθεστηκὸς καὶ ὑγιαῖνον, ὥραις καὶ κράσεσι καὶ περιόδοις Ὀσίριδος ἀπορροὴ καὶ εἰκὼν ἐμφαινομένη· Τυφὼν δὲ τῆς· ψυχῆς τὸ παθητικὸν καὶ τιτανικὸν καὶ ἄλογον καὶ ἔμπληκτον τοῦ δὲ σωματικοῦ τὸ ἐπίκηρον[*](ἐπίκηρον X: ἐπίκλητον ) καὶ νοσῶδες καὶ ταρακτικὸν ἀωρίαις[*](ἀωρίαις Baxterus: ἀθρίαις ) καὶ δυσκρασίαις, καὶ κρύψεσιν ἡλίου καὶ ἀφανισμοῖς[*](ἀφανισμοὶ] ἀφηνιασμοι Marklandus. Malim ἐμφανισμοὶ ) σελήνης, οἷον ἐκδρομαὶ καὶ ἀφανισμοὶ Τυφῶνος καὶ τοὔνομα κατηγορεῖ τὸ Σήθ, ᾧ[*](ᾧ X: αὖ ) τὸν Τυφῶνα καλοῦσι· φράζει μὲν γὰρ[*](μὲν γὰρ Marklandus: μὲν ) τὸ καταδυναστεῦον καὶ καταβιαζόμενον, φράζει δὲ τὴν[*](τὴν idem: τὸ ) πολλάκις ἀναστροφὴν καὶ πάλιν ὑπερπήδησιν. Βέβωνα[*](Βέβωνα *: βεβῶνα ) δὲ τινὲς

μὲν ἕνα τῶν τοῦ Τυφῶνος ἑταίρων γεγονέναι λέγουσιν, Μανεθὼς[*](Μανεθὼς Marklandus: μάνεθος ) δʼ αὐτὸν τὸν[*](δʼ αὐτὸν τὸν idem: αὖ τὸν ) Τυφῶνα καὶ Βέβωνα καλεῖσθαι· σημαίνει δὲ τοὔνομα κάθεξιν ἢ κώλυσιν, ὡς τοῖς πράγμασιν ὁδῷ βαδίζουσι καὶ πρὸς ὃ χρὴ φερομένοις ἐνισταμένης τῆς τοῦ Τυφῶνος δυνάμεως

διὸ καὶ τῶν μὲν ἡμέρων ζῴων ἀπονέμουσιν αὐτῷ τὸ ἀμαθέστατον, ὄνον· τῶν δʼ ἀγρίων τὰ θηριωδέστατα, κροκόδειλον καὶ τὸν ποτάμιον ἵππον. περὶ μὲν οὖν[*](μὲν οὖν idem: μὲν ) τοῦ ὄνου προδεδηλώκαμεν. ἐν Ἑρμοῦ πόλει[*](Ἑρμοῦ πόλει *: ἑρμουπόλει ) δὲ Τυφῶνος ἄγαλμα δεικνύουσιν ἵππον ποτάμιον· ἐφʼ οὗ βέβηκεν ἱέραξ ὄφει μαχόμενος, τῷ μὲν ἵππῳ τὸν Τυφῶνα δεικνύντες, τῷ δʼ ἱέρακι δύναμιν καὶ ἀρχήν, ἣν βίᾳ κτώμενος ὁ Τυφὼν πολλάκις οὐκ ἀνίεται[*](ἀνίεται Marklandus: ἀνιᾶται ) ταραττόμενος ὑπὸ τῆς; κακίας καὶ ταράττων. διὸ καὶ θύοντες ἑβδόμῃ τοῦ Τυβὶ μηνός, ἣν καλοῦσιν ἄφιξιν Ἴσιδος ἐκ Φοινίκης, ἐπιπλάττουσι τοῖς ποπάνοις ἵππον ποτάμιον δεδεμένον. ἐν δʼ Ἀπόλλωνος πόλει νενομισμένον ἐστὶ κροκοδείλου φαγεῖν πάντως ἕκαστον· ἡμέρᾳ δὲ μιᾷ θηρεύσαντες ὅσους ἂν δύνωνται καὶ κτείναντες ἀπαντικρὺ τοῦ ἱεροῦ προβάλλουσι, καὶ λέγουσιν ὡς ὁ Τυφὼν τὸν Ὧρον ἀπέδρα κροκόδειλος γενόμενος, πάντα καὶ ζῷα καὶ φυτὰ καὶ πάθη τὰ φαῦλα καὶ βλαβερὰ Τυφῶνος ἔργα καὶ μέρη καὶ κινήματα ποιούμενοι.

