De Iside et Osiride
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
ὁ δʼ Ὄσιρις ἐκ τοῦ ὁσίου καὶ ἱεροῦ τοὔνομα μεμιγμένον ἔσχηκε· κοινὸς γάρ ἐστι τῶν ἐν οὐρανῷ καὶ τῶν ἐν Ἅιδου λόγος· ὧν τὰ μὲν ἱερὰ τὰ δʼ ὅσια τοῖς παλαιοῖς ἔθος[*](ἔθος Marklandus) ἦν προσαγορεύειν. ὁ δʼ ἀναφαίνων τὰ οὐράνια καὶ τῶν ἄνω φερομένων λόγος[*](λόγος (malim ὢν λόγος) Ἀνουβις R: ἄνουβις λόγος ) Ἄνουβις, ἔστι δʼ ὅτε καὶ Ἑρμάνουβις ὀνομάζεται, τὸ μὲν ὡς· τοῖς ἄνω τὸ δʼ ὡς τοῖς κάτω προσήκων. διὸ καὶ θύουσιν αὐτῷ τὸ μὲν λευκὸν ἀλεκτρυόνα, τὸ δὲ[*](τὸ μὲν - τὸ δὲ R: τὸν μὲν - τὸν δὲ ) κροκίαν, τὰ μὲν εἰλικρινῆ καὶ φανά, τὰ δὲ μικτὰ καὶ ποικίλα νομίζοντες. οὐ δεῖ δὲ θαυμάζειν τῶν ὀνομάτων τὴν εἰς τὸ Ἑλληνικὸν ἀνάπλασιν· καὶ γὰρ ἄλλα μυρία τοῖς μεθισταμένοις ἐκ τῆς Ἑλλάδος συνεκπεσόντα μέχρι νῦν παραμένει καὶ ξενιτεύει παρʼ ἑτέροις, ὧν ἔνια τὴν ποιητικὴν ἀνακαλουμένην διαβάλλουσιν ὡς βαρβαρίζουσαν οἱ γλώττας τὰ τοιαῦτα[*](τὰ τοιαῦτα X: τὰς τοιαύτας ) προσαγορεύοντες. ἐν δὲ ταῖς Ἑρμοῦ λεγομέναις βίβλοις ἱστοροῦσι γεγράφθαι περὶ τῶν ἱερῶν ὀνομάτων, ὅτι τὴν μὲν ἐπὶ τῆς τοῦ ἡλίου περιφορᾶς τεταγμένης δύναμιν Ὧρον,[*](Ὡρον] Ὡρον ἐκεῖνοι?) Ἕλληνες δʼ Ἀπόλλωνα καλοῦσι· τὴν δʼ ἐπὶ τοῦ πνεύματος οἱ μὲν Ὄσιριν, οἱ δὲ Σάραπιν, οἱ δὲ Σῶθιν[*](Σῶθιν *: σωθὶ ) Αἰγυπτιστί·
σημαίνει δὲ κύησιν ἢ τὸ κύειν. διὸ καὶ παρατροπῆς γενομένης; τοῦ ὀνόματος, Ἑλληνιστὶ κύων κέκληται τὸ ἄστρον, ὅπερ ἴδιον τῆς Ἴσιδος νομίζουσιν. ἥκιστα μὲν οὖν δεῖ φιλοτιμεῖσθαι περὶ τῶν ὀνομάτων, οὐ μὴν ἀλλὰ μᾶλλον ἂν[*](ἂν Emperius) ὑφείμην[*](ὑφείμην Bentleius: ὑφιεμένην ) τοῦ Σαράπιδος Αἰγυπτίοις ἢ τοῦ[*](τοῦ - τοῦ] τὸ - τὸ Holwerda) Ὀσίριδος, ἐκεῖνο μὲν[*](μὲν Marklandus: μὲν οὖν ) ξενικόν, τοῦτο δʼ Ἑλληνικόν, ἄμφω δʼ ἑνὸς θεοῦ καὶ μιᾶς δυνάμεως ἡγούμενος.ἔοικε δὲ τούτοις καὶ τὰ Αἰγύπτια. τὴν μὲν γὰρ Ἶσιν πολλάκις τῷ τῆς Ἀθηνᾶς ὀνόματι καλοῦσι φράζοντι τοιοῦτον λόγον ἦλθον ἀπʼ ἐμαυτῆς,ʼ ὅπερ ἐστὶν αὐτοκινήτου φορᾶς δηλωτικὸν ὁ δὲ Τυφών, ὥσπερ εἴρηται, Σὴθ καὶ Βέβων καὶ Σμὺ ὀνομάζεται, βίαιόν τινα καὶ κωλυτικὴν ἐπίσχεσιν, ὑπεναντίωσιν ἢ ἀναστροφὴν ἐμφαίνειν βουλομένων τῶν ὀνομάτων. ἔτι τὴν σιδηρῖτιν λίθον ὀστέον Ὥρου , Τυφῶνος δὲ τὸν σίδηρον, ὡς ἱστορεῖ Μανεθώς,[*](Μανεθ́ς Squirius: μάνεθος ) καλοῦσιν· ὥσπερ γὰρ ὁ σίδηρος πολλάκις μὲν ἑλκομένῳ καὶ ἑπομένῳ πρὸς τὴν λίθον ὅμοιός ἐστι, πολλάκις δʼ ἀποστρέφεται καὶ ἀποκρούεται πρὸς τοὐναντίον, οὕτως ἡ σωτήριος; καὶ ἀγαθὴ καὶ λόγον ἔχουσα τοῦ κόσμου κίνησις ἐπιστρέφεταί τε καὶ προσάγεται καὶ μαλακωτέραν[*](μαλακωτέραν R: μαλακώτερον ) ποιεῖ, πείθουσα τὴν σκληρὰν ἐκείνην καὶ τυφώνειον,[*](σκληρὰν - τυφώνειον Marklandus: σκληρίαν - τυφώνιον ) εἶτʼ αὖθις ἀνασχεθεῖσα εἰς ἑαυτὴν ἀνέστρεψε[*](ἀνέστρεψε] ἀπέστρεψε Holwerda) καὶ κατέδυσεν εἰς τὴν ἀπειρίαν.[*](ἀπειρίαν X: ἀπορίαν ) ἔτι φησὶ περὶ τοῦ
Διὸς ὁ Εὔδοξος μυθολογεῖν Αἰγυπτίους, ὡς τῶν σκελῶν συμπεφυκότων αὐτῷ μὴ δυνάμενος βαδίζειν, ὑπʼ αἰσχύνης ἐν[*](ἐν W) ἐρημίᾳ διέτριβεν· ἡ δʼ Ἶσις διατεμοῦσα καὶ διαστήσασα τὰ μέρη ταῦτα τοῦ σώματος ἀρτίποδα τὴν πορείαν παρέσχεν. αἰνίττεται δὲ καὶ διὰ τούτων ὁ μῦθος, ὅτι καθʼ ἑαυτὸν ὁ τοῦ θεοῦ νοῦς καὶ λόγος ἐν τῷ ἀοράτῳ καὶ ἀφανεῖ βεβηκὼς εἰς γένεσιν ὑπὸ κινήσεως προῆλθεν.ἐμφαίνει καὶ[*](καὶ] δὲ καὶ R) τὸ σεῖστρον, ὅτι σείεσθαι δεῖ τὰ ὄντα καὶ μηδέποτε παύεσθαι φορᾶς, ἀλλʼ οἷον ἐξεγείρεσθαι καὶ κλονεῖσθαι καταδαρθάνοντα καὶ μαραινόμενα. τὸν γὰρ Τυφῶνά φασι τοῖς σείστροις ἀποτρέπειν καὶ ἀποκρούεσθαι, δηλοῦντες· ὅτι τῆς φθορᾶς συνδεούσης καὶ ἱστάσης, αὖθις ἀναλύει τὴν φύσιν καὶ ἀνίστησι διὰ τῆς κινήσεως ἡ γένεσις. τοῦ δὲ σείστρου περιφεροῦς ἄνωθεν ὄντος, ἡ ἁψὶς[*](ἁψὶς Leonicus: ὄψις ) περιέχει τὰ σειόμενα τέτταρα. καὶ γὰρ ἡ γεννωμένη καὶ φθειρομένη μοῖρα τοῦ κόσμου περιέχεται μὲν ὑπὸ τῆς σεληνιακῆς σφαίρας, κινεῖται δʼ ἐν αὐτῇ πάντα καὶ μεταβάλλεται διὰ τῶν τεττάρων στοιχείων, πυρὸς καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος. τῇ δʼ ἁψῖδι. τοῦ σείστρου κατὰ κορυφὴν ἐντορεύουσιν αἴλουρον ἀνθρώπου πρόσωπον ἔχοντα, κάτω δʼ ὑπὸ τὰ σειόμενα πῆ μὲν Ἴσιδος πῆ δὲ Νέφθυος πρόσωπον, αἰνιττόμενοι τοῖς μὲν προσώποις γένεσιν καὶ τελευτὴν αὗται γάρ εἰσι τῶν στοιχείων μεταβολαὶ καὶ κινήσεις, τῷ δʼ αἰλούρῳ τὴν σελήνην διὰ τὸ ποικίλον
καὶ νυκτουργὸν καὶ γόνιμον τοῦ θηρίου. λέγεται γὰρ ἓν τίκτειν, εἶτα δύο καὶ τρία καὶ τέσσαρα καὶ πέντε· καὶ καθʼ ἓν οὕτως ἄχρι τῶν ἑπτὰ προστίθησιν, ὥστʼ ὀκτὼ καὶ εἴκοσι τὰ πάντα τίκτειν, ὅσα καὶ τῆς σελήνης φῶτʼ ἔστιν. τοῦτο μὲν οὖν ἴσως μυθωδέστερον αἱ δʼ ἐν τοῖς ὄμμασιν αὐτοῦ κόραι πληροῦσθαι μὲν καὶ πλατύνεσθαι δοκοῦσιν ἐν πανσελήνῳ, λεπτύνεσθαι δὲ καὶ μαραυγεῖν ἐν ταῖς μειώσεσι τοῦ ἄστρου. τῷ δʼ ἀνθρωπομόρφῳ τοῦ αἰλούρου τὸ νοερὸν καὶ λογικὸν ἐμφαίνεται τῶν περὶ τὴν σελήνην μεταβολῶν.συνελόντι δʼ εἰπεῖν οὔθʼ ὕδωρ οὔθʼ ἥλιον οὔτε γῆν οὔτʼ οὐρανὸν Ὄσιριν ἢ Ἶσιν ὀρθῶς ἔχει νομίζειν, οὐδὲ πῦρ Τυφῶνα πάλιν οὐδʼ[*](οὐδὲ - οὐδʼ Halmius: οὔτε - οὔτʼ ) αὐχμὸν οὐδὲ θάλατταν, ἀλλʼ ἁπλῶς ὅσον ἐστὶν ἐν τούτοις ἄμετρον καὶ ἄτακτον ὑπερβολαῖς ἢ ἐνδείαις Τυφῶνι προσνέμοντες, τὸ δὲ κεκοσμημένον καὶ ἀγαθὸν καὶ ὠφέλιμον ὡς Ἴσιδος μὲν ἔργον εἰκόνα δὲ καὶ μίμημα καὶ λόγον Ὀσίριδος σεβόμενοι καὶ τιμῶντες, οὐκ ἂν ἁμαρτάνοιμεν. ἀλλὰ καὶ τὸν Εὔδοξον ἀπιστοῦντα παύσομεν καὶ διαποροῦντα, πῶς οὔτε Δήμητρι τῆς τῶν ἐρωτικῶν ἐπιμελείας μέτεστιν ἀλλʼ Ἴσιδι· τόν τε Διόνυσον οὔτε τὸν[*](οὔτε τὸν *: οὐ τὸν ) Νεῖλον αὔξειν οὔτε τῶν τεθνηκότων ἄρχειν δυνάμενον.[*](δυνάμενον] διανοούμενον sc. Εὔδοξαν Marklandus) ἑνὶ γὰρ λόγῳ κοινῷ τοὺς θεοὺς τούτους περὶ[*](περὶ] ἐπὶ R) πᾶσαν ἀγαθοῦ μοῖραν ἡγούμεθα τετάχθαι· καὶ πᾶν ὅσον ἔνεστι τῇ
φύσει καλὸν καὶ ἀγαθὸν διὰ τούτους ὑπάρχειν, τὸν μὲν διδόντα τὰς ἀρχάς, τὴν δʼ ὑποδεχομένην καὶ διανέμουσαν.οὕτω δὲ καὶ τοῖς πολλοῖς καὶ φορτικοῖς ἐπιχειρήσομεν, εἴτε ταῖς καθʼ ὥραν μεταβολαῖς τοῦ περιέχοντος εἴτε ταῖς καρπῶν γενέσεσι καὶ σποραῖς καὶ ἀρότοις χαίρουσι τὰ περὶ τοὺς θεοὺς τούτους[*](τούτοις Madvigius: τούτους ) συνοικειοῦντες , καὶ λέγοντες θάπτεσθαι μὲν τὸν Ὄσιριν, ὅτε κρύπτεται τῇ γῇ[*](τῇ γῇ Bentleius: τῆς γῆς ) σπειρόμενος; ὁ καρπός, αὖθις δʼ ἀναβιοῦσθαι καὶ ἀναφαίνεσθαι, ὅτε βλαστήσεως ἀρχή. διὸ καὶ λέγεσθαι τὴν Ἶσιν αἰσθομένην ὅτι κύει περιάψασθαι φυλακτήριον ἕκτῃ μηνὸς ἱσταμένου Φαωφί· τίκτεσθαι δὲ τὸν Ἁρποκράτην περὶ τροπὰς χειμερινὰς ἀτελῆ καὶ νεαρὸν ἐν τοῖς προανθοῦσι καὶ προβλαστάνουσι. διὸ καὶ φακῶν αὐτῷ φυομένων ἀπαρχὰς ἐπιφέρουσι, τὰς δὲ λοχείους ἡμέρας ἑορτάζειν[*](ἑορτάζειν] ἑορτάζει sc. Ἁρποκράτης Madvigius) μετὰ τὴν ἐαρινὴν ἰσημερίαν. ταῦτα γὰρ ἀκούοντες ἀγαπῶσι καὶ πιστεύουσιν, αὐτόθεν ἐκ τῶν προχείρων καὶ συνήθων τὸ πιθανὸν ἕλκοντες.
καὶ δεινὸν οὐδέν, ἂν πρῶτον μὲν ἡμῖν τοὺς θεοὺς φυλάττωσι κοινοὺς καὶ μὴ ποιῶσιν Αἰγυπτίων ἰδίους, μηδὲ Νεῖλον ἥν τε Νεῖλος ἄρδει μόνην χώραν τοῖς ὀνόμασι τούτοις καταλαμβάνοντες, μηδʼ ἕλη μηδὲ λωτοὺς μὴ θεοποιίαν[*](μὴ θεοποιίαν] corrupta. μηδὲ χέδροπα Emperius. Fort. μηδʼ ὁποιοῦν vel potius μηδʼ ὁτιοῦν ) λέγοντες
ἀποστερῶσι μεγάλων θεῶν τοὺς ἄλλους ἀνθρώπους, οἷς Νεῖλος μὲν οὐκ ἔστιν οὐδὲ Βοῦτος οὐδὲ Μέμφις· Ἶσιν δὲ καὶ τοὺς περὶ αὐτὴν θεοὺς ἔχουσι καὶ γιγνώσκουσιν ἅπαντες,[*](ἅπαντας W) ἐνίους μὲν οὐ πάλαι τοῖς παρʼ Αἰγυπτίων ὀνόμασι καλεῖν μεμαθηκότες , ἑκάστου δὲ τὴν δύναμιν ἐξ ἀρχῆς ἐπιστάμενοι καὶ τιμῶντες. δεύτερον, ὃ μεῖζόν ἐστιν, ὅπως σφόδρα προσέξουσι καὶ φοβήσονται, μὴ λάθωσιν εἰς πνεύματα καὶ ῥεύματα καὶ σπόρους καὶ ἀρότους καὶ πάθη γῆς καὶ μεταβολὰς ὡρῶν διαγράφοντες τὰ θεῖα καὶ διαλύοντες· ὥσπερ οἱ Διόνυσον τὸν οἶνον, Ἥφαιστον δὲ τὴν φλόγα· Φερσεφόνην δὲ φησί που Κλεάνθης τὸ διὰ τῶν καρπῶν φερόμενον καὶ φονευόμενον πνεῦμα. ποιητὴς δέ τις ἐπὶ τῶν θεριζόντωντῆμος ὅτʼ αἰζηοὶ Δημήτερα κωλοτομεῦσιν[*](cf. Ps. Plut. de vita Homeri s 23)οὐδὲν γὰρ οὗτοι διαφέρουσι τῶν ἱστία καὶ κάλους[*](κάλως X: κάλους ) καὶ ἄγκυραν ἡγουμένων κυβερνήτην, καὶ νήματα καὶ κρόκας ὑφάντην καὶ σπονδεῖον[*](σπονδεῖον] σπογγίον R) ἢ μελίκρατον ἢ πτισάνην ἰατρόν· ἀλλὰ[*](ἀλλὰ] ἅμα δὲ Bentleius) δεινὰς καὶ ἀθέους ἐμποιοῦσι φύσεσι καὶ πράγμασιν ὀνόματα θεῶν ἐπιφέροντες. ταῦτα μὲν γὰρ αὐτὰ νοῆσαι θεοὺς οὐκ ἔστιν. οὐδὲν γὰρ οὗτοι διαφέρουσι τῶν ἱστία καὶ κάλως κρόκας ὑφάντην, καὶ σπονδεῖον ἢ μελίκρατον ἢ δόξας, ἀναισθήτοις καὶ ἀψύχοις καὶ φθειρομέναις ἀναγκαίως ὑπʼ ἀνθρώπων δεομένων καὶ χρωμένων
οὐ γὰρ ἄνουν[*](ἄνουν R: οὖν ) οὐδʼ[*](οὐδʼ posterius add. Bentleius) ἄψυχον οὐδʼ ἀνθρώποις ὁ θεὸς ὑποχείριον· ἀπὸ τούτων δὲ τοὺς χρωμένοις[*](χρωμένοις (i.e. ἡμῖν) αὐτοῖς (sc. τοῖς καρποῖς) *: χρωμένους αὐτοὺς καὶ )
αὐτοῖς δωρουμένους ἡμῖν καὶ παρέχοντας ἀέναα[*](ἀέναα *: ἀένναα ) καὶ διαρκῆ θεοὺς ἐνομίσαμεν, οὐχ ἑτέρους παρʼ ἑτέροις οὐδὲ βαρβάρους καὶ Ἕλληνας οὐδὲ νοτίους καὶ βορείους· ἀλλʼ ὥσπερ ἥλιος καὶ σελήνη καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα κοινὰ πᾶσιν, ὀνομάζεται δʼ ἄλλως ὑπʼ ἄλλων, οὕτως ἑνὸς λόγου τοῦ ταῦτα κοσμοῦντος καὶ μιᾶς προνοίας ἐπιτροπευούσης καὶ δυνάμεων ὑπουργῶν ἐπὶ πάντα[*](πάντα Marklandus: πάντας ) τεταγμένων, ἕτεραι παρʼ ἑτέροις κατὰ νόμους γεγόνασι τιμαὶ καὶ προσηγορίαι· καὶ συμβόλοις χρῶνται καθιερωμένοις[*](καθιερωμένοις οἱ μὲν Salmasius: καθιερωμένοι μὲν ) οἱ μὲν ἀμυδροῖς οἱ δὲ τρανοτέροις, ἐπὶ τὰ θεῖα τὴν νόησιν ὁδηγοῦντες οὐκ ἀκινδύνως. ἔνιοι γὰρ ἀποσφαλέντες παντάπασιν εἰς δεισιδαιμονίαν ὤλισθον, οἱ δὲ φεύγοντες ὥσπερ ἕλος τὴν δεισιδαιμονίαν ἔλαθον αὖθις ὥσπερ εἰς κρημνὸν ἐμπεσόντες τὴν ἀθεότητα.διὸ δεῖ μάλιστα πρὸς ταῦτα λόγον ἐκ φιλοσοφίας μυσταγωγὸν ἀναλαβόντας ὁσίως διανοεῖσθαι τῶν λεγομένων καὶ δρωμένων ἕκαστον· ἵνα μή, καθάπερ Θεόδωρος εἶπε, τοὺς λόγους αὐτοῦ τῇ δεξιᾷ προτείνοντος, ἐνίους τῇ ἀριστερᾷ δέχεσθαι τῶν ἀκροωμένων, οὕτως ἡμεῖς ἃ καλῶς οἱ νόμοι περὶ τὰς θυσίας καὶ τὰς ἑορτὰς ἔταξαν ἑτέρως ὑπολαμβάνοντες ἐξαμάρτωμεν. ὅτι γὰρ ἐπὶ τὸν λόγον ἀνοιστέον ἅπαντα, καὶ παρʼ αὐτῶν ἐκείνων ἔστι λαβεῖν. τῇ μὲν γὰρ ἐνάτῃ ἐπὶ δέκα τοῦ πρώτου μηνὸς ἑορτάζοντες τῷ Ἑρμῇ μέλι καὶ σῦκον ἐσθίουσιν, ἐπιλέγοντες γλυκὺ ἡ ἀλήθεια τὸ δὲ τῆς Ἴσιδος
φυλακτήριον , ὃ περιάπτεσθαι μυθολογοῦσιν αὐτήν, ἐξερμηνεύεται φωνὴ ἀληθής. τὸν δʼ Ἁρποκράτην οὔτε θεὸν ἀτελῆ καὶ νήπιον οὔτε χεδρόπων[*](χεδρόπων Emperius: χεδροπῶν ) τινὰ νομιστέον, ἀλλὰ τοῦ περὶ θεῶν ἐν ἀνθρώποις λόγου νεαροῦ καὶ ἀτελοῦς καὶ ἀδιαρθρώτου προστάτην καὶ σωφρονιστὴν διὸ τῷ στόματι τὸν δάκτυλον ἔχει προσκείμενον ἐχεμυθίας καὶ σιωπῆς σύμβολον ἐν δὲ τῷ Μεσορὴ μηνὶ τῶν χεδρόπων ἐπιφέροντες λέγουσιν γλῶσσα τύχη , γλῶσσα δαίμων τῶν δʼ ἐν Αἰγύπτῳ φυτῶν μάλιστα τῇ θεῷ καθιερῶσθαι λέγουσι τὴν περσέαν, ὅτι καρδίᾳ μὲν ὁ καρπὸς αὐτῆς, γλώττῃ δὲ τὸ φύλλον ἔοικεν. οὐδὲν γὰρ ὧν ἄνθρωπος ἔχειν πέφυκε θειότερον λόγου καὶ μάλιστα τοῦ περὶ θεῶν, οὐδὲ μείζονα ῥοπὴν ἔχει πρὸς εὐδαιμονίαν. διὸ τῷ μὲν εἰς τὸ χρηστήριον ἐνταῦθα κατιόντι παρεγγυῶμεν ὅσια φρονεῖν, εὔφημα[*](εὔφημα M: εὔσχημα ) λέγειν. οἱ δὲ πολλοὶ γελοῖα δρῶσιν ἐν ταῖς πομπαῖς καὶ ταῖς ἑορταῖς εὐφημίαν προκηρύττοντες, εἶτα περὶ τῶν θεῶν αὐτῶν τὰ δυσφημότατα καὶ λέγοντες καὶ διανοούμενοι.πῶς οὖν χρηστέον ἐστὶ ταῖς σκυθρωπαῖς; καὶ ἀγελάστοις καὶ πενθίμοις θυσίαις, εἰ μήτε παραλείπειν[*](παραλείπειν *: παραλιπεῖν ) τὰ νενομισμένα καλῶς ἔχει μήτε φύρειν τὰς περὶ θεῶν δόξας καὶ συνταράττειν ὑποψίαις ἀτόποις; καὶ παρʼ Ἕλλησιν ὅμοια πολλὰ γίγνεται περὶ τὸν αὐτὸν ὁμοῦ τι χρόνον, οἷς Αἰγύπτιοι δρῶσιν ἐν τοῖς ὁσίοις.[*](ὁσίοις] ὁσιρείοις R) καὶ γὰρ Ἀθήνησι νηστεύουσιν αἱ γυναῖκες ἐν Θεσμοφορίοις χαμαὶ καθήμεναι. καὶ Βοιωτοὶ τὰ
τῆς Ἀχαίας[*](Ἀχαίας *: ἀχαιᾶς ) μέγαρα κινοῦσιν, ἐπαχθῆ τὴν ἑορτὴν ἐκείνην ὀνομάζοντες, ὡς διὰ τὴν τῆς Κόρης κάθοδον ἐν ἄχει τῆς Δήμητρος οὔσης;. ἔστι δʼ ὁ μὴν οὗτος περὶ Πλειάδας[*](Πλειάδας Halmius: πλειάδα ) σπόριμος, ὃν Ἀθὺρ Αἰγύπτιοι, Πυανεψιῶνα δʼ Ἀθηναῖοι Βοιωτοὶ δὲ Δαμάτριον καλοῦσι. τοὺς δὲ πρὸς ἑσπέραν οἰκοῦντας ἱστορεῖ Θεόπομπος[*](Θεόπομπος] Mueller. 1 p. 328) ἡγεῖσθαι καὶ καλεῖν τὸν μὲν χειμῶνα Κρόνον, τὸ δὲ θέρος Ἀφροδίτην, τὸ δʼ ἔαρ Περσεφόνην ἐκ δὲ Κρόνου καὶ Ἀφροδίτης γεννᾶσθαι πάντα. Φρύγες δὲ τὸν θεὸν οἰόμενοι χειμῶνος καθεύδειν, θέρους δʼ ἐγρηγορέναι, τοτὲ μὲν κατευνασμούς, τοτὲ δʼ ἀνεγέρσεις βακχεύοντες αὐτῷ τελοῦσι. Παφλαγόνες δὲ καταδεῖσθαι καὶ καθείργνυσθαι χειμῶνος, ἦρος δὲ κινεῖσθαι καὶ ἀναλύεσθαι φάσκουσι.καὶ δίδωσιν ὁ καιρὸς ὑπόνοιαν ἐπὶ τῶν καρπῶν τῇ ἀποκρύψει γενέσθαι τὸν σκυθρωπασμόν, οὓς οἱ παλαιοὶ θεοὺς μὲν οὐκ ἐνόμιζον, ἀλλὰ δῶρα θεῶν ἀναγκαῖα καὶ μεγάλα πρὸς τὸ μὴ ζῆν ἀγρίως καὶ θηριωδῶς. καθʼ ἣν δὴ[*](δὴ Squirius: δὲ ) ὥραν τοὺς μὲν ἀπὸ[*](ἀπὸ] ἀπὸ τῶν R) δένδρων ἑώρων ἀφανιζομένους παντάπασιν καὶ ἀπολείποντας, οὓς δὲ καὶ αὐτοὶ κατέσπειραν[*](κατέσπειραν ὄντας *: κατασπείραντες ) ὄντας ἔτι γλίσχρους καὶ ἀπόρους,[*](γλίσχρους καὶ ἀπόρους Baxterus: γλίσχρως καὶ ἀπόρως ) διαμώμενοι ταῖς χερσὶ τὴν γῆν καὶ περιστέλλοντες αὖθις, ἐπʼ ἀδήλῳ τῷ πάλιν ἐκτελεῖσθαι καὶ συντέλειαν ἕξειν ἀποθέμενοι, πολλὰ θάπτουσιν ὅμοια καὶ πενθοῦσιν ἔπραττον. εἶθʼ ὥσπερ ἡμεῖς τὸν ὠνούμενον βιβλία Πλάτωνος
ὠνεῖσθαί φαμεν Πλάτωνα, καὶ Μένανδρον ὑποκρίνεσθαι τὸν[*](ὑποκρίνεσθαι τὸν Basileensis: τὸν ὑποκρίνεσθαι ) τὰ Μενάνδρου ποιήμαθʼ ὑποτιθέμενον, οὕτως ἐκεῖνοι τοῖς τῶν θεῶν ὀνόμασι τὰ τῶν θεῶν δῶρα καὶ ποιήματα καλεῖν οὐκ ἐφείδοντο, τιμῶντες ὑπὸ χρείας καὶ σεμνύνοντες. οἱ δʼ ὕστερον ἀπαιδεύτως δεχόμενοι καὶ ἀμαθῶς ἀναστρέφοντες ἐπὶ τοὺς θεοὺς τὰ πάθη τῶν καρπῶν, καὶ τὰς παρουσίας τῶν ἀναγκαίων καὶ ἀποκρύψεις θεῶν γενέσεις καὶ φθορὰς οὐ προσαγορεύοντες μόνον ἀλλὰ καὶ νομίζοντες, ἀτόπων καὶ παρανόμων καὶ τεταραγμένων δοξῶν αὑτοὺς ἐνέπλησαν, καίτοι τοῦ παραλόγου τὴν ἀτοπίαν ἐν ὀφθαλμοῖς ἔχοντες. εὖ μὲν οὖν[*](εὖ μὲν οὖν *: οὐ μόνον ) Ξενοφάνης ὁ Κολοφώνιος ἠξίωσε[*](ἠξίωσε W: ἢ ἑξῆς οἱ ) τοὺς Αἰγυπτίους, εἰ θεοὺς νομίζουσι, μὴ θρηνεῖν, εἰ δὲ θρηνοῦσι, θεοὺς μὴ νομίζειν ἀλλʼ ὅτι γελοῖον[*](γελοῖον] sc. ἐστι) ἅμα θρηνοῦντας εὔχεσθαι τοὺς καρποὺς πάλιν ἀναφαίνειν καὶ τελειοῦν ἑαυτοῖς, ὅπως πάλιν ἀναλίσκωνται καὶ θρηνῶνται·.τὸ δʼ[*](τὸ δʼ] cf. Vit. Cic. c. 13, ubi corr. οἱ δʼ (pro οἵδʼ) ἀπελθόντες ) οὐκ ἔστι τοιοῦτον, ἀλλὰ θρηνοῦσι μὲν τοὺς καρπούς , εὔχονται δὲ τοῖς αἰτίοις καὶ δοτῆρσι θεοῖς ἑτέρους; πάλιν νέους ποιεῖν καὶ ἀναφύειν ἀντὶ τῶν ἀπολλυμένων. ὅθεν ἄριστα λέγεται παρὰ τοῖς φιλοσόφοις τὸ τοὺς μὴ μανθάνοντας ὀρθῶς ἀκούειν ὀνομάτων κακῶς χρῆσθαι καὶ τοῖς πράγμασιν· ὥσπερ Ἑλλήνων οἱ τὰ χαλκᾶ καὶ τὰ γραπτὰ καὶ λίθινα μὴ μαθόντες μηδʼ ἐθισθέντες ἀγάλματα καὶ τιμὰς θεῶν,
ἀλλὰ θεοὺς καλεῖν, εἶτα τολμῶντες λέγειν, ὅτι τὴν Ἀθηνᾶν Λαχάρης ἐξέδυσε, τὸν δʼ Απόλλωνα χρυσοῦς βοστρύχους ἔχοντα Διονύσιος ἀπέκειρεν δὲ Ζεὺς ὁ Καπετώλιος περὶ τὸν ἐμφύλιον πόλεμον ἐνεπρήσθη καὶ διεφθάρη, λανθάνουσι[*](λανθάνουσι Baxterus: μανθάνουσι ) συνεφελκόμενοι[*](συνεφελκόμενοι *: οὖν ἐφελκόμενοι ) καὶ παραδεχόμενοι δόξας πονηρὰς ἑπομένας τοῖς ὀνόμασιν.τοῦτο δʼ οὐχ ἥκιστα πεπόνθασιν Αἰγύπτιοι περὶ τὰ τιμώμενα τῶν ζῴων. Ἕλληνες μὲν γὰρ ἔν γε τούτοις λέγουσιν ὀρθῶς καὶ νομίζουσιν ἱερὸν Ἀφροδίτης ζῷον εἶναι τὴν περιστερὰν καὶ τὸν δράκοντα τῆς Ἀθηνᾶς καὶ τὸν κόρακα τοῦ Ἀπόλλωνος καὶ τὸν κύνα τῆς Ἀρτέμιδος, ὡς Εὐριπίδης
Ἑκάτης ἄγαλμα φωσφόρου κύων ἔσῃ.[*](ἔσῃ X: ἐσσίν )[*](Nauck. p. 525) Αἰγυπτίων δʼ οἱ πολλοὶ θεραπεύοντες αὐτὰ τὰ ζῷα καὶ περιέποντες ὡς θεοὺς οὐ γέλωτος μόνον οὐδὲ χλευασμοῦ καταπεπλήκασι τὰς ἱερουργίας ἀλλὰ τοῦτο[*](τοῦτο] τοῦτο μὲν R) τῆς ἀβελτερίας[*](ἀβελτερίας *: ἀβελτηρίας ) ἐλάχιστόν ἐστι κακόν· δόξα δʼ ἐμφύεται δεινή, τοὺς μὲν ἀσθενεῖς καὶ ἀκάκους εἰς ἄκρατον ὑπερείπουσα[*](ὑπερείπουσα R: ὑπερείδουσι ) τὴν δεισιδαιμονίαν, τοῖς δὲ δριμυτέροις καὶ θρασυτέροις εἰς ἀθέους ἐκπίπτουσα[*](ἐκπίπτουσα R: ἐμπίπτουσα ) καὶ θηριώδεις λογισμούς;. καὶ[*](ᾗ X: ἢ ) περὶ τούτων τὰ εἰκότα διελθεῖν οὐκ ἀνάρμοστόν ἐστι.
τὸ μὲν γὰρ εἰς ταῦτα τὰ ζῷα τοὺς θεοὺς τὸν Τυφῶνα δείσαντας μεταβαλεῖν, οἷον
ἀποκρύπτοντας ἑαυτοὺς σώμασιν ἴβεων καὶ κυνῶν καὶ ἱεράκων, πᾶσαν ὑπερπέπαικε τερατείαν καὶ μυθολογίαν· καὶ τὸ ταῖς ψυχαῖς τῶν θανόντων ὅσαι διαμένουσιν εἰς ταῦτα μόνα γίγνεσθαι τὴν παλιγγενεσίαν ὁμοίως ἄπιστον. τῶν δὲ βουλομένων πολιτικήν τινα λέγειν αἰτίαν οἱ μὲν Ὄσιριν ἐν τῇ μεγάλῃ στρατιᾷ φασιν εἰς μέρη πολλὰ διανείμαντα τὴν δύναμιν λόχους καὶ τάξεις Ἑλληνικῶς[*](Ἑλληνικῶς X: ʽἑλληνικὰς ) καλοῦσιν, ἐπίσημα δοῦναι[*](δοῦναι Marklandus: δοῦναι καὶ ) ζῳόμορφα πᾶσιν, ὧν ἕκαστον[*](ἕκαστον τῷ Salmasius: ἑκάστῳ ) τῷ γένει τῶν συννεμηθέντων ἱερὸν γενέσθαι καὶ τίμιον· οἱ δὲ τοὺς ὕστερον βασιλεῖς ἐκπλήξεως ἕνεκα τῶν πολεμίων ἐπιφαίνεσθαι θηρίων χρυσᾶς προτομὰς καὶ ἀργυρᾶς περιτιθεμένους· ἄλλοι δὲ τῶν δεινῶν[*](δεινῶν M: δὲ τῶν ) τινα καὶ πανούργων βασιλέων ἱστοροῦσι τοὺς Αἰγυπτίους καταμαθόντα τῇ μὲν φύσει κούφους καὶ πρὸς μεταβολὴν καὶ νεωτερισμὸν ὀξυρρόπους ὄντας, ἄμαχον δὲ καὶ δυσκάθεκτον ὑπὸ πλήθους δύναμιν ἐν τῷ συμφρονεῖν[*](συμφρονεῖν Marklandus: σωφρονεῖν ) καὶ κοινοπραγεῖν ἔχοντας, ἀίδιον αὐτοῖς ἐγκατασπεῖραι[*](ἐγκατασπεῖραι M: ἐν κατασπορᾷ ) δείξαντα δεισιδαιμονίαν, διαφορᾶς ἀπαύστου πρόφασιν. τῶν γὰρ θηρίων, ἃ προσέταξεν ἄλλοις ἄλλα τιμᾶν καὶ σέβεσθαι, δυσμενῶς; καὶ πολεμικῶς ἀλλήλοις προσφερομένων, καὶ τροφὴν ἑτέραν ἑτέρου[*](ἑτέρου R: ἑτέρους ) προσίεσθαι πεφυκότος,[*](πεφυκότος R: πεφυκότας ) ἀμύνοντες[*](ἀμύνοντες X: ἀμύνοντας ) ἀεὶ τοῖς οἰκείοις ἕκαστοι καὶ χαλεπῶς ἀδικουμένων φέροντες ἐλάνθανον ταῖς τῶν θηρίων ἔχθραις συνεφελκόμενοι[*](συνεφελκόμενοι W: συνελκόμενοι ) καὶ συνεκπολεμούμενοι πρὸς ἀλλήλους. μόνοι γὰρ ἔτι νῦν Αἰγυπτίων Λυκοπολῖται πρόβατον ἐσθίουσιν, ἐπεὶ καὶ λύκος, ὃν θεὸν νομίζουσιν οἱ δʼ Ὀξυρυγχῖται καθʼ ἡμᾶς, τῶν Κυνοπολιτῶν τὸν ὀξύρυγχον ἰχθὺν ἐσθιόντων, κύνα[*](κύνα R: κύνας ) συλλαβόντες καὶ θύσαντες ὡς ἱερεῖον κατέφαγον· ἐκ δὲ τούτου καταστάντες εἰς πόλεμον ἀλλήλους τε διέθηκαν κακῶς καὶ ὕστερον ὑπὸ Ῥωμαίων κολαζόμενοι διετέθησαν.πολλῶν δὲ λεγόντων εἰς ταῦτα τὰ ζῷα τὴν τοῦ Τυφῶνος αὐτοῦ διάρασθαι ψυχήν, αἰνίττεσθαι δόξειεν ἂν ὁ μῦθος, ὅτι πᾶσα φύσις ἄλογος καὶ θηριώδης τῆς τοῦ κακοῦ δαίμονος γέγονε μοίρας, κἀκεῖνον ἐκμειλισσόμενοι καὶ παρηγοροῦντες περιέπουσι ταῦτα καὶ θεραπεύουσιν ἂν δὲ πολὺς ἐμπίπτῃ καὶ χαλεπὸς αὐχμοὺς[*](αὐχμοὺς W: αὐχμὸς ) ἐπάγων ὑπερβάλλοντας[*](ὑπερβάλλοντας idem: ὑπερβαλλόντως ) ἢ νόσους ὀλεθρίους ἢ συμφορὰς ἄλλας παραλόγους καὶ ἀλλοκότους, ἔνια τῶν τιμωμένων οἱ ἱερεῖς ἀπάγοντες ὑπὸ σκότῳ μετὰ σιωπῆς καὶ ἡσυχίας ἀπειλοῦσι καὶ δεδίττονται τὸ πρῶτον ἂν δʼ ἐπιμένῃ, καθιερεύουσι[*](καθιερεύουσι R: καθιεροῦσι ) καὶ σφάττουσιν, ὡς δή τινα κολασμὸν ὄντα τοῦ δαίμονος τοῦτον ἢ καθαρμὸν ἄλλως μέγαν ἐπὶ μεγίστοις καὶ γὰρ ἐν Εἰλειθυίας[*](Εἰλειθυίας Partheius: ἰδιθύας ) πόλει ζῶντας ἀνθρώπους κατεπίμπρασαν ὡς Μανεθὼς ἱστόρηκε, Τυφωνείους[*](Τυφωνείους Squirius: τυφωνίους ) καλοῦντες, καὶ τὴν τέφραν αὐτῶν λικμῶντες ἠφάνιζον καὶ διέσπειρον. ἀλλὰ τοῦτο μὲν ἐδρᾶτο φανερῶς καὶ καθʼ ἕνα
καιρὸν ἐν ταῖς κυνάσιν ἡμέραις· αἱ δὲ τῶν τιμωμένων ζῴων καθιερεύσεις ἀπόρρητοι καὶ χρόνοις ἀτάκτοις πρὸς τὰ συμπίπτοντα γιγνόμεναι τοὺς πολλοὺς λανθάνουσι, πλὴν ὅταν ταφὰς[*](ταφὰς] Ἀπιδος ταφὰς X. τὰς Ἀπιδος ταφὰς?) ἔχωσι, καὶ τῶν ἄλλων ἀναδεικνύντες ἔνια πάντων παρόντων συνεμβάλλωσιν,[*](συνεμβάλλωσιν *: συνεμβάλωσιν ) οἰόμενοι τοῦ Τυφῶνος ἀντιλυπεῖν καὶ κολούειν τὸ ἡδόμενον. ὁ γὰρ Ἆπις δοκεῖ μετʼ ὀλίγων ἄλλων ἱερὸς εἶναι τοῦ Ὀσίριδος· ἐκείνῳ δὲ τὰ πλεῖστα προσνέμουσι. κἂν ἀληθὴς ὁ λόγος οὗτος ᾖ,[*](ᾗ, συμβαίνειν *: σημαίνειν ) συμβαίνειν ἡγοῦμαι τὸ ζητούμενον ἐπὶ τῶν ὁμολογουμένων καὶ κοινὰς ἐχόντων τὰς τιμάς, οἷόν ἐστιν ἶβις καὶ ἱέραξ καὶ κυνοκέφαλος, αὐτὸς ὁ Ἆπις[*](Ἀπις] add. καὶ ὁ Μένδης Semlerus. Alii alia. Addidi lacunam.) --- οὕτω δὴ γὰρ τὸν ἐν Μένδητι τράγον καλοῦσι.λείπεται δὲ δὴ τὸ χρειῶδες καὶ τὸ συμβολικόν, ὧν ἔνια θατέρου, πολλὰ δʼ ἀμφοῖν μετέσχηκε. βοῦν μὲν οὖν καὶ πρόβατον καὶ ἰχνεύμονα δῆλον ὅτι χρείας ἕνεκα καὶ ὠφελείας ἐτίμησαν ὡς Λήμνιοι κορύδους, τὰ τῶν ἀττελάβων εὑρίσκοντας ᾠὰ καὶ κόπτοντας· Θεσσαλοὶ δὲ πελαργούς, ὅτι πολλοὺς ὄφεις τῆς γῆς ἀναδιδούσης ἐπιφανέντες ἐξώλεσαν ἅπαντας· διὸ καὶ νόμον ἔθεντο φεύγειν ὅστις ἂν ἀποκτείνῃ πελαργόν, ἀσπίδα δὲ καὶ γαλῆν καὶ κάνθαρον, εἰκόνας τινὰς ἐν αὐτοῖς ἀμαυρὰς ὥσπερ ἐν σταγόσιν ἡλίου τῆς τῶν θεῶν δυνάμεως κατιδόντες· τὴν μὲν γὰρ γαλῆν ἔτι πολλοὶ νομίζουσι καὶ λέγουσι κατὰ τὸ οὖς ὀχευομένην, τῷ δὲ στόματι τίκτουσαν, εἴκασμα
τῆς τοῦ λόγου γενέσεως εἶναι· τὸ δὲ κανθάρων γένος οὐκ ἔχειν θήλειαν; ἄρρενας δὲ πάντας ἀφιέναι τὸν γόνον εἰς τὴν σφαιροποιουμένην ὕλην, ἣν κυλινδοῦσιν ἀντιβάδην ὠθοῦντες, ὥσπερ δοκεῖ τὸν οὐρανὸν ὁ ἥλιος ἐς τοὐναντίον περιστρέφειν, αὐτὸς ἀπὸ δυσμῶν ἐπὶ τὰς ἀνατολὰς φερόμενος. ἀσπίδα δʼ ὡς ἀγήρων καὶ χρωμένην κινήσεσιν ἀνοργάνοις μετʼ εὐπετείας καὶ ὑγρότητος ἄστρῳ[*](ἄστρῳ X: ἄστρῳ ἢ ) προσείκασαν.οὐ μὴν οὐδʼ ὁ κροκόδειλος αἰτίας πιθανῆς ἀμοιροῦσαν ἔσχηκε τιμήν, ἀλλὰ μίμημα[*](μίμημα Basileensis: οὐ μίμημα ) θεοῦ λέγεται γεγονέναι, μόνος μὲν ἄγλωσσος ὤν. φωνῆς γὰρ ὁ θεῖος λόγος ἀπροσδεής ἐστι, καί διʼ ἀψόφου[*](διʼ ἀψόφου] Eurip. Tro. 887) βαίνων κελεύθου κατὰ δίκην[*](κατὰ δίκην Cobetus: καὶ δίκης ) τὰ θνήτʼ[*](θνήτʼ idem: θνητὰ ) ἄγει[*](ἄγει idem: ἄγει κατὰ δίκην ) μόνου δέ φασιν ἐν ὑγρῷ διαιτωμένου τὰς ὄψεις ὑμένα λεῖον καὶ διαφανῆ παρακαλύπτειν ἐκ τοῦ μετώπου κατερχόμενον, ὥστε βλέπειν μὴ βλεπόμενον, ὃ[*](ὃ M: ᾧ ) τῷ πρώτῳ θεῷ συμβέβηκεν. ὅπου δʼ ἂν ἡ θήλεια τῆς χώρας ἀποτέκῃ, τοῦτο Νείλου πέρας ἐπίσταται τῆς αὐξήσεως γενόμενον.[*](γινόμενον vel γενησόμενον Halmius) ἐν ὑγρῷ γὰρ οὐ δυνάμεναι, πόρρω δὲ φοβούμεναι,[*](δυνάμεναι - φοβούμεναι M: δυνάμενοι - φοβούμενοι ) τίκτειν, οὕτως ἀκριβῶς προαισθάνονται τὸ μέλλον, ὥστε τῷ ποταμῷ προσελθόντι χρῆσθαι λοχευόμεναι καὶ θάλπουσαι, τὰ δʼ ᾠὰ ξηρὰ καὶ ἄβρεκτα φυλάσσειν. ἑξήκοντα δὲ τίκτουσιν, καὶ τοσαύταις[*](κάν τοσαύταις?) ἡμέραις ἐκλέπουσι, καὶ τοσούτους ζῶσιν
ἐνιαυτοὺς οἱ μακρότατον ζῶντες, ὃ τῶν μέτρων πρῶτόν ἐστι τοῖς περὶ τὰ οὐράνια πραγματευομένοις ἀλλὰ μὴν τῶν διʼ ἀμφότερα τιμωμένων περὶ μὲν τοῦ κυνὸς εἴρηται πρόσθεν ἡ δʼ ἶβις ἀποκτείνουσα μὲν τὰ θανατηφόρα τῶν ἑρπετῶν ἐδίδαξε πρώτη κενώματος ἰατρικοῦ χρείαν κατιδόντας οὕτω κλυζομένην[*](οὕτω κλυζομένην] ὑποκλυζομένην R) καὶ καθαιρομένην ὑφʼ ἑαυτῆς· οἱ δὲ νομιμώτατοι τῶν ἱερέων καθάρσιον ὕδωρ ἁγνιζόμενοι λαμβάνουσιν ὅθεν ἶβις πέπωκεν οὐ πίνει γὰρ ἢ[*](ἢ] del. Duebnerus) νοσῶδες ἢ πεφαρμαγμένον οὐδὲ πρόσεισι. τῇ δὲ τῶν ποδῶν διαστάσει[*](διαστάσει Bottcherus: διαβάσει ) πρὸς ἀλλήλους καὶ τὸ[*](καὶ τὸ] i.e. καὶ πρὸς τὸ) ῥύγχος ἰσόπλευρον ποιεῖ τρίγωνον ἔτι δʼ ἡ τῶν μελάνων πτερῶν πρὸς[*](πρὸς R: περὶ ) τὰ λευκὰ ποικιλία καὶ μῖξις ἐμφαίνει σελήνην ἀμφίκυρτον. οὐ δεῖ δὲ θαυμάζειν, εἰ γλίσχρας ὁμοιότητας οὕτως ἠγάπησαν Αἰγύπτιοι. καὶ γὰρ καὶ[*](καὶ γὰρ καὶ X: καὶ ) Ἕλληνες ἔν τε γραπτοῖς ἔν τε πλαστοῖς εἰκάσμασι θεῶν ἐχρήσαντο πολλοῖς τοιούτοις οἷον ἐν Κρήτῃ Διὸς ἦν ἄγαλμα μὴ ἔχον ὦτα· τῷ γὰρ ἄρχοντι καὶ κυρίῳ πάντων οὐδενὸς ἀκούειν προσήκει. τῷ δὲ τῆς Ἀθηνᾶς τὸν δράκοντα Φειδίας παρέθηκε, τῷ δὲ τῆς Ἀφροδίτης ἐν Ἤλιδι τὴν χελώνην, ὡς τὰς μὲν παρθένους φυλακῆς δεομένας, ταῖς δὲ γαμεταῖς οἰκουρίαν καὶ σιωπὴν πρέπουσαν. ἡ δὲ τοῦ Ποσειδῶνος τρίαινα σύμβολόν ἐστι τῆς τρίτης χώρας, ἣν θάλαττα κατέχει μετὰ τὸν οὐρανὸν καὶ τὸν ἀέρα τεταγμένη. διὸ καὶ τὴν Ἀμφιτρίτην καὶ τοὺς Τρίτωνας οὕτως ὠνόμασαν. οἱ δὲ Πυθαγόρειοι καὶ ἀριθμοὺς; καὶ σχήματα θεῶν ἐκόσμησαν προσηγορίαις. τὸ μὲν γὰρ ἰσόπλευρον τρίγωνον ἐκάλουν Ἀθηνᾶν κορυφαγεννῆ καὶ τριτογένειαν , ὅτι τρισὶ καθέτοις ἀπὸ τῶν τριῶν γωνιῶν ἀγομέναις διαιρεῖται· τὸ δʼ ἓν Ἀπόλλωνα πλήθους ἀποφάσει καὶ διʼ ἁπλότητα τῆς[*](πλήθους ἀποφάσει καὶ διʼ ἁπλότητα τῆς Bottcherus: πείθουσα προάσει καὶ διπλοτάτης ) μονάδος· ἔριν δὲ τὴν δυάδα καὶ τόλμαν·[*](τόλμαν] πόλεμον R) δίκην δὲ τὴν τριάδα, τοῦ γὰρ ἀδικεῖν καὶ ἀδικεῖσθαι κατʼ ἔλλειψιν καὶ ὑπερβολὴν ὄντος, ἰσότητι[*](ἰσότητι] ἰσότης καὶ Emperius) δίκαιον ἐν μέσῳ γέγονεν· ἡ δὲ καλουμένη τετρακτύς, τὰ ἓξ καὶ τριάκοντα, μέγιστος ἦν ὅρκος, ὡς τεθρύληται, καὶ κόσμος ὠνόμασται, τεσσάρων μὲν ἀρτίων τῶν πρώτων, τεσσάρων δὲ τῶν περισσῶν εἰς ταὐτὸ[*](ταὐτὸ *: τὸ αὐτὸ ) συντιθεμένων, ἀποτελούμενος.[*](ἀποτελουμένη Holwerda)εἴπερ οὖν οἱ δοκιμώτατοι τῶν φιλοσόφων οὐδʼ ἐν ἀψύχοις καὶ ἀσωμάτοις πράγμασιν αἴνιγμα[*](αἴνιγμα] μίμημα M) τοῦ θείου κατιδόντες; ἠξίουν ἀμελεῖν οὐδὲν οὐδʼ ἀτιμάζειν, ἔτι μᾶλλον οἴομαι τὰς ἐν αἰσθανομέναις καὶ ψυχὴν ἐχούσαις καὶ πάθος καὶ ἦθος φύσεσιν ἰδιότητας ἀγαπητέον[*](ἀγαπητέον *: κατὰ τὸ ἧθος ἀγαπητέον ) οὖν,[*](οὖν] εἶναι?) οὐ ταῦτα τιμῶντας, ἀλλὰ διὰ τούτων τὸ θεῖον, ὡς ἐναργεστέρων ἐσόπτρων καὶ φύσει γεγονότων, ὡς[*](ὡς] καὶ?) ὄργανον ἢ τέχνην ἀεὶ[*](τέχνην ἀεὶ] τέχνημα δεῖν?) τοῦ πάντα κοσμοῦντος; θεοῦ νομίζειν· καὶ ὅλως[*](καὶ ὅλως Bentleius: καλῶς ) ἀξιοῦν γε[*](γε R: τε ) μηδὲν ἄψυχον ἐμψύχου μηδʼ ἀναίσθητον αἰσθανομένου
κρεῖττον εἶναι, μηδʼ ἂν τὸν σύμπαντά τις χρυσὸν ὁμοῦ καὶ σμάραγδον εἰς ταὐτὸ συμφορήσῃ. οὐκ ἐν χρόαις[*](χρόαις *: χροιαῖς ) γὰρ οὐδʼ ἐν σχήμασιν οὐδʼ ἐν λειότησιν ἐγγίγνεται τὸ θεῖον, ἀλλʼ ἀτιμοτέραν ἔχει νεκρῶν μοῖραν, ὅσα μὴ μετέσχε, μηδὲ μετέχειν τοῦ ζῆν πέφυκεν. ἡ δὲ ζῶσα καὶ βλέπουσα καὶ κινήσεως ἀρχὴν ἐξ αὑτῆς ἔχουσα καὶ γνῶσιν οἰκείων καὶ ἀλλοτρίων φύσις κάλλους τʼ[*](κάλλους τʼ Papabasiliu coll. Plat. Phaedr. p. 251 b: ἄλλως τε ) ἔσπακεν ἀπορροὴν καὶ μοῖραν ἐκ τοῦ φρονοῦντος, ὅτῳ[*](ὅτῳ Marklandus: ὅπως ) κυβερνᾶται τὸ[*](τὸ Bentleius: τό τε ) σύμπαν καθʼ Ἡράκλειτον.[*](Ἡράκλειτον] Mullach. 1 p. 323) ὅθεν οὐ χεῖρον ἐν τούτοις εἰκάζεται τὸ θεῖον ἢ χαλκοῖς[*](χαλχοῖς Salmasius: χαλκείοις ) καὶ λιθίνοις δημιουργήμασιν, ἃ φθορὰς μὲν ὁμοίως δέχεται καὶ ἐπιχρώσεις,[*](πηρώσεις Emperius) αἰσθήσεως; δὲ πάσης φύσει καὶ συνέσεως ἐστέρηται. περὶ μὲν οὖν τῶν τιμωμένων ζῴων ταῦτα δοκιμάζω μάλιστα τῶν λεγομένων.στολαὶ δʼ αἱ μὲν Ἴσιδος ποικίλαι ταῖς βαφαῖς περὶ γὰρ ὕλην ἡ δύναμις αὐτῆς πάντα γιγνομένην καὶ δεχομένην, φῶς σκότος, ἡμέραν νύκτα, πῦρ ὕδωρ, ζωὴν θάνατον, ἀρχὴν τελευτήν· ἡ δʼ Ὀσίριδος οὐκ ἔχει σκιὰν οὐδὲ ποικιλμόν, ἀλλʼ ἓν ἁπλοῦν τὸ φωτοειδές· ἄκρατον γὰρ ἡ ἀρχὴ καὶ ἀμιγὲς τὸ πρῶτον καὶ νοητόν. ὅθεν ἅπαξ ταύτην[*](ταύτην Marklandus: ταῦτα ) ἀναλαβόντες ἀποτίθενται καὶ φυλάττουσιν ἀόρατον καὶ ἄψαυστον. ταῖς δʼ Ἰσιακαῖς[*](ταῖς δʼ Ἰσιακαῖς idem: τοῖς δʼ ἰσιακοῖς ) χρῶνται πολλάκις· ἐν
χρήσει γὰρ τὰ αἰσθητὰ καὶ πρόχειρα ὄντα πολλὰς ἀναπτύξεις καὶ θέας αὑτῶν[*](αὑτῶν Holwerda: αὐτῶν ) ἄλλοτʼ ἄλλως ἀμειβομένων δίδωσιν. ἡ δὲ τοῦ νοητοῦ καὶ εἰλικρινοῦς καὶ ἁπλοῦ[*](ἁπλοῦ Emperius: ἁγίου ) νόησις ὥσπερ ἀστραπὴ διαλάμψασα τῆς ψυχῆς[*](τῇ ψυχῇ Marklandus) ἅπαξ ποτὲ θιγεῖν καὶ προσιδεῖν παρέσχε.[*](παρέσχε Bentleius: προσέσχε ) διὸ καὶ Πλάτων[*](Πλάτων] Symp. p. 210a) καὶ Ἀριστοτέλης ἐποπτικὸν τοῦτο τὸ μέρος τῆς φιλοσοφίας καλοῦσιν, ὡς οἱ[*](ὡς οἱ] καὶ ὅσοι Halmius) τὰ δοξαστὰ καὶ μικτὰ καὶ παντοδαπὰ ταῦτα παραμειψάμενοι τῷ λόγῳ, πρὸς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν καὶ ἄυλον ἐξάλλονται, καὶ θιγόντες ἁπλῶς[*](ἁπλῶς R: ἄλλως ) τῆς περὶ αὐτὸ καθαρᾶς ἀληθείας οἷον ἐντελῆ[*](ἐντελῆ] ἐν τελετῇ R) τέλος ἔχειν φιλοσοφίαν[*](φιλοσοφίας R) νομίζουσι.καὶ τοῦθʼ ὅπερ οἱ νῦν ἱερεῖς ἀφοσιούμενοι καὶ παρακαλυπτόμενοι μετʼ εὐλαβείας ὑποδηλοῦσιν, ὡς ὁ θεὸς οὗτος ἄρχει καὶ βασιλεύει τῶν τεθνηκότων οὐχ ἕτερος ὢν τοῦ καλουμένου παρʼ Ἕλλησιν Ἅιδου καὶ Πλούτωνος, ἀγνοούμενον ὅπως ἀληθές ἐστι, διαταράττει[*](διαταράττει X: διαταράττειν ) τοὺς πολλοὺς ὑπονοοῦντας ἐν γῇ καὶ ὑπὸ γῆν τὸν ἱερὸν καὶ ὅσιον ὡς ἀληθῶς Ὄσιριν οἰκεῖν, ὅπου τὰ σώματα κρύπτεται τῶν τέλος ἔχειν δοκούντων. ὁ δʼ ἔστι μὲν αὐτὸς ἀπωτάτω τῆς γῆς ἄχραντος καὶ ἀμίαντος καὶ καθαρὸς οὐσίας ἁπάσης φθορὰν δεχομένης καὶ θάνατον. ἀνθρώπων δὲ ψυχαῖς ἐνταυθοῖ[*](ἐνταυθοῖἐνταυθὶ Holwerda) μὲν ὑπὸ σωμάτων καὶ παθῶν περιεχομέναις οὐκ ἔστι μετουσία τοῦ θεοῦ, πλὴν ὅσον ὀνείρατος
ἀμαυροῦ θιγεῖν νοήσει διὰ φιλοσοφίας· ὅταν δʼ ἀπολυθεῖσαι μεταστῶσιν εἰς τὸ ἀειδὲς καὶ ἀόρατον καὶ ἀπαθὲς καὶ ἁγνόν, οὗτος αὐταῖς ἡγεμών ἐστι καὶ βασιλεὺς ὁ θεός, ὡς ἂν ἐξηρτημέναις[*](ὡς ἂν ἐξηρτημέναις W: ἐξηρτημέναις ὡς ἂν ) ἀπʼ αὐτοῦ καὶ θεωμέναις ἀπλήστως καὶ ποθούσαις τὸ μὴ φατὸν μηδὲ ῥητὸν[*](ῥητὸν] ὁρατὸν W) ἀνθρώποις κάλλος· οὗ τὴν Ἶσιν ὁ παλαιὸς ἀποφαίνει λόγος ἐρῶσαν ἀεὶ καὶ διώκουσαν καὶ συνοῦσαν ἀναπιμπλάναι τὰ ἐνταῦθα πάντων[*](πάντων] πάντα W) καλῶν καὶ ἀγαθῶν, ὅσα γενέσεως μετέσχηκε. ταῦτα μὲν οὖν οὕτως ἔχει τὸν μάλιστα θεοῖς πρέποντα λόγον.εἰ δὲ καὶ περὶ τῶν θυμιωμένων ἡμέρας ἑκάστης εἰπεῖν, ὥσπερ ὑπεσχόμην, ἐκεῖνο ἂν[*](ἂν *) διανοηθείη τις πρότερον, ὡς ἀεὶ μὲν οἱ ἄνδρες ἐν σπουδῇ μεγίστῃ τίθενται τὰ πρὸς ὑγίειαν[*](ὑγίειαν *: ὑγείαν ) ἐπιτηδεύματα, μάλιστα δʼ ἐν[*](δʼ ἐν Marklandus: δὲ ) ταῖς ἱερουργίαις καὶ ταῖς ἁγνείαις καὶ διαίταις οὐχ ἧττον ἐστι[*](ἐστι *: ἐστι τουτὶ ) τοῦ ὁσίου τὸ ὑγιεινόν. . οὐ γὰρ ᾤοντο καλῶς ἔχειν οὔτε σώμασιν οὔτε ψυχαῖς ὑπούλοις καὶ νοσώδεσι θεραπεύειν τὸ καθαρὸν καὶ ἀβλαβὲς πάντῃ καὶ ἀμίαντον. ἐπεὶ τοίνυν ὁ ἀήρ, ᾧ πλεῖστα χρώμεθα καὶ σύνεσμεν, οὐκ ἀεὶ τὴν αὐτὴν ἔχει διάθεσιν καὶ κρᾶσιν, ἀλλὰ νύκτωρ πυκνοῦται καὶ πιέζει τὸ σῶμα καὶ συνάγει τὴν ψυχὴν εἰς τὸ δύσθυμον καὶ πεφροντικὸς οἷον ἀχλυώδη γιγνομένην καὶ βαρεῖαν, ἀναστάντες εὐθὺς ἐπιθυμιῶσι ῥητίνην, θεραπεύοντες καὶ
καθαίροντες τὸν ἀέρα τῇ διακρίσει καὶ τὸ σύμφυτον τῷ σώματι πνεῦμα μεμαρασμένον ἀναρριπίζοντες, ἐχούσης τι τῆς ὀσμῆς σφοδρὸν καὶ καταπληκτικόν. αὖθις δὲ μεσημβρίας αἰσθανόμενοι σφόδρα πολλὴν καὶ βαρεῖαν ἀναθυμίασιν ἀπὸ γῆς ἕλκοντα βίᾳ τὸν ἥλιον καὶ καταμιγνύοντα[*](καταμιγνύοντα X: καταμιγνύοντες ) τῷ ἀέρι, τὴν σμύρναν ἐπιθυμιῶσι. διαλύει γὰρ ἡ θερμότης καὶ σκίδνησι τὸ συνιστάμενον ἐν τῷ περιέχοντι θολερὸν καὶ ἰλυῶδες. καὶ γὰρ οἱ ἰατροὶ πρὸς τὰ λοιμικὰ πάθη βοηθεῖν δοκοῦσι φλόγα πολλὴν ποιοῦντες ὡς λεπτύνουσαν τὸν ἀέρα· λεπτύνει δὲ βέλτιον, ἐὰν εὐώδη ξύλα κάωσιν, οἷα κυπαρίττου καὶ ἀρκεύθου καὶ πεύκης. Ἄκρωνα γοῦν τὸν ἰατρὸν ἐν Ἀθήναις ὑπὸ τὸν μέγαν λοιμὸν εὐδοκιμῆσαι λέγουσι, πῦρ κελεύοντα παρακάειν τοῖς νοσοῦσιν ὤνησε γὰρ οὐκ ὀλίγους. Ἀριστοτέλης δέ φησι καὶ μύρων καὶ ἀνθέων καὶ λειμώνων εὐώδεις ἀποπνοίας οὐκ ἔλαττον ἔχειν τοῦ πρὸς ἡδονὴν τὸ πρὸς ὑγίειαν, ψυχρὸν ὄντα φύσει καὶ παγετώδη τὸν ἐγκέφαλον ἠρέμα τῇ θερμότητι καὶ λειότητι διαχεούσας. εἰ δὲ καὶ τὴν σμύρναν παρʼ Αἰγυπτίοις βὰλ[*](βὰλ] σὰλ Iablonskius) καλοῦσιν, ἐξερμηνευθὲν δὲ τοῦτο μάλιστα φράζει τῆς ληρήσεως ἐκσκορπισμόν, ἔστιν ἣν καὶ τοῦτο μαρτυρίαν τῷ λόγῳ τῆς αἰτίας δίδωσιν.τὸ δὲ κῦφι μῖγμα μὲν ἑκκαίδεκα μερῶν[*](μερῶν Emperius: μνῶν ) συντιθεμένων ἐστί, μέλιτος καὶ οἴνου καὶ σταφίδος καὶ κυπείρου,[*](κυπείρου *: κυπέρου ) ῥητίνης; τε καὶ σμύρνης καὶ ἀσπαλάθου
καὶ σεσέλεως, ἔτι δὲ σχίνου τε καὶ ἀσφάλτου καὶ θρύου καὶ λαπάθου, πρὸς δὲ τούτοις ἀρκευθίδων ἀμφοῖν ὧν τὴν μὲν μείζονα τὴν δʼ ἐλάττονα καλοῦσι καὶ καρδαμώμου καὶ καλάμου. συντίθενται δʼ οὐχ ὅπως ἔτυχεν, ἀλλὰ γραμμάτων ἱερῶν τοῖς μυρεψοῖς, ὅταν ταῦτα μιγνύωσιν, ἀναγιγνωσκομένων. τὸν δʼ ἀριθμόν, εἰ καὶ πάνυ δοκεῖ τετράγωνος ἀπὸ τετραγώνου καὶ μόνος ἔχων τῶν ἴσων ἰσάκις ἀριθμῶν[*](τῶν ἴσων - ἀριθμῶν W: τὸν ἴσον - ἀριθμὸν ) τῷ χωρίῳ τὴν περίμετρον ἴσην ἀγαγέσθαι[*](ἀγαγέσθαι] ἀγαπᾶσθαι W) προσηκόντως ἐλάχιστα ῥητέον εἴς γε τοῦτο συνεργεῖν, ἀλλὰ τὰ[*](ἀλλὰ τὰ Marklandus: ἅμα ) πλεῖστα τῶν συλλαμβανομένων ἀρωματικὰς ἔχοντα δυνάμεις γλυκὺ πνεῦμα καὶ χρηστὴν μεθίησιν ἀναθυμίασιν, ὑφʼ ἧς ὃ τʼ ἀὴρ τρεπόμενος καὶ τὸ σῶμα διὰ τῆς πνοῆς κινούμενον λείως[*](λείως R: δεῖ ὡς ) καὶ προσηνῶς[*](προσηνῶς M: πρὸς ἡμᾶς ) ὑπνοῖ τε καὶ[*](ὑπνοῖ τε καὶ *: ὑπινοῦται καὶ cf. p. 383 b) κρᾶσιν ἐπαγωγὸν ἴσχει καὶ τὰ λυπηρὰ καὶ σύντονα τῶν μεθημερινῶν φροντίδων ἄνευ μέθης οἷον ἅμματα χαλᾷ καὶ διαλύει· καὶ τὸ φανταστικὸν καὶ δεκτικὸν ὀνείρων μόριον ὥσπερ κάτοπτρον ἀπολεαίνει καὶ ποιεῖ καθαρώτερον οὐδὲν ἧττον ἢ τὰ κρούματα τῆς λύρας, οἷς ἐχρῶντο πρὸ τῶν ὕπνων οἱ Πυθαγόρειοι, τὸ ἐμπαθὲς καὶ ἄλογον τῆς ψυχῆς ἐξεπᾴδοντες οὕτω καὶ θεραπεύοντες;. τὰ γὰρ ὀσφραντὰ πολλάκις μὲν τὴν αἴσθησιν ἀπολείπουσαν ἀνακαλεῖται, πολλάκις δὲ πάλιν ἀμβλύνει καὶ κατηρεμίζει διαχεομένων ἐν τῷ σώματι τῶν ἀναδομάτων[*](ἀναδομάτων *: ἀναλωμάτων ) ὑπὸ λειότητος· ὥσπερ ἔνιοι τῶν ἰατρῶν τὸν ὕπνον ἐγγίγνεσθαι λέγουσιν, ὅταν ἡ τῆς τροφῆς ἀναθυμίασις οἷον ἕρπουσα λείως περὶ τὰ σπλάγχνα καὶ ψηλαφῶσα ποιῇ[*](ποιῇ Marklandus: ποιεῖ ) τινα γαργαλισμόν. τῷ δὲ κῦφι χρῶνται καὶ πώματι καὶ κράματι· πινόμενον γὰρ δοκεῖ τὰ ἐντὸς καθαίρειν, ---[*](lacuna 8-9 litt. in E) χρὴ[*](χρὴ] χρῆμα R) μαλακτικόν. ἄνευ δὲ τούτων ῥητίνη μέν ἐστιν ἔργον ἡλίου καὶ σμύρνα[*](σμύρνα Squirius: σμύρναν ) πρὸς τὴν εἵλην[*](εὑλην R: σεληνην ) τῶν φυτῶν ἐκδακρυόντων. τῶν δὲ τὸ κῦφι συντιθέντων ἔστιν ἃ νυκτὶ χαίρει μᾶλλον, ὥσπερ ὅσα πνεύμασι ψυχροῖς καὶ σκιαῖς καὶ δρόσοις καὶ ὑγρότησι τρέφεσθαι πέφυκεν. ἐπεὶ τὸ τῆς ἡμέρας; φῶς ἓν μέν ἐστι καὶ ἁπλοῦν καὶ τὸν ἣλιον ὁ Πίνδαρος[*](Πιν́δαρος] Olymp. I 6) ὁρᾶσθαί φησιν ἐρήμας[*](ἐρήμας Pindarus: ἐρήμης ) διʼ αἰθέρος ὁ δὲ νυκτερινὸς ἀὴρ κρᾶμα καὶ σύμμιγμα πολλῶν γέγονε φώτων καὶ δυνάμεων, οἷον σπερμάτων εἰς ἓν ἀπὸ παντὸς ἄστρου καταρρεόντων. εἰκότως οὖν ἐκεῖνα μὲν ὡς ἁπλᾶ καὶ ἀφʼ ἡλίου τὴν γένεσιν ἔχοντα διʼ ἡμέρας, ταῦτα δʼ ὡς μικτὰ καὶ παντοδαπὰ ταῖς ποιότησιν ἀρχομένης νυκτὸς ἐπιθυμιῶσι.