De Iside et Osiride
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
Εὔδοξος δέ, πολλῶν τάφων ἐν Αἰγύπτῳ λεγομένων, ἐν Βουσίριδι τὸ σῶμα κεῖσθαι· καὶ γὰρ
πατρίδα ταύτην γεγονέναι τοῦ Ὀσίριδος οὐκέτι μέντοι λόγου δεῖσθαι τὴν Ταφόσιριν· αὐτὸ γὰρ φράζειν τοὔνομα ταφὴν Ὀσίριδος. αἰνῶ[*](αἰνῶ] ἐῶ W) δὲ τομὴν ξύλου καὶ σχίσιν λίνου καὶ χοὰς χεομένας διὰ τὸ πολλὰ τῶν μυστικῶν ἀναμεμῖχθαι τούτοις. οὐ μόνον δὲ τούτων[*](τούτων] τούτου Baxterus) οἱ ἱερεῖς λέγουσιν, ἀλλὰ καὶ τῶν ἄλλων θεῶν, ὅσοι μὴ ἀγέννητοι[*](ἀγένητοι?) μηδʼ ἄφθαρτοι, τὰ μὲν σώματα παρʼ αὐτοῖς κεῖσθαι καμόντα καὶ θεραπεύεσθαι, τὰς δὲ ψυχὰς ἐν οὐρανῷ λάμπειν ἄστρα, καὶ καλεῖσθαι κύνα μὲν τὴν Ἴσιδος ὑφʼ Ἑλλήνων, ὑπʼ Αἰγυπτίων δὲ Σῶθιν Ὠρίωνα δὲ τὴν Ὥρου,[*](τὴν Ὡρου X: τὸν ὥρον ) τὴν δὲ Τυφῶνος ἄρκτον, εἰς δὲ τὰς ταφὰς[*](ταφὰς Salmasius: γραφὰς ) τῶν τιμωμένων ζῴων τοὺς μὲν ἄλλους συντεταγμένα τελεῖν, μόνους δὲ μὴ διδόναι τοὺς Θηβαΐδα κατοικοῦντας, ὡς θνητὸν θεὸν οὐδένα νομίζοντας, ἀλλʼ ὃν[*](ἀλλʼ ἢ ὃν?) καλοῦσιν αὐτοὶ Κνήφ, ἀγέννητον[*](ἀγένητον?) ὄντα καὶ ἀθάνατον.πολλῶν δὲ τοιούτων λεγομένων καὶ δεικνυμένων, οἱ μὲν οἰόμενοι βασιλέων ταῦτα καὶ τυράννων, διʼ ἀρετὴν ὑπερφέρουσαν ἢ δύναμιν ἀξίωμα τῇ δόξῃ[*](τῇ δόξῃ] ἢ δόξαν Duebnerus) θεότητος ἐπιγραψαμένων εἶτα χρησαμένων τύχαις, ἔργα καὶ πάθη δεινὰ καὶ μεγάλα διαμνημονεύεσθαι, ῥᾴστῃ μὲν ἀποδράσει τοῦ λόγου χρῶνται καὶ τὸ δύσφημον οὐ φαύλως ἀπὸ τῶν θεῶν ἐπʼ ἀνθρώπους μεταφέρουσι, καὶ ταύτας ἔχουσιν ἀπὸ τῶν ἱστορουμένων βοηθείας. ἱστοροῦσι γὰρ Αἰγύπτιοι τὸν μὲν Ἑρμῆν τῷ σώματι γενέσθαι γαλιάγκωνα,
τὸν δὲ Τυφῶνα τῇ χρόᾳ πυρρόν, λευκὸν δὲ τὸν Ὧρον καὶ μελάγχρουν τὸν Ὄσιριν, ὡς τῇ φύσει γεγονότας ἀνθρώπους. ἔτι δὲ καὶ στρατηγὸν ὀνομάζουσιν Ὄσιριν, καὶ κυβερνήτην Κάνωβον, οὗ φασιν ἐπώνυμον γεγονέναι τὸν ἀστέρα· καὶ τὸ πλοῖον, ὃ καλοῦσιν Ἕλληνες Ἀργώ, τῆς Ὀσίριδος νεὼς εἴδωλον ἐπὶ τιμῇ κατηστερισμένον, οὐ μακρὰν φέρεσθαι τοῦ Ὠρίωνος καὶ τοῦ Κυνός, ὧν τὸ μὲν Ὥρου τὸ[*](τὸ - τὸ] τὸν - τὸν R) δʼ Ἴσιδος ἱερὸν Αἰγύπτιοι νομίζουσιν.ὀκνῶ δέ, μὴ τοῦτʼ τὰ ἀκίνητα κινεῖν καὶ πολεμεῖν οὐ τῷ πολλῷ χρόνῳ κατὰ Σιμωνίδην[*](Σιμωνίδην] Bergk. 3 p. 522) μόνον, πολλοῖς δʼ ἀνθρώπων ἔθνεσι καὶ γένεσι κατόχοις ὑπὸ τῆς πρὸς τοὺς θεοὺς τούτους ὁσιότητος, οὐδὲν ἀπολιπόντας ἐξ[*](ἐξ] τοῦ ἐξ Baxterus) οὐρανοῦ μεταφέρειν ἐπὶ γῆν ὀνόματα τηλικαῦτα, καὶ τιμὴν καὶ πίστιν ὀλίγου δεῖν ἅπασιν ἐκ πρώτης γενέσεως ἐνδεδυκυῖαν ἐξιστάναι καὶ ἀναλύειν, μεγάλας μὲν τῷ ἀθέῳ λεῲ κλισιάδας ἀνοίγοντας καὶ ἐξανθρωπίζοντας[*](ἐξανθρωπίζοντας Marklandus: ἐξανθρωπίζοντι ) τὰ θεῖα, λαμπρὰν δὲ τοῖς Εὐημέρου τοῦ Μεσσηνίου φενακισμοῖς παρρησίαν διδόντας, ὃς αὐτὸς ἀντίγραφα συνθεὶς ἀπίστου καὶ ἀνυπάρκτου μυθολογίας πᾶσαν ἀθεότητα κατασκεδάννυσι τῆς οἰκουμένης, τοὺς νομιζομένους θεοὺς πάντας ὁμαλῶς διαγράφων εἰς ὀνόματα[*](ὀνόματα Baxterus: ὄνομα ) στρατηγῶν καὶ ναυάρχων καὶ βασιλέων ὡς δὴ πάλαι γεγονότων, ἐν δὲ Πάγχοντι γράμμασι χρυσοῖς ἀναγεγραμμένων,[*](ἀναγεγραμμένων Salmasius: ἀναγεγραμμένοις ) οἷς οὔτε βάρβαρος οὐδεὶς οὔθʼ
Ἕλλην, ἀλλὰ μόνος Εὐήμερος, ὡς ἔοικε, πλεύσας εἰς τοὺς μηδαμόθι γῆς γεγονότας μηδʼ ὄντας Παγχώους[*](Παγχωόυς] Παγχαίους?) καὶ Τριφύλλους ἐντετυχήκει.[*](ἐντετύχηκε R)καίτοι μεγάλαι μὲν ὑμνοῦνται πράξεις ἐν Ἀσσυρίοις Σεμιράμιος, μεγάλαι δʼ αἱ Σεσώστριος ἐν Αἰγύπτῳ· Φρύγες δὲ μέχρι νῦν τὰ λαμπρὰ καὶ θαυμαστὰ τῶν ἔργων Μανικὰ καλοῦσι διὰ τὸ Μάνην[*](Μάνην Salmasius: μάνιν ) τινὰ τῶν πάλαι βασιλέων ἀγαθὸν ἄνδρα καὶ δυνατὸν γενέσθαι παρʼ αὐτοῖς, ὃν ἔνιοι Μάσδην καλοῦσι· Κῦρος δὲ Πέρσας Μακεδόνας δʼ Ἀλέξανδρος ὀλίγου δεῖν ἐπὶ πέρας τῆς γῆς κρατοῦντας προήγαγον· ἀλλʼ ὄνομα καὶ μνήμην βασιλέων ἀγαθῶν ἔχουσιν. εἰ δέ τινες ἐξαρθέντες[*](ἐξαρθέντες X: ἐξαρθέντες X: ἐξαιρεθέντες ) ὑπὸ μεγαλαυχίας ὥς φησιν ὁ Πλάτων[*](Πλάτων] Legg. p. 716 a) ἅμα νεότητι καὶ ἀνοίᾳ[*](ἀνοίᾳ Plato: ἀγνοίᾳ ) φλεγόμενοι τὴν ψυχὴν μεθʼ ὕβρεως ἐδέξαντο θεῶν ἐπωνυμίας καὶ ναῶν ἱδρύσεις, βραχὺν ἤνθησεν ἡ δόξα χρόνον, εἶτα κενότητα καὶ ἀλαζονείαν μετʼ ἀσεβείας καὶ παρανομίας προσοφλόντες.
ὠκύμοροι καπνοῖο δίκην ἀρθέντες ἀπέπταν,[*](Mullach. 1 p. 2) καὶ νῦν ὥσπερ ἀγώγιμοι δραπέται τῶν ἱερῶν καὶ τῶν βωμῶν ἀποσπασθέντες οὐδὲν ἀλλʼ ἢ τὰ μνήματα καὶ τοὺς τάφους ἔχουσιν. ὅθεν Ἀντίγονος ὁ γέρων, Ἑρμοδότου τινὸς ἐν ποιήμασιν αὐτὸν Ἡλίου[*](ἡλίου] Bergk. 3 p. 637) παῖδα καὶ θεὸν ἀναγορεύοντος, οὐ τοιαῦτά μοι εἶπεν ὁ λασανοφόρος σύνοιδεν εὖ δὲ καὶ Λύσιππος ὁ πλάστης Ἀπελλῆν ἐμέμψατο τὸν ζωγράφον, ὅτι τὴν Ἀλεξάνδρου γράφων εἰκόνα κεραυνὸν ἐνεχείρισεν αὐτὸς δὲ λόγχην, ἧς τὴν δόξαν οὐδὲ εἷς ἀφαιρήσεται χρόνος ἀληθινὴν καὶ ἰδίαν οὖσαν.
βέλτιον οὖν οἱ τὰ περὶ τὸν Τυφῶνα καὶ Ὄσιριν καὶ Ἶσιν ἱστορούμενα μήτε θεῶν παθήματα μήτʼ ἀνθρώπων, ἀλλὰ δαιμόνων μεγάλων εἶναι νομίζοντες, οὓς[*](οὓς X ex Euseb. Praep. Ev. 5, 5: ὡς ) καὶ Πλάτων καὶ Πυθαγόρας; καὶ Ξενοκράτης καὶ Χρύσιππος, ἑπόμενοι τοῖς πάλαι θεολόγοις, ἐρρωμενεστέρους μὲν ἀνθρώπων γεγονέναι λέγουσι καὶ πολὺ[*](πολὺ Eusebius: πολλῇ ) τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας ἡμῶν, τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδʼ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς; φύσει καὶ σώματος· αἰσθήσει[*](αἰσθήσει X: αἰσθήσει ἐν )[*](φύσει - αἰσθήσει] φύσεως - αἰσθήσεως Baxterus) συνειληχός, ἡδονὴν δεχόμενον[*](δεχόμενον Eusebius: δεχομένην ) καὶ πόνον, καὶ ὅσα ταύταις ἐγγενόμενα ταῖς μεταβολαῖς πάθη τοὺς μὲν μᾶλλον τοὺς δʼ ἧττον ἐπιταράττει. γίγνονται γὰρ ὡς ἐν ἀνθρώποις, καὶ δαίμοσιν, ἀρετῆς διαφοραὶ καὶ κακίας. τὰ γὰρ Γιγαντικὰ καὶ Τιτανικὰ παρʼ Ἕλλησιν ᾀδόμενα καὶ Κρόνου[*](Κρόνου] πολλαὶ idem τινὲς X ex Eusebio: τινὸς ) τινὲς ἄθεσμοι πράξεις καὶ Πύθωνος ἀντιτάξεις πρὸς; Ἀπόλλωνα, φυγαί[*](φυγαί X ex eodem: φθόγγοι ) τε Διονύσου καὶ πλάναι, Δήμητρος οὐδὲν ἀπολείπουσι τῶν Ὀσιριακῶν καὶ Τυφωνικῶν, ἄλλων θʼ ὧν πᾶσιν[*](πᾶσιν] παρὰ πᾶσιν Eusebius) ἔξεστιν ἀνέδην μυθολογουμένων ἀκούειν· ὅσα τε μυστικοῖς ἱεροῖς περικαλυπτόμενα[*](περικαλυπτόμενα] παρακαλυπτόμενα idem) καὶ τελεταῖς ἄρρητα
διασῴζεται καὶ ἀθέατα πρὸς τοὺς πολλούς, ὅμοιον ἔχει λόγον.ἀκούομεν δὲ καὶ Ὁμήρου τοὺς μὲν ἀγαθοὺς διαφόρως θεοειδέας ἑκάστοτε καλοῦντος[*](καλοῦντος R) καὶ ἀντιθέους καί θεῶν ἄπο μήδεʼ ἔχοντας· τῷ δʼ ἀπὸ τῶν δαιμόνων προσρήματι χρωμένου κοινῶς ἐπί τε χρηστῶν καὶ φαύλων,
καὶ πάλιν
- δαιμόνιε σχεδὸν ἐλθέ· τίη δειδίσσεαι οὕτως
[*](Home. N 810)- Ἀργείους;ʼ
ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος·[*](id. E 438) καὶ
ὡς τῶν δαιμόνων μικτὴν καὶ ἀνώμαλον φύσιν ἐχόντων καὶ προαίρεσιν. ὅθεν ὁ μὲν Πλάτων[*](Πλάτων] Legg. p. 717a) Ὀλυμπίοις θεοῖς τὰ δεξιὰ καὶ περιττὰ τὰ δʼ ἀντίφωνα τούτων δαίμοσιν ἀποδίδωσιν. ὁ δὲ Ξενοκράτης καὶ τῶν ἡμερῶν τὰς ἀποφράδας καὶ τῶν ἑορτῶν, ὅσαι πληγάς τινας ἢ κοπετοὺς ἢ νηστείας ἢ δυσφημίας· ἢ αἰσχρολογίαν ἔχουσιν, οὔτε θεῶν τιμαῖς οὔτε δαιμόνων οἴεται προσήκειν χρηστῶν, ἀλλʼ εἶναι φύσεις ἐν τῷ περιέχοντι μεγάλας μὲν καὶ ἰσχυράς, δυστρόπους δὲ καὶ σκυθρωπάς, αἳ χαίρουσι τοῖς τοιούτοις, καὶ τυγχάνουσαι πρὸς οὐθὲν ἄλλο χεῖρον τρέπονται· τοὺς δὲ χρηστοὺς πάλιν καὶ ἀγαθοὺς ὅ θʼ Ἡσίοδος[*](Ησίοδος] OD 126) ἁγνοὺς δαίμονας καὶ φύλακας ἀνθρώπων προσαγορεύει, πλουτοδότας καὶ τοῦτο γέρας βασιλήιον ἔχοντας. ὅ τε Πλάτων[*](Πλάτων] Symp. p. 202 e) ἑρμηνευτικὸν τὸ τοιοῦτον ὀνομάζει γένος καὶ διακονικὸν ἐν μέσῳ θεῶν καὶ ἀνθρώπων, εὐχὰς μὲν ἐπεῖ καὶ δεήσεις ἀνθρώπων ἀναπέμποντας, ἐκεῖθεν δὲ μαντεῖα δεῦρο καὶ δόσεις ἀγαθῶν φέροντας, Ἐμπεδοκλῆς[*](Ἐμπεδοκλῆς] Mullach 1 p. 2) δὲ καὶ δίκας φησὶ διδόναι τοὺς δαίμονας ὧν ἂν[*](ἂν add. Duebnerus ex Eusebio) ἐξαμάρτωσι καὶ πλημμελήσωσιν,
- δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
[*](id. Δ 31)- τόσσα κακὰ ῥέζουσιν, ὅ,τʼ ἀσπερχὲς μενεαίνεις
- Ἰλίου ἐξαλαπάξαι ἐυκτίμενον πτολίεθρον;
ἄχρι οὗ κολασθέντες οὕτω καὶ καθαρθέντες αὖθις τὴν κατὰ φύσιν χώραν καὶ τάξιν ἀπολάβωσι.
- αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει,
- πόντος δʼ ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δʼ ἐς αὐγὰς[*](αὐγὰς X: αὖθις )
- ἠελίου ἀκάμαντος, ὁ δʼ αἰθέρος ἔμβαλε δίναις·
- ἄλλος δʼ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες·
τούτων δὲ καὶ τῶν τοιούτων ἀδελφὰ λέγεσθαί φασι περὶ Τυφῶνος, ὡς δεινὰ μὲν ὑπὸ φθόνου καὶ δυσμενείας εἰργάσατο, καὶ πάντα πράγματα ταράξας ἐνέπλησε κακῶν γῆν ὁμοῦ τι[*](τι R: τε ) πᾶσαν καὶ θάλασσαν, εἶτα δίκην ἔδωκεν. ἡ δὲ τιμωρὸς Ὀσίριδος ἀδελφὴ καὶ γυνὴ τὴν Τυφῶνος σβέσασα καὶ καταπαύσασα μανίαν καὶ λύσσαν οὐ περιεῖδε τοὺς; ἄθλους καὶ τοὺς ἀγῶνας, οὓς ἀνέτλη, καὶ πλάνας αὑτῆς· καὶ πολλὰ μὲν ἔργα σοφίας πολλὰ δʼ ἀνδρείας, ἀμνηστίαν ὑπολαβοῦσαν[*](ὑπολαβοῦσαν M: ὑπολαβοῦσα ) καὶ σιωπήν, ἀλλὰ ταῖς ἁγιωτάταις·
ἀναμίξασα τελεταῖς εἰκόνας καὶ ὑπονοίας καὶ μιμήματα[*](μιμήματα Baxterus: μίμημα ) τῶν τότε παθημάτων, εὐσεβείας ὁμοῦ δίδαγμα καὶ παραμύθιον ἀνδράσι καὶ γυναιξὶν ὑπὸ συμφορῶν ἐχομένοις ὁμοίων καθωσίωσεν. αὐτὴ δὲ καὶ Ὄσιρις ἐκ δαιμόνων ἀγαθῶν διʼ ἀρετὴν[*](ἀρετὴν R: ἀρετῆς ) εἰς θεοὺς μεταβαλόντες, ὡς ὕστερον Ἡρακλῆς καὶ Διόνυσος, ἅμα καὶ θεῶν καὶ δαιμόνων οὐκ ἀπὸ τρόπου μεμιγμένας τιμὰς ἔχουσι, πανταχοῦ μέν, ἐν δὲ τοῖς[*](τοῖς X: τούτοις ) ὑπὲρ γῆν καὶ[*](ὑπὲρ γῆν καὶ] del. X) ὑπὸ γῆν δυνάμενοι μέγιστον, οὐ γὰρ ἄλλον εἶναι Σάραπιν ἢ τὸν Πλούτωνά φασι, καὶ Ἶσιν τὴν[*](τὴν] ἢ τὴν R) Περσέφασσαν, ὡς Ἀρχέμαχος[*](Ἀρχέμαχος] Mueller. 4 p. 215) εἴρηκεν ὁ Εὐβοεύς, καὶ ὁ Ποντικὸς Ἡρακλείδης[*](Ἡερακλείδης X: ἡράκλειτος ) τὸ χρηστήριον ἐν Κανώβῳ Πλούτωνος ἡγούμενος εἶναι.Πτολεμαῖος δʼ ὁ Σωτὴρ ὄναρ εἶδε[*](ὄναρ εἶδε Baxterus: ἀνεῖλε ) τὸν ἐν Σινώπῃ τοῦ Πλούτωνος κολοσσόν, οὐκ ἐπιστάμενος οὐδʼ ἑωρακὼς πρότερον οἷος τὴν μορφὴν ἦν,[*](ἧν R) κελεύοντα κομίσαι τὴν ταχίστην αὐτὸν εἰς Ἀλεξάνδρειαν. ἀγνοοῦντι δʼ αὐτῷ καὶ ἀποροῦντι, ποῦ καθίδρυται, καὶ διηγουμένῳ τοῖς φίλοις τὴν ὄψιν, εὑρέθη πολυπλανὴς[*](πολυπλανὴς Duebnerus: πολυπλάνης ) ἄνθρωπος; ὄνομα Σωσίβιος, ἐν Σινώπῃ φάμενος ἑωρακέναι τοιοῦτον κολοσσόν, οἷον ὁ βασιλεὺς ἰδεῖν ἔδοξεν. ἔπεμψεν οὖν Σωτέλη καὶ Διονύσιον,[*](Διονύσιον p. 981 a: διόνυσον ) οἳ χρόνῳ πολλῷ καὶ μόλις, οὐκ ἄνευ μέντοι θείας προνοίας , ἤγαγον ἐκκλέψαντες. ἐπεὶ δὲ
κομισθεὶς; ὤφθη, συμβαλόντες οἱ περὶ Τιμόθεον τὸν ἐξηγητὴν καὶ Μανέθωνα τὸν Σεβεννύτην Πλούτωνος ὂν ἄγαλμα, τῷ Κερβέρῳ τεκμαιρόμενοι καὶ τῷ δράκοντι, πείθουσι τὸν Πτολεμαῖον, ὡς ἑτέρου θεῶν οὐδενὸς ἀλλὰ[*](ἀλλὰ] ἀλλʼ ἢ) Σαράπιδός ἐστιν. οὐ γὰρ ἐκεῖθεν οὕτως[*](οὕτως Marklandus: οὑτος ) ὀνομαζόμενος ἧκεν, ἀλλʼ εἰς Ἀλεξάνδρειαν κομισθεὶς τὸ παρʼ Αἰγυπτίοις ὄνομα τοῦ Πλούτωνος ἐκτήσατο τὸν Σάραπιν. καὶ μέντοι[*](μέντοι] add. τὰ Schellensius) Ἡρακλείτου τοῦ φυσικοῦ λέγοντος Ἅιδης καὶ Διόνυσος ωὑτὸς[*](ωὑτός W: οὗτος ) ὅτεῳ μαίνονται καὶ ληναΐζουσιν,ʼ[*](ὅτεῳ - ληναϊζουσιν scripsi ex Clem. Alex. Protr. p. 30 Pott.: ὅτε οὐν - ληραίνουσιν ) εἰς ταύτην ὑπάγουσι τὴν δόξαν. οἱ γὰρ ἀξιοῦντες Ἅιδην λέγεσθαι τὸ σῶμα τῆς ψυχῆς οἷον παραφρονούσης καὶ μεθυούσης ἐν αὐτῷ, γλίσχρως ἀλληγοροῦσι. βέλτιον δὲ τὸν Ὄσιριν εἰς ταὐτὸ συνάγειν τῷ Διονύσῳ, τῷ τʼ Ὀσίριδι τὸν Σάραπιν, ὅτε τὴν φύσιν μετέβαλε, ταύτης τυχόντι[*](τυχόντι Squirius: τυχόντα ) τῆς προσηγορίας;. διὸ πᾶσι κοινὸς ὁ Σάραπίς ἐστι, ὡς δὴ[*](δὴ *: δὲ ) τὸν Ὄσιριν οἱ τῶν ἱερῶν μεταλαβόντες ἴσασιν.οὐ γὰρ ἄξιον προσέχειν τοῖς Φρυγίοις γράμμασιν, ἐν οἷς λέγεται Χάροπος[*](Χάροπος Emperius: χαροπῶς τοὺς ) μὲν τοῦ Ἡρακλέους γενέσθαι θυγάτηρ Ἶσις,[*](Ἰσις αἰακοῦ idem: ἰσαιακοῦ ) Αἰακοῦ δὲ τοῦ Ἡρακλέους ὁ Τυφών οὐδὲ Φυλάρχου[*](Φυλάρχου X: φιλάρχου ) μὴ καταφρονεῖν γράφοντος, ὅτι πρῶτος εἰς Αἴγυπτον ἐξ Ἰνδῶν Διόνυσος ἤγαγε δύο βοῦς, ὧν ἦν τῷ μὲν Ἆπις ὄνομα τῷ δʼ Ὄσιρις·[*](Ὀσιρις] Ὀνουφις Partheius) Σάραπις δʼ ὄνομα τοῦ τὸ πᾶν κοσμοῦντὸς
ἐστι παρὰ τὸ σαίρειν, ὃ καλλύνειν τινὲς καὶ κοσμεῖν λέγουσιν. ἄτοπα γὰρ ταῦτα τοῦ Φυλάρχου, πολλῷ δʼ ἀτοπώτερα τὰ[*](τὰ Squirius) τῶν λεγόντων οὐκ εἶναι θεὸν τὸν Σάραπιν, ἀλλὰ τὴν Ἄπιδος σορὸν οὕτως ὀνομάζεσθαι, καὶ χαλκᾶς τινας ἐν Μέμφει πύλας λήθης καὶ κωκυτοῦ προσαγορευομένας, ὅταν θάπτωσι τὸν Ἆπιν, ἀνοίγεσθαι βαρὺ καὶ σκληρὸν ψοφούσας· διὸ παντὸς ἠχοῦντος ἡμᾶς χαλκώματος ἐπιλαμβάνεσθαι.[*](παντὸς - ἐπιλαμβάνεσθαι] πάντων - ἐπιλανθάνεσθαι W) μετριώτεροι[*](μετριώτεροι Baxterus: μετριώτερον ) δʼ οἱ[*](οἱ X) παρὰ τὸ σεύεσθαι καὶ τὸ σοῦσθαι[*](καὶ τὸ σοῦσθαι] del. Squirius) τὴν τοῦ παντὸς ἅμα κίνησιν εἰρῆσθαι φάσκοντες. οἱ δὲ πλεῖστοι τῶν ἱερέων εἰς ταὐτό φασι τὸν Ὄσιριν συμπεπλέχθαι καὶ τὸν Ἆπιν, ἐξηγούμενοι καὶ διδάσκοντες ἡμᾶς, ὡς ἔμμορφον[*](ἔμμορφον W: εὔμορφον ) εἰκόνα χρὴ νομίζειν τῆς Ὀσίριδος ψυχῆς τὸν Ἆπιν. ἐγὼ δʼ, εἰ μὲν Αἰγύπτιόν ἐστι τοὔνομα τοῦ Σαράπιδος, εὐφροσύνην αὐτὸ δηλοῦν οἴομαι καὶ χαρμοσύνην, τεκμαιρόμενος ὅτι τὴν ἑορτὴν Αἰγύπτιοι τὰ Χαρμόσυνα Σαίρει καλοῦσιν. καὶ γὰρ Πλάτων τὸν Ἅιδην ὡς ἁδούσιον[*](ἁδούσιον *: αἰδοῦς υἱὸν αὐτῷ W: αὐτοῦ ) τοῖς παρʼ αὐτῷ γενομένοις καὶ προσηνῆ θεὸν ὠνομάσθαι φησί· καὶ παρʼ Αἰγυπτίοις ἄλλα τε πολλὰ τῶν ὀνομάτων λόγοι εἰσὶ[*](λόγοι εἰσὶ] cf. p. 16c) καὶ τὸν ὑποχθόνιον τόπον, εἰς ὃν οἴονται τὰς ψυχὰς ἀπέρχεσθαι μετὰ τὴν τελευτήν, Ἀμένθην καλοῦσι σημαίνοντος τοῦ ὀνόματος τὸν λαμβάνοντα καὶ διδόντα. εἰ δὲ καὶ τοῦτο τῶν ἐκ τῆς Ἑλλάδος ἀπελθόντων πάλαι καὶ μετακομισθέντων ὀνομάτων ἕν ἐστιν, ὕστερον ἐπισκεψόμεθα· νῦν δὲ τὰ λοιπὰ τῆς ἐν χερσὶ δόξης προσδιέλθωμεν.ὁ μὲν γὰρ Ὄσιρις καὶ ἡ Ἶσις ἐκ δαιμόνων ἀγαθῶν εἰς θεοὺς μετήλλαξαν· τὴν δὲ τοῦ Τυφῶνος ἠμαυρωμένην καὶ συντετρυμμένην δύναμιν, ἔτι δὲ καὶ ψυχορραγοῦσαν καὶ σφαδᾴζουσαν, ἔστιν αἷς παρηγοροῦσι θυσίαις καὶ πραΰνουσιν, ἔστι δʼ ὅτε πάλιν ἐκταπεινοῦσι καὶ καθυβρίζουσιν ἔν τισιν ἑορταῖς, τῶν μὲν ἀνθρώπων τοὺς πυρροὺς καὶ προπηλακίζοντες, ὄνον δὲ κατακρημνίζοντες, ὡς Κοπτῖται, διὰ τὸ πυρρὸν γεγονέναι τὸν Τυφῶνα καὶ ὀνώδη τὴν χρόαν. Βουσιρῖται δὲ καὶ Λυκοπολῖται σάλπιγξιν οὐ χρῶνται τὸ παράπαν ὡς ὄνῳ φθεγγομέναις ἐμφερές. καὶ ὅλως τὸν ὄνον οὐ καθαρὸν ἀλλὰ δαιμονικὸν ἡγοῦνται ζῷον εἶναι διὰ τὴν πρὸς ἐκεῖνον ὁμοιότητα καὶ πόπανα ποιοῦντες ἐν θυσίαις τοῦ τε Παϋνὶ καὶ τοῦ Φαωφὶ μηνὸς ἐπιπλάττουσι παράσημον ὄνον δεδεμένον. ἐν δὲ τῇ τοῦ Ἡλίου θυσίᾳ τοῖς σεβομένοις[*](σεβομένοις X: ἐσομένοις ) τὸν θεὸν παρεγγυῶσι μὴ φορεῖν ἐπὶ τῷ σώματι χρυσία μηδʼ ὄνῳ τροφὴν διδόναι. φαίνονται δὲ καὶ οἱ Πυθαγορικοὶ τὸν Τυφῶνα δαιμονικὴν ἡγούμενοι δύναμιν· λέγουσι γὰρ ἐν ἀρτίῳ μέτρῳ % ἕκτῳ καὶ πεντηκοστῷ γεγονέναι Τυφῶνα· καὶ πάλιν τὴν μὲν τοῦ τριγώνου[*](τριγώνου] add. φύσιν vel δύναμιν Baxterus) Ἅιδου καὶ Διονύσου καὶ Ἄρεος εἶναι· τὴν δὲ τοῦ τετραγώνου Ῥέας καὶ Ἀφροδίτης καὶ Δήμητρος καὶ Ἑστίας καὶ Ἥρας·[*](καὶ Ἡρας] del. Emperius) τὴν
δὲ τοῦ δωδεκαγώνου Διός· τὴν δʼ[*](τὴν δʼ] τὴν δὲ τοῦ R) ἑκκαιπεντηκονταγωνίου[*](ἑκκαιπεντηκονταγωνίου X: ὀκτωκαιπεντηκονταγωνίου ) Τυφῶνος, ὡς Εὔδοξος ἱστόρηκεν.Αἰγύπτιοι δὲ πυρρόχρουν γεγονέναι τὸν Τυφῶνα νομίζοντες καὶ τῶν βοῶν τοὺς πυρροὺς καθιερεύουσιν, οὕτως ἀκριβῆ ποιούμενοι τὴν παρατήρησιν, ὥστε, κἂν μίαν ἔχῃ τρίχα μέλαιναν ἢ λευκήν, ἄθυτον ἡγεῖσθαι. θύσιμον γὰρ οὐ φίλον εἶναι θεοῖς, ἀλλὰ τοὐναντίον, ὅσα ψυχὰς ἀνοσίων ἀνθρώπων καὶ ἀδίκων εἰς ἕτερα μεταμορφουμένων σώματα συνείληφε. διὸ τῇ μὲν κεφαλῇ τοῦ ἱερείου καταρασάμενοι καὶ ἀποκόψαντες εἰς τὸν ποταμὸν ἐρρίπτουν πάλαι, νῦν δὲ τοῖς ξένοις ἀποδίδονται. τὸν δὲ μέλλοντα θύεσθαι βοῦν οἱ σφραγισταὶ λεγόμενοι τῶν ἱερέων κατεσημαίνοντο, τῆς σφραγῖδος, ὡς ἱστορεῖ Κάστωρ,[*](Κάστωρ] vid. p. 266 e) γλυφὴν μὲν ἐχούσης; ἄνθρωπον εἰς; γόνυ καθεικότα ταῖς χερσὶν ὀπίσω περιηγμέναις, ἔχοντα κατὰ τῆς σφαγῆς ξίφος; ἐγκείμενον· ἀπολαύειν δὲ καὶ τὸν ὄνον, ὥσπερ εἴρηται, τῆς ὁμοιότητος διὰ τὴν ἀμαθίαν καὶ τὴν ὕβριν οὐχ ἧττον ἢ διὰ τὴν χρόαν οἴονται. διὸ καὶ τῶν Περσικῶν βασιλέων ἐχθραίνοντες μάλιστα τὸν Ὦχον ὡς ἐναγῆ καὶ μιαρόν, ὄνον ἐπωνόμασαν. κἀκεῖνος εἰπών ὁ μέντοι ὄνος οὗτος ὑμῶν κατευωχήσεται τὸν βοῦν, ἔθυσε τὸν Ἆπιν, ὡς Δείνων[*](Δείνων] Mueller. 2 p. 95) ἱστόρηκεν. οἱ δὲ λέγοντες ἐκ τῆς μάχης ἐπʼ ὄνου τῷ Τυφῶνι τὴν φυγὴν ἑπτὰ ἡμέρας[*](ἡμέρας Marklandus: ἡμέραις ) γενέσθαι, καὶ σωθέντα γεννῆσαι παῖδας Ἱεροσόλυμον καὶ Ἰουδαῖον,
αὐτόθεν εἰσὶ κατάδηλοι τὰ Ἰουδαϊκὰ παρέλκοντες εἰς τὸν μῦθον.ταῦτα μὲν οὖν τοιαύτας ὑπονοίας δίδωσιν· ἀπʼ ἄλλης δʼ ἀρχῆς τῶν φιλοσοφώτερόν τι λέγειν δοκούντων[*](δοκούντων Eusebius Praep. Ev. 3 , 3: δυναμένων ) τοὺς ἁπλουστάτους σκεψώμεθα πρῶτον. οὗτοι δʼ εἰσὶν οἱ λέγοντες, ὥσπερ Ἕλληνες Κρόνον ἀλληγοροῦσι τὸν χρόνον, Ἥραν δὲ τὸν ἀέρα, γένεσιν δὲ Ἡφαίστου τὴν εἰς πῦρ ἀέρος μεταβολήν, οὕτω παρʼ Αἰγυπτίοις Νεῖλον εἶναι τὸν Ὄσιριν Ἴσιδι συνόντα τῇ γῇ, Τυφῶνα δὲ τὴν θάλασσαν, εἰς ἣν ὁ Νεῖλος ἐμπίπτων ἀφανίζεται καὶ διασπᾶται, πλὴν ὅσον γῆ μέρος ἀναλαμβάνουσα καὶ δεχομένη γίγνεται γόνιμος ὑπʼ αὐτοῦ. καὶ θρῆνός ἐστιν ἱερὸς ἐπὶ τοῦ Κρόνου[*](Κρόνου] Νείλου M) γενόμενος, θρηνεῖ δὲ τὸν ἐν τοῖς ἀριστεροῖς γιγνόμενον μέρεσιν, ἐν δὲ τοῖς δεξιοῖς φθειρόμενον Αἰγύπτιοι γὰρ οἴονται τὰ μὲν ἑῷα τοῦ κόσμου πρόσωπον εἶναι, τὰ δὲ πρὸς βορρᾶν δεξιά, τὰ δὲ πρὸς νότον ἀριστερά. φερόμενος οὖν ἐκ τῶν νοτίων ὁ Νεῖλος, ἐν δὲ τοῖς βορείοις· ὑπὸ τῆς θαλάσσης καταναλισκόμενος εἰκότως λέγεται τὴν μὲν γένεσιν ἐν τοῖς ἀριστεροῖς ἔχειν, τὴν δὲ φθορὰν ἐν τοῖς δεξιοῖς. διὸ τήν τε θάλασσαν οἱ ἱερεῖς ἀφοσιοῦνται καὶ τὸν ἅλα Τυφῶνος ἀφρὸν καλοῦσι· καὶ τῶν ἀπαγορευομένων ἕν ἐστιν αὐτοῖς ἐπὶ τραπέζης ἅλα μὴ προτίθεσθαι. καὶ κυβερνήτας οὐ προσαγορεύουσιν, ὅτι χρῶνται θαλάττῃ καὶ τὸν βίον ἀπὸ τῆς θαλάττης ἔχουσιν. οὐχ ἣκιστα δὲ καὶ τὸν ἰχθὺν ἀπὸ ταύτης
προβάλλονται τῆς αἰτίας, καὶ τὸ μισεῖν ἰχθύι γράφουσιν. ἐν Σάι γοῦν ἐν τῷ προπύλῳ[*](προπύλῳ] προπυλαίῳ R) τοῦ ἱεροῦ τῆς Ἀθηνᾶς ἦν γεγλυμμένον βρέφος, γέρων, καὶ μετὰ τοῦτον[*](τοῦτον *: τοῦτο ) ἱέραξ, ἐφεξῆς δʼ ἰχθύς, ἐπὶ πᾶσι δʼ ἵππος ποτάμιος. ἐδήλου δὲ συμβολικῶς ὦ γιγνόμενοι καὶ ἀπογιγνόμενοι, θεὸς ἀναίδειαν μισεῖ· τὸ μὲν γὰρ βρέφος γενέσεως σύμβολον, φθορᾶς δʼ ὁ γέρων[*](θεὸς ἀναίδειαν - δʼ ὁ γέρων supplevi cum Cobeto: δεο γέρων. Lac. 70 fere litt. in E) ἱέρακι δὲ τὸν θεὸν φράζουσιν, ἰχθύι δὲ μῖσος, ὥσπερ εἴρηται, διὰ τὴν θάλατταν· ἵππῳ ποταμίῳ δʼ ἀναίδειαν λέγεται γὰρ ἀποκτείνας τὸν πατέρα τῇ μητρὶ βίᾳ μίγνυσθαι. δόξει δὲ καὶ τὸ ὑπὸ τῶν Πυθαγορικῶν λεγόμενον, ὡς ἡ θάλαττα Κρόνου δάκρυόν ἐστιν, αἰνίττεσθαι τὸ μὴ καθαρὸν μηδὲ σύμφυλον αὐτῆς.ταῦτα μὲν οὖν ἔξωθεν εἰρήσθω κοινὴν ἔχοντα τὴν ἱστορίαν.
οἱ δὲ σοφώτεροι τῶν ἱερέων οὐ μόνον τὸν Νεῖλον Ὄσιριν καλοῦσιν οὐδὲ Τυφῶνα τὴν θάλασσαν, ἀλλʼ Ὄσιριν μὲν ἁπλῶς ἅπασαν τὴν ὑγροποιὸν ἀρχὴν καὶ δύναμιν, αἰτίαν γενέσεως καὶ σπέρματος οὐσίαν νομίζοντες· Τυφῶνα δὲ πᾶν τὸ αὐχμηρὸν καὶ πυρῶδες καὶ ξηραντικὸν ὅλως καὶ πολέμιον τῇ ὑγρότητι. διὸ καὶ πυρρόχρουν[*](πυρρόχρουν (- τ͂ͅ χρόᾳ πυρρὸν p. 359 e) *: πυρρόχρων ) γεγονέναι τῷ σώματι καὶ πάρωχρον[*](καὶ πάρωχρον] del. Cobetus) νομίζοντες οὐ πάνυ προθύμως ἐντυγχάνουσιν οὐδʼ ἡδέως ὁμιλοῦσι τοῖς τοιούτοις τὴν ὄψιν ἀνθρώποις. τὸν δʼ Ὄσιριν αὖ πάλιν μελάγχρουν γεγονέναι μυθολογοῦσιν, ὅτι πᾶν ὕδωρ καὶ
γῆν καὶ ἱμάτια καὶ νέφη μελαίνει μιγνύμενον, καὶ τῶν νέων ὑγρότης ἐνοῦσα παρέχει τὰς τρίχας μελαίνας· ἡ δὲ πολίωσις οἷον ὠχρίασις ὑπὸ ξηρότητος ἐπιγίγνεται τοῖς παρακμάζουσι. καὶ τὸ μὲν ἔαρ θαλερὸν καὶ γόνιμον καὶ προσηνές· τὸ δὲ φθινόπωρον ὑγρότητος ἐνδείᾳ καὶ φυτοῖς πολέμιον καὶ ζῴοις νοσῶδες. ὁ δʼ ἐν Ἡλίου πόλει τρεφόμενος βοῦς, ὃν Μνεῦιν[*](Μνεῦιν Basileensis: μνύειν ) καλοῦσιν Ὀσίριδος δʼ ἱερόν, ἔνιοι δὲ καὶ τοῦ Ἄπιδος πατέρα νομίζουσι, μέλας ἐστὶ καὶ δευτέρας ἔχει τιμὰς μετὰ τὸν Ἆπιν, ἔτι τὴν Αἴγυπτον ἐν τοῖς μάλιστα μελάγγειον οὖσαν, ὥσπερ τὸ μέλαν τοῦ ὀφθαλμοῦ, Χημίαν καλοῦσι καὶ καρδίᾳ παρεικάζουσι· θερμὴ γάρ ἐστι καὶ ὑγρὰ καὶ τοῖς νοτίοις μέρεσι τῆς οἰκουμένης, ὥσπερ ἡ καρδία τοῖς εὐωνύμοις τοῦ ἀνθρώπου, μάλιστα ἐγκέκλεισται καὶ προσκεχώρηκεν.ἥλιον δὲ καὶ Σελήνην οὐχ ἅρμασιν ἀλλὰ πλοίοις ὀχήμασι χρωμένους περιπλεῖν φασιν,[*](φασιν Badhamus: ἀεί ) αἰνιττόμενοι τὴν ἀφʼ ὑγροῦ τροφὴν αὐτῶν καὶ γένεσιν. οἴονται δὲ καὶ Ὅμηρον[*](Ὁμηρον] Ξ 201) ὥσπερ Θαλῆν μαθόντα παρʼ Αἰγυπτίων ὕδωρ ἀρχὴν ἁπάντων καὶ γένεσιν τίθεσθαι, τὸν γὰρ Ὠκεανὸν Ὄσιριν εἶναι, τὴν δὲ Τηθὺν Ἶσιν, ὡς τιθηνουμένην πάντα καὶ συνεκτρέφουσαν. καὶ γὰρ Ἕλληνες τὴν τοῦ σπέρματος πρόεσιν[*](πρόεσιν Salmasius: πρόθεσιν ) ἀπουσίαν καλοῦσι καὶ συνουσίαν τὴν μῖξιν, καὶ τὸν υἱὸν ἀπὸ τοῦ ὕδατος καὶ τοῦ ὗσαι· καὶ τὸν Διόνυσον ὕην ὡς κύριον τῆς ὑγρᾶς φύσεως, οὐχ ἕτερον ὄντα
τοῦ Ὀσίριδος καὶ γὰρ τὸν Ὄσιριν Ἑλλάνικος Ὄσιριν ἔοικεν[*](ἔοικεν Valckenarius: ἔθηκεν ) ἀκηκοέναι ὑπὸ τῶν ἱερέων λεγόμενον· οὕτω γὰρ ὀνομάζων διατελεῖ τὸν θεόν, εἰκότως ἀπὸ τῆς φύσεως[*](φύσεως] ὕσεως Salmasius. εὖ ὕσεως?) καὶ τῆς εὑρέσεως.[*](εὑρέσεως] ὑγρεύσεως R. εὖ ῥύσεως?)ὅτι μὲν οὖν ὁ αὐτός ἐστι Διονύσῳ, τίνα μᾶλλον ἢ σὲ γιγνώσκειν, ὦ Κλέα, δὴ[*](δὴ] δήπου? cf. p. 752 c. 1108 d) προσῆκόν ἐστιν, ἀρχικλὰ[*](ἀρχικλὰ] ἀρχηγὸν Basileensis ex p. 293 f. ἀρχίλλαν?) μὲν οὖσαν ἐν Δελφοῖς τῶν Θυιάδων, τοῖς· δʼ Ὀσιριακοῖς καθωσιωμένην ἱεροῖς ἀπὸ πατρὸς καὶ μητρός; εἰ δὲ τῶν ἄλλων ἕνεκα δεῖ μαρτύρια παραθέσθαι, τὰ μὲν ἀπόρρητα κατὰ χώραν ἐῶμεν, ἃ δʼ ἐμφανῶς δρῶσι θάπτοντες τὸν Ἆπιν οἱ ἱερεῖς, ὅταν παρακομίζωσιν ἐπὶ σχεδίας τὸ σῶμα, βακχείας οὐδὲν ἀποδεῖ. καὶ γὰρ νεβρίδας περικαθάπτονται καὶ θύρσους φοροῦσι, καὶ βοαῖς χρῶνται καὶ κινήσεσιν ὥσπερ οἱ κάτοχοι τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς. διὸ καὶ ταυρόμορφον[*](ταυρόμορφα Διονύσου Marklandus) Διόνυσον ποιοῦσιν ἀγάλματα[*](οἱ ἀγαλματοποιοὶ Halmius cum X. Mihi ἀγάλματα glossema videtur) πολλοὶ τῶν Ἑλλήνων αἱ δʼ Ἠλείων γυναῖκες καὶ παρακαλοῦσιν εὐχόμεναι ποδὶ βοείῳ[*](βοείῳ] βοέῳ p. 299 a) τὸν θεὸν ἐλθεῖν πρὸς αὐτάς. Ἀργείοις δὲ βουγενὴς Διόνυσος ἐπίκλην, ἐστίν· ἀνακαλοῦνται δʼ αὐτὸν ὑπὸ σαλπίγγων ἐξ ὕδατος, ἐμβάλλοντες εἰς τὴν ἄβυσσον ἄρνα τῷ Πυλαόχῳ τὰς δὲ σάλπιγγας ἐν θύρσοις ἀποκρύπτουσιν, ὡς Σωκράτης[*](Σωκράτης] Mueller. 4 p 498) ἐν τοῖς περὶ Ὁσίων εἴρηκεν. ὁμολογεῖ δὲ καὶ τὰ Τιτανικὰ καὶ Νυκτέλια[*](Νυκτέλια Squirius: νὺξ τελεία ) τοῖς λεγομένοις
Ὀσίριδος διασπασμοῖς καὶ ταῖς ἀναβιώσεσι καὶ παλιγγενεσίαις ὁμοίως δὲ καὶ τὰ περὶ τὰς ταφάς. Αἰγύπτιοί τε γὰρ Ὀσίριδος πολλαχοῦ θήκας, ὥσπερ εἴρηται, δεικνύουσι, καὶ Δελφοὶ τὰ τοῦ Διονύσου λείψανα παρʼ αὐτοῖς παρὰ τὸ χρηστήριον ἀποκεῖσθαι νομίζουσι· καὶ θύουσιν οἱ Ὅσιοι θυσίαν ἀπόρρητον ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος, ὅταν αἱ Θυιάδες ἐγείρωσι τὸν Λικνίτην, ὅτι δʼ οὐ μόνον τοῦ οἴνου Διόνυσον, ἀλλὰ καὶ πάσης ὑγρᾶς φύσεως Ἕλληνες ἡγοῦνται κύριον καὶ ἀρχηγόν, ἀρκεῖ Πίνδαρος[*](Πίνδαρος] Bergk. 1 p. 433) μάρτυς εἶναι λέγωνδιὸ καὶ τοῖς τὸν Ὄσιριν σεβομένοις ἀπαγορεύεται δένδρον ἥμερον ἀπολλύναι καὶ πηγὴν ὕδατος; ἐμφράττειν.
- δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς
- αὐξάνοι, ἁγνὸν φέγγος ὀπώρας.
οὐ μόνον δὲ τὸν Νεῖλον, ἀλλὰ πᾶν ὑγρὸν ἁπλῶς Ὀσίριδος ἀπορροὴν καλοῦσι· καὶ τῶν ἱερῶν ἀεὶ προπομπεύει τὸ ὑδρεῖον ἐπὶ τιμῇ τοῦ θεοῦ. καὶ θρύῳ[*](θρύῳ W: θρύων ) βασιλέα καὶ τὸ νότιον κλίμα τοῦ κόσμου γράφουσι, καὶ μεθερμηνεύεται τὸ θρύον ποτισμὸς; καὶ κύησις[*](κύησις X: κίνησις ) πάντων, καὶ δοκεῖ γεννητικῷ μορίῳ τὴν φύσιν ἐοικέναι. τὴν δὲ τῶν Παμυλίων ἑορτὴν ἄγοντες, ὥσπερ εἴρηται, φαλλικὴν οὖσαν, ἄγαλμα προτίθενται καὶ περιφέρουσιν, οὗ τὸ αἰδοῖον τριπλάσιόν ἐστιν ἀρχὴ γὰρ ὁ θεός, ἀρχὴ δὲ πᾶσα τῷ
γονίμῳ πολλαπλασιάζει τὸ ἐξ αὑτῆς.[*](αὑτῆς *: αὐτῆς ) τὸ δὲ πολλάκις εἰώθαμεν καὶ τρὶς λέγειν, ὡς τὸ τρισμάκαρες[*](τρισμάκαρες] Hom. ζ 154) καὶδεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες.[*](id. θ 340) εἰ μὴ νὴ Δία κυρίως ἐμφαίνεται τὸ τριπλάσιον ὑπὸ τῶν παλαιῶν· ἡ γὰρ ὑγρὰ φύσις ἀρχὴ καὶ γένεσις οὖσα πάντων ἐξ ἀρχῆς τὰ πρῶτα τρία σώματα, γῆν ἀέρα καὶ πῦρ, ἐποίησε. καὶ γὰρ ὁ προστιθέμενος τῷ μύθῳ λόγος, ὡς τοῦ Ὀσίριδος ὁ Τυφὼν τὸ αἰδοῖον ἔρριψεν εἰς τὸν ποταμόν, ἡ δʼ Ἶσις οὐχ εὗρεν, ἀλλʼ ἐμφερὲς ἄγαλμα θεμένη καὶ κατασκευάσασα τιμᾶν καὶ φαλληφορεῖν ἔταξεν, ἐνταῦθα δὴ περιχωρεῖ,[*](δὴ περιχωρεῖ Madvigius: δὲ παραχωρεῖ ) διδάσκων, ὅτι τὸ γόνιμον καὶ τὸ σπερματικὸν τοῦ θεοῦ πρώτην[*](πρώτην R: πρῶτον ) ἔσχεν ὕλην τὴν ὑγρότητα