τὸν δʼ Ὄσιριν αὖ πάλιν ὀφθαλμῷ καὶ σκήπτρῳ γράφουσιν, ὧν τὸ μὲν τὴν πρόνοιαν ἐμφαίνειν,

τὸ δὲ τὴν δύναμιν, ὡς Ὅμηρος[*](Ὁμηρος] Θ 22) τὸν ἄρχοντα καὶ βασιλεύοντα πάντων Ζῆνʼ ὕπατον καὶ μήστωρα καλῶν, ἔοικε τῷ μὲν ὑπάτῳ τὸ κράτος αὐτοῦ, τῷ δὲ[*](δὲ R) μήστωρι τὴν εὐβουλίαν καὶ τὴν φρόνησιν σημαίνειν γράφουσι δὲ καὶ ἱέρακι τὸν θεὸν τοῦτον πολλάκις· εὐτονίᾳ γὰρ ὄψεως ὑπερβάλλει καὶ πτήσεως ὀξύτητι, καὶ διοικεῖν αὑτὸν ἐλαχίστῃ[*](ἐλαχίστῃ *: ἐλάχιστα τῇ ) τροφῇ πέφυκε. λέγεται δὲ καὶ νεκρῶν ἀτάφων σώμασι[*](σώμασι X: ὄμμασι ) γῆν ὑπερπετόμενος ἐπιβάλλειν ὅταν δὲ πιόμενος·[*](πιόμενος *: πιούμενος ) ἐπὶ τὸν ποταμὸν καταίρῃ, τὸ πτερὸν ἵστησιν ὀρθόν· πιὼν δὲ κλίνει τοῦτο πάλιν· ᾧ δῆλός ἐστι σεσωσμένος καὶ διαπεφευγὼς τὸν κροκόδειλον ἂν γὰρ ἁρπασθῇ, μένει τὸ πτερὸν ὥσπερ ἔστη πεπηγός. πανταχοῦ δὲ καὶ ἀνθρωπόμορφον Ὀσίριδος ἄγαλμα δεικνύουσιν, ἐξορθιάζον τῷ αἰδοίῳ διὰ τὸ γόνιμον καὶ τὸ τρόφιμον. ἀμπεχόνῃ δὲ φλογοειδεῖ στέλλουσιν[*](ἀμπεχόνῃ - στέλλουσιν Baxterus: ἀμπεχόην δὲ φλογοειδὴς στέλλουσα ) αὐτοῦ τὰς εἰκόνας, ἥλιον σῶμα[*](σῶμα] ὄμμα Marklandus) τῆς τἀγαθοῦ δυνάμεως ὡς[*](ὡς] φῶς idem. Malim. καὶ φῶς. cf. p. 372 b) ὁρατὸν οὐσίας νοητῆς ἡγούμενοι. διὸ καὶ καταφρονεῖν ἄξιόν ἐστι τῶν τὴν ἡλίου σφαῖραν Τυφῶνι προσνεμόντων, ᾧ λαμπρὸν οὐδὲν οὐδὲ σωτήριον οὐδὲ τάξις οὐδὲ γένεσις οὐδὲ κίνησις μέτρον ἔχουσα καὶ λόγον, ἀλλὰ τἀναντία προσήκει· καὶ αὐχμόν, ὃς[*](ὃς Baxterus: οἷς ) φθείρει πολλὰ τῶν ζῴων καὶ βλαστανόντων, οὐχ ἡλίου θετέον ἔργον, ἀλλὰ τῶν ἐν γῇ καὶ ἀέρι μὴ καθʼ ὥραν κεραννυμένων πνευμάτων καὶ ὑδάτων,
ὅταν ἡ τῆς ἀτάκτου καὶ ἀορίστου δυνάμεως ἀρχὴ πλημμελήσασα κατασβέσῃ τὰς ἀναθυμιάσεις.

ἐν δὲ τοῖς ἱεροῖς ὕμνοις τοῦ Ὀσίριδος ἀνακαλοῦνται τὸν ἐν ταῖς ἀγκάλαις κρυπτόμενον τοῦ ἡλίου, καὶ τῇ τριακάδι τοῦ Ἐπιφὶ μηνὸς ἑορτάζουσιν ὀφθαλμῶν Ὥρου γενέθλιον, ὅτε σελήνη καὶ ἥλιος ἐπὶ μιᾶς εὐθείας γεγόνασιν, ὡς οὐ μόνον τὴν σελήνην ἀλλὰ καὶ τὸν ἥλιον ὄμμα τοῦ Ὥρου καὶ φῶς ἡγούμενοι. τῇ δὲ ὀγδόῃ φθίνοντος τοῦ Φαωφὶ βακτηρίας ἡλίου γενέθλιον[*](γενέθλιον Bentleius: γενέσθαι ὃν ) ἄγουσι, μετὰ φθινοπωρινὴν ἰσημερίαν, ἐμφαίνοντες οἷον ὑπερείσματος δεῖσθαι καὶ ῥώσεως, τῷ τε θερμῷ γιγνόμενον καὶ τῷ φωτὶ ἐνδεᾶ, κλινόμενον καὶ πλάγιον ἀφʼ ἡμῶν φερόμενον. ἔτι δὲ τὴν βοῦν ὑπὸ τροπὰς χειμερινὰς περὶ τὸν ναὸν περιφέρουσι καὶ καλεῖται ζήτησις Ὀσίριδος ἡ περιδρομή, τοῦ ἡλίου τὸ ὕδωρ χειμῶνος τῆς θεοῦ ποθούσης· τοσαυτάκις δὲ περίεισιν, ὅτι τὴν ἀπὸ τροπῶν χειμερινῶν ἐπὶ τροπὰς θερινὰς πάροδον[*](πάροδον] περίοδον Marklandus) ἑβδόμῳ μηνὶ συμπεραίνει. λέγεται δὲ καὶ θῦσαι τῷ ἡλίῳ τετράδι μηνὸς ἱσταμένου πάντων πρῶτος Ὧρος ὁ Ἴσιδος, ὡς ἐν τοῖς ἐπιγραφομένοις Γενεθλίοις Ὥρου γέγραπται. καὶ μὴν ἡμέρας ἑκάστης τριχῶς ἐπιθυμιῶσι τῷ ἡλίῳ, ῥητίνην μὲν ὑπὸ τὰς ἀνατολάς, σμύρναν δὲ μεσουρανοῦντι, τὸ δὲ καλούμενον κῦφι περὶ δυσμάς· ὧν ἕκαστον ὃν ἔχει λόγον, ὕστερον ἀφηγήσομαι. τὸν δʼ ἥλιον πᾶσι τούτοις προστρέπεσθαι[*](προστρέπεσθαι Halmius: προτρέπεσθαι ) καὶ θεραπεύειν οἴονται. καὶ τί δεῖ πολλὰ

τοιαῦτα συνάγειν; εἰσὶ γὰρ οἱ τὸν Ὄσιριν ἄντικρυς ἣλιον εἶναι καὶ ὀνομάζεσθαι Σείριον ὑφʼ Ἑλλήνων λέγοντες, εἰ καὶ παρʼ Αἰγυπτίοις ἡ πρόθεσις τοῦ ἄρθρου τοὔνομα πεποίηκεν ἀμφιγνοεῖσθαι, τὴν δʼ Ἶσιν οὐχ ἑτέραν τῆς σελήνης ἀποφαίνοντες· ὅθεν[*](ὅθεν *: ἓν ) καὶ τῶν ἀγαλμάτων αὐτῆς τὰ μὲν κερασφόρα τοῦ μηνοειδοῦς· γεγονέναι μιμήματα, τοῖς δὲ μελανοστόλοις ἐμφαίνεσθαι[*](ἐμφαίνεσθαι Marklandus: ἐμφαίνουσι ) τὰς κρύψεις καὶ τοὺς περισκιασμοὺς ἐν οἷς διώκει ποθοῦσα τὸν ἣλιον. διὸ καὶ πρὸς τὰ ἐρωτικὰ τὴν σελήνην ἐπικαλοῦνται, καὶ τὴν Ἶσιν Εὔδοξός φησι βραβεύειν τὰ ἐρωτικά. καὶ τούτοις μὲν ἁμωσγέπως[*](ἁμωσγέπως idem: ἄλλως γέ πως ) τοῦ πιθανοῦ μέτεστι, τῶν δὲ Τυφῶνα ποιούντων τὸν ἥλιον οὐδʼ ἀκούειν ἄξιον. ἀλλʼ ἡμεῖς αὖθις τὸν οἰκεῖον ἀναλάβωμεν λόγον.

ἡ γὰρ Ἶσίς ἐστι μὲν τὸ τῆς φύσεως θῆλυ, καὶ δεκτικὸν ἁπάσης· γενέσεως·, καθὸ τιθήνη καὶ πανδεχὴς ὑπὸ τοῦ Πλάτωνος, ὑπὸ δὲ τῶν πολλῶν μυριώνυμος κέκληται, διὰ τὸ πάσας ὑπὸ τοῦ λόγου τρεπομένη μορφὰς δέχεσθαι καὶ ἰδέας. ἔχει δὲ σύμφυτον ἔρωτα τοῦ πρώτου καὶ κυριωτάτου πάντων, ὃ τἀγαθῷ ταὐτόν ἐστι κἀκεῖνο ποθεῖ καὶ διώκει· τὴν δʼ ἐκ τοῦ κακοῦ φεύγει καὶ διωθεῖται μοῖραν,[*](μοῖραν] πεῖραν Madvigius) ἀμφοῖν μὲν οὖσα χώρα καὶ ὕλη, ῥέπουσα δʼ ἀεὶ πρὸς τὸ βέλτιον ἐξ ἑαυτῆς καὶ παρέχουσα γεννᾶν ἐκείνῳ[*](ἐκείνῳ Baxterus: ἐκεῖνο ) καὶ κατασπείρειν εἰς ἑαυτὴν ἀπορροὰς[*](ἀπορροὰς *: ἀπορροίας ) καὶ

ὁμοιότητας, αἷς χαίρει καὶ γέγηθε κυισκομένη καὶ ὑποπιμπλαμένη τῶν γενέσεων. εἰκὼν γάρ ἐστιν οὐσίας ἐν ὕλῃ ἡ[*](ἡ R) γένεσις καὶ μίμημα τοῦ ὄντος τὸ γιγνόμενον.

ὅθεν οὐκ ἀπὸ τρόπου μυθολογοῦσι τὴν Ὀσίριδος ψυχὴν ἀίδιον εἶναι καὶ ἄφθαρτον, τὸ δὲ σῶμα πολλάκις διασπᾶν καὶ ἀφανίζειν τὸν Τυφῶνα· τὴν δʼ Ἶσιν πλανωμένην καὶ ζητεῖν[*](καὶ ζητεῖν] ἀναζητεῖν Marklandus) καὶ συναρμόττειν πάλιν. τὸ γὰρ ὂν καὶ νοητὸν καὶ ἀγαθὸν φθορᾶς καὶ μεταβολῆς κρεῖττόν ἐστιν· ἃς[*](ἃς W: τινὰς ) δʼ ἀπʼ αὐτοῦ τὸ αἰσθητὸν καὶ σωματικὸν εἰκόνας ἐκμάττεται , καὶ λόγους καὶ εἴδη καὶ ὁμοιότητας ἀναλαμβάνει, καθάπερ ἐν κηρῷ σφραγῖδες οὐκ ἀεὶ διαμένουσιν, ἀλλὰ καταλαμβάνει τὸ ἄτακτον αὐτὰς καὶ ταραχῶδες ἐνταῦθα τῆς ἄνω χώρας ἀπεληλαμένον καὶ μαχόμενον πρὸς τὸν Ὧρον, ὃν ἡ Ἶσις εἰκόνα τοῦ νοητοῦ κόσμου αἰσθητὸν[*](αἰσθητὸν] σωματικὸν καὶ αἰσθητόν?) ὄντα γεννᾷ. διὸ καὶ δίκην φεύγειν λέγεται νοθείας ὑπὸ Τυφῶνος, ὡς οὐκ ὢν καθαρὸς οὐδʼ εἰλικρινὴς οἷος ὁ πατήρ, λόγος αὐτὸς καθʼ ἑαυτὸν ἀμιγὴς καὶ ἀπαθής, ἀλλὰ νενοθευμένος τῇ ὕλῃ διὰ τὸ σωματικόν. περιγίγνεται δὲ καὶ νικᾷ,[*](περιγίνεται δὲ καὶ νικᾷ X: περιγίνονται δὲ καὶ νῖκαι ) τοῦ Ἑρμοῦ, τουτέστι τοῦ λόγου, μαρτυροῦντος καὶ δεικνύοντος, ὅτι πρὸς τὸ νοητὸν ἡ φύσις μετασχηματιζομένη τὸν κόσμον ἀποδίδωσιν. ἡ μὲν γάρ, ἔτι τῶν θεῶν ἐν γαστρὶ τῆς· Ῥέας ὄντων, ἐξ Ἴσιδος καὶ Ὀσίριδος γενομένη γένεσις Ἀπόλλωνος αἰνίττεται ,,τὸ

πρὶν ἐκφανῆ γενέσθαι τόνδε τὸν κόσμον καὶ συντελεσθῆναι τῷ λόγῳ[*](τῷ λόγῳ Marklandus: τοῦ λόγου ) τὴν ὕλην, τὴν φύσιν[*](τὴν φύσιν *: φύσει ) ἐλεγχομένην ἐφʼ αὑτῆς[*](ἐφʼ αὑτῆς Marklandus: ἐπʼ αὐτὴν ) ἀτελῆ τὴν πρώτην γένεσιν ἐξενεγκεῖν. διὸ καί φασι τὸν θεὸν ἐκεῖνον ἀνάπηρον ὑπὸ σκότῳ γενέσθαι, καὶ πρεσβύτερον Ὧρον καλοῦσιν οὐ γὰρ ἦν κόσμος, ἀλλʼ εἴδωλόν τι καὶ κόσμου φάντασμα μέλλοντος.

ὁ δʼ · Ὧρος οὗτος[*](οὑτος] ὁ υἱὸς?) αὐτός ἐστιν ὡρισμένος καὶ τέλειος, οὐκ ἀνῃρηκὼς τὸν Τυφῶνα παντάπασιν, ἀλλὰ τὸ δραστήριον καὶ ἰσχυρὸν αὐτοῦ παρῃρημένος ὅθεν ἐν Κοπτῷ τὸ ἄγαλμα τοῦ Ὥρου λέγουσιν ἐν τῇ ἑτέρᾳ χειρὶ Τυφῶνος αἰδοῖα κατέχειν· καὶ τὸν Ἑρμῆν μυθολογοῦσιν ἐξελόντα τοῦ Τυφῶνος τὰ νεῦρα χορδαῖς χρήσασθαι, διδάσκοντες ὡς τὸ πᾶν ὁ λόγος διαρμοσάμενος σύμφωνον ἐξ ἀσυμφώνων μερῶν ἐποίησε, καὶ τὴν φθαρτικὴν οὐκ ἀπώλεσεν ἀλλʼ ἀνεπήρωσε[*](ἀνεπήρωσε Baxterus: ἀνεπλήρωσε ) δύναμιν. ὅθεν ἐκεῖ[*](ἐκεῖ Madvigius: ἐκείνη ) μὲν ἀσθενὴς καὶ ἀδρανής, ἐνταῦθα δὲ[*](δὲ idem) φυρομένη καὶ προσπλεκομένη τοῖς παθητικοῖς καὶ μεταβολικοῖς μέρεσι,[*](μέρεσι Squirius: μέλεσι ) σεισμῶν μὲν ἐν γῇ καὶ τρόμων, αὐχμῶν δʼ ἐν[*](δὲ ἐν X: καὶ ἐν ) ἀέρι καὶ πνευμάτων ἀτόπων, αὖθις δὲ πρηστήρων καὶ κεραυνῶν δημιουργός; ἐστι. φαρμάττει δὲ καὶ λοιμοῖς ὕδατα καὶ πνεύματα, καὶ μέχρι σελήνης; ἀνατρέχει καὶ ἀναχαιτίζει συγχέουσα[*](συνχέουσα Baxterus: συνέχουσα ) καὶ μελαίνουσα πολλάκις τὸ λαμπρόν, ὡς Αἰγύπτιοι νομίζουσι καὶ λέγουσιν,

ὅτι τοῦ Ὥρου νῦν μὲν ἐπάταξε, νῦν δʼ ἐξελὼν κατέπιεν ὁ Τυφὼν τὸν ὀφθαλμόν, εἶτα τῷ ἡλίῳ πάλιν ἀπέδωκε· πληγὴν μὲν αἰνιττόμενοι τὴν κατὰ μῆνα μείωσιν τῆς σελήνης, πήρωσιν δὲ τὴν ἔκλειψιν, ἣν ὁ ἥλιος ἰᾶται διαφυγούσῃ[*](διαφυγούσῃ Bentleius: διαφυγούσης ) τὴν σκιὰν τῆς γῆς εὐθὺς ἀντιλάμπων.

ἡ δὲ κρείττων καὶ θειοτέρα φύσις ἐκ τριῶν ἐστι, τοῦ νοητοῦ καὶ τῆς ὕλης καὶ τοῦ ἐκ τούτων, ὃν κόσμον Ἕλληνες ὀνομάζουσιν. ὁ μὲν οὖν Πλάτων[*](Πλάτων] Tim. p. 50 c) τὸ μὲν νοητὸν καὶ ἰδέαν καὶ παράδειγμα καὶ πατέρα, τὴν δʼ ὕλην καὶ μητέρα καὶ τιθήνην ἕδραν τε καὶ χώραν γενέσεως, τὸ δʼ ἐξ ἀμφοῖν ἔκγονον[*](ἐκγονον Emperius: ἔγγονον ) καὶ γένεσιν ὀνομάζειν εἴωθεν. Αἰγυπτίους δʼ ἄν τις εἰκάσειε τῶν τριγώνων τὸ κάλλιστον ---[*](lacunam addidi. Fort. supplenda: τὸ κάλλιστον ζηλῶσαι πλεῖστον μάλλιστα κἑ ) μάλιστα τούτῳ τὴν τοῦ παντὸς φύσιν ὁμοιοῦντας, ὡς[*](ὡς Marklandus: ᾧ ) καὶ Πλάτων ἐν τῇ πολιτείᾳ[*](Πολιτείᾳ] p. 546) δοκεῖ τούτῳ προσκεχρῆσθαι τὸ γαμήλιον διάγραμμα συντάττων. ἔχει δʼ ἐκεῖνο τὸ τρίγωνον τριῶν τὴν πρὸς ὀρθίαν καὶ τεττάρων τὴν βάσιν καὶ πέντε τὴν ὑποτείνουσαν ἴσον ταῖς περιεχούσαις δυναμένην. εἰκαστέον οὖν τὴν μὲν πρὸς ὀρθὰς[*](ὀρθὰς] ὀρθίαν R) ἄρρενι, τὴν δὲ βάσιν θηλείᾳ, τὴν δʼ ὑποτείνουσαν ἀμφοῖν ἐκγόνῳ·[*](ἐκγόνῳ Emperius: ἐγγονῳ ) καὶ τὸν μὲν Ὄσιριν ὡς ἀρχήν, τὴν δʼ Ἶσιν ὡς ὑποδοχήν, τὸν δʼ Ὧρον ὡς ἀποτέλεσμα. τὰ μὲν γὰρ τρία πρῶτος περισσὸς ἐστι καὶ τέλειος· τὰ δὲ τέτταρα τετράγωνος ἀπὸ

πλευρᾶς ἀρτίου τῆς δυάδος· τὰ δὲ πέντε πῆ μὲν τῷ πατρὶ πῆ δὲ τῇ μητρὶ προσέοικεν, ἐκ τριάδος συγκείμενα καὶ δυάδος. καὶ τὰ πάντα τῶν πέντε γέγονε παρώνυμα, καὶ τὸ ἀριθμήσασθαι πεμπάσασθαι λέγουσιν. ποιεῖ δὲ τετράγωνον ἡ πεντὰς ἀφʼ ἑαυτῆς, ὅσον τῶν γραμμάτων παρʼ Αἰγυπτίοις τὸ πλῆθός ἐστι, καὶ ὅσων ἐνιαυτῶν ἔζη χρόνον ὁ Ἆπις.[*](ὁ Ἀπις. τὸν X: ὃ ἄπιστον ) τὸν μὲν οὖν Ὧρον εἰώθασι καὶ Μὶν[*](καὶ Μὶν Pinderus: Καίμιν ) προσαγορεύειν, ὅπερ ἐστὶν ὁρώμενον· αἰσθητὸν γὰρ καὶ ὁρατὸν ὁ κόσμος. ἡ δʼ Ἶσις ἔστιν ὅτε καὶ Μοὺθ καὶ πάλιν Ἄθυρι καὶ Μεθύερ προσαγορεύεται[*](προσαγορεύεται Basileensis: προσαγορεύουσι ) σημαίνουσι δὲ τῷ μὲν πρώτῳ τῶν ὀνομάτων μητέρα· τῷ δὲ δευτέρῳ οἶκον Ὥρου κόσμιον, ὡς καὶ Πλάτων χώραν γενέσεως καὶ δεξαμενήν· τὸ δὲ τρίτον σύνθετόν ἐστιν ἔκ τε τοῦ πλήρους καὶ τοῦ αἰτίου·[*](αἰτίου] ἀγαθοῦ Marklandus. ἀρτίου R) πλήρης γάρ ἐστιν ἡ ὕλη τοῦ κόσμου καὶ τῷ ἀγαθῷ καὶ καθαρῷ καὶ κεκοσμημένῳ σύνεστιν,

δόξειε δʼ ἂν ἴσως καὶ Ἡσίοδος[*](Ησίοδος] cf. Theog. 116-122) τὰ πρῶτα πάντα[*](πάντα] πάντων Baxterus) Χάος καὶ Γῆν καὶ τάρταρον καὶ Ἔρωτα ποιῶν οὐχ ἑτέρας λαμβάνειν ἀρχάς, ἀλλὰ ταύτας·[*](ταύτας] τάς αὐτὰς Halmius) εἴγε[*](εἴγε X: γε ) δὴ τῶν ὀνομάτων τῇ μὲν Ἴσιδι τὸ τῆς Γῆς, τῷ δʼ Ὀσίριδι τὸ τοῦ ἔρωτος, τῷ δὲ Τυφῶνι τὸ τοῦ Ταρτάρου μεταλαμβάνοντές πως[*](πως R: ὡς ) ἀποδίδομεν τὸ γὰρ Χάος δοκεῖ χώραν τινὰ καὶ τόπον τοῦ παντὸς ὑποτίθεσθαι. προσκαλεῖται δὲ καὶ τὸν Πλάτωνος ἁμωσγέπως τὰ

πράγματα μῦθον, ὃν Σωκράτης ἐν *sumposi/w|[*](Συμποσίῳ] p. 203 b) περὶ τῆς τοῦ Ἔρωτος γενέσεως διῆλθε, τὴν Πενίαν λέγων τέκνων δεομένην τῷ Πόρῳ καθεύδοντι, παρακλιθῆναι, καὶ κυήσασαν ἐξ αὐτοῦ τεκεῖν τὸν Ἔρωτα, φύσει μικτὸν[*](μικτὸν X: μαχρὸν ) ὄντα καὶ παντοδαπόν, ἅτε δὴ πατρὸς μὲν ἀγαθοῦ καὶ σοφοῦ καὶ πᾶσιν αὐτάρκους, μητρὸς δʼ ἀμηχάνου καὶ ἀπόρου καὶ διʼ ἔνδειαν ἀεὶ γλιχομένης ἑτέρου καὶ περὶ ἕτερον λιπαρούσης γεγενημένον. ὁ γὰρ Πόρος οὐχ ἕτερός ἐστι τοῦ πρώτου ἐρατοῦ[*](ἐρατοῦ Marklandus: ἐραστοῦ ) καὶ ἐφετοῦ καὶ τελείου καὶ αὐτάρκους· πενίαν δὲ τὴν ὕλην προσεῖπεν, ἐνδεᾶ μὲν οὖσαν αὐτὴν καθʼ ἑαυτὴν τοῦ ἀγαθοῦ, πληρουμένην δʼ ὑπʼ αὐτοῦ καὶ ποθοῦσαν ἀεὶ καὶ μεταλαμβάνουσαν.[*](μεταλαμβάνουσαν] μεταλαγχάνουσαν idem. cf. p. 374 b) ὁ δὲ γενόμενος ἐκ τούτων κόσμος καὶ Ὧρος οὐκ ἀίδιος οὐδʼ ἀπαθὴς οὐδʼ ἄφθαρτος, ἀλλʼ ἀειγενὴς ὢν μηχανᾶται ταῖς τῶν παθῶν μεταβολαῖς καὶ περιόδοις ἀεὶ νέος καὶ μηδέποτε φθαρησόμενος διαμένειν.

χρηστέον δὲ τοῖς μύθοις οὐχ ὡς λόγοις πάμπαν οὖσιν, ἀλλὰ τὸ πρόσφορον ἑκάστου τὸ κατὰ[*](τὸ κατὰ] κατὰ W) τὴν ὁμοιότητα λαμβάνοντας. ὅταν οὖν ὕλην λέγωμεν, οὐ δεῖ πρὸς ἐνίων φιλοσόφων δόξας ἀποφερομένους[*](ἀποφερομένους] malim ὑποφερομένους) ἄψυχόν τι σῶμα καὶ ἄποιον ἀργόν τε καὶ ἄπρακτον ἐξ ἑαυτοῦ διανοεῖσθαι· καὶ γὰρ ἔλαιον ὕλην μύρου καλοῦμεν, χρυσὸν ἀγάλματος, οὐκ ὄντα πάσης ἔρημα ποιότητος[*](ποιότητος X: ὁμοίτητος ) αὐτήν τε τὴν ψυχὴν καὶ τὴν διάνοιαν

τοῦ ἀνθρώπου ὡς ὕλην ἐπιστήμης καὶ ἀρετῆς τῷ λόγῳ κοσμεῖν καὶ ῥυθμίζειν παρέχομεν· τόν τε νοῦν ἔνιοι τόπον εἰδῶν[*](εἰδῶν] ἰδεῶν Squirius) ἀπεφήναντο καὶ τῶν νοητῶν οἷον ἐκμαγεῖον· ἔνιοι δὲ καὶ τὸ σπέρμα τῆς γυναικὸς οὐ δύναμιν οὐδʼ ἀρχήν, ὕλην δὲ καὶ τροφὴν γενέσεως εἶναι δοξάζουσιν. ὧν ἐχομένους χρὴ καὶ τὴν θεὸν ταύτην οὕτω διανοεῖσθαι τοῦ πρώτου θεοῦ μεταλαγχάνουσαν ἀεὶ καὶ συνοῦσαν ἔρωτι τῶν περὶ ἐκεῖνον ἀγαθῶν καὶ καλῶν, οὐχ ὑπεναντίαν ἀλλʼ ὥσπερ ἄνδρα νόμιμον καὶ δίκαιον ἐρᾶν ἐν δικαιοσύνῃ[*](ἐν δικαιοσυνῃἂν δικαίως συνῇ cf. p. 448 e) καὶ γυναῖκα χρηστὴν ἔχουσαν ἄνδρα καὶ συνοῦσαν ὅμως ποθεῖν λέγομεν, οὕτως[*](οὕτως] auditur χρὴ τὴν θεὸν διανοεῖσθαι) ἀεὶ γλιχομένην ἐκείνου καὶ περὶ ἐκεῖνον λιπαροῦσαν[*](λιπαροῦσαν] Marklandus: παροῦσαν) καὶ ἀναπιμπλαμένην τοῖς κυριωτάτοις μέρεσιν καὶ καθαρωτάτοις·.

ὅπου δʼ ὁ Τυφὼν παρεμπίπτει τῶν ἐσχάτων ἁπτόμενος, ἐνταῦθα δοκοῦσαν ἐπισκυθρωπάζειν καὶ πενθεῖν λεγομένην καὶ λείψανʼ ἄττα καὶ σπαράγματα τοῦ Ὀσίριδος ἀναζητεῖν καὶ στολίζειν, ὑποδεχομένην τὰ φθειρόμενα καὶ ἀποκρύπτουσαν, ὥσπερ ἀναφαίνει πάλιν τὰ γιγνόμενα καὶ ἀνίησιν ἐξ ἑαυτῆς. οἱ μὲν γὰρ ἐν οὐρανῷ καὶ ἄστροις λόγοι καὶ εἴδη καὶ ἀπορροαὶ τοῦ θεοῦ μένουσι, τὰ δὲ[*](δὲ] δʼ ἐν?) τοῖς παθητικοῖς διεσπαρμένα,[*](ἐνδιεσπαρμένα W) γῇ καὶ θαλάττῃ καὶ φυτοῖς καὶ ζῴοις, διαλυόμενα[*](διαλυόμενα Baxterus: διαλεγόμενα ) καὶ φθειρόμενα καὶ θαπτόμενα, πολλάκις[*](πολλάκις Marklandus: καὶ πολλάκις ) αὖθις ἐκλάμπει καὶ ἀναφαίνεται ταῖς γενέσεσι.

διὸ τὸν Τυφῶνα τῇ Νέφθυι συνοικεῖν φησιν ὁ μῦθος, τὸν δʼ Ὄσιριν κρύφα συγγενέσθαι. τὰ γὰρ ἔσχατα μέρη τῆς ὕλης, ἃ Νέφθυν καὶ Τελευτὴν καλοῦσιν, ἡ φθαρτικὴ μάλιστα κατέχει δύναμις· ἡ δὲ γόνιμος καὶ σωτήριος ἀσθενὲς σπέρμα καὶ ἀμαυρὸν εἰς ταῦτα διαδίδωσιν, ἀπολλύμενον[*](ἀπολλύμενον Bentleius: ἀπολλυμένη ) ὑπὸ τοῦ Τυφῶνος, πλὴν ὅσον ἡ Ἶσις ὑπολαμβάνουσα σῴζει καὶ τρέφει καὶ συνίστησι.

καθόλου δʼ ἀμείνων οὗτός[*](οὗτος] ὁ υἱὸς?) ἐστιν, ὥσπερ καὶ Πλάτων ὑπονοεῖ καὶ Ἀριστοτέλης. κινεῖται δὲ τῆς φύσεως τὸ μὲν γόνιμον καὶ σωτήριον ἐπʼ αὐτὸν καὶ πρὸς τὸ εἶναι, τὸ δʼ ἀναιρετικὸν καὶ φθαρτικὸν ἀπʼ[*](ἀπʼ Squirius: ὑπʼ ) αὐτοῦ καὶ πρὸς τὸ μὴ εἶναι. διὸ τὸ μὲν Ἶσιν καλοῦσι παρὰ τὸ ἵεσθαι μετʼ ἐπιστήμης καὶ φέρεσθαι, κίνησιν οὖσαν ἔμψυχον καὶ φρόνιμον. οὐ γάρ ἐστι τοὔνομα βαρβαρικόν, ἀλλʼ ὥσπερ τοῖς θεοῖς πᾶσιν ἀπὸ δυεῖν γραμμάτων[*](ῥημάτων Markl.) τοῦ θεατοῦ καὶ τοῦ θέοντος ἔστιν ὄνομα κοινόν, οὕτω τὴν θεὸν ταύτην ἀπὸ τῆς ἐπιστήμης ἅμα καὶ τῆς κινήσεως Ἶσιν μὲν ἡμεῖς, Ἶσιν δʼ Αἰγύπτιοι καλοῦσιν. οὕτω δὲ καὶ Πλάτων[*](Πλάτων] Cratyl. p. 401 c) φησὶ τὴν ὁσίαν[*](ὁσίαν] οὐσίαν Baxterus: τοῦ ) δηλοῦν τοὺς παλαιοὺς ἰσίαν καλοῦντας· οὕτω καὶ τὴν νόησιν καὶ τὴν φρόνησιν, ὡς νοῦ φορὰν καὶ κίνησιν οὖσαν ἱεμένου καὶ φερομένου καὶ τὸ συνιέναι καὶ τἀγαθὸν ὅλως καὶ ἀρετὴν ἐπὶ τοῖς ῥέουσι[*](ῥέουσι] Bentleius: εὑροῦσι. Malim ἀεὶ ῥέουσι coll. Plat. Crat. p. 415 d) καὶ θέουσι θέσθαι· καθάπερ αὖ

πάλιν τοῖς ἀντιφωνοῦσιν ὀνόμασι λοιδορεῖσθαι τὸ κακόν,[*](τὸ κακὸν W: τῶν κατὰ coll. Plat. Crat. p. 415 c) τὸ τὴν φύσιν ἐμποδίζον καὶ συνδέον καὶ ἴσχον καὶ κωλῦον ἵεσθαι καὶ ἰέναι κακίαν ἀπορίαν δειλίαν ἀνίαν προσαγορευόντων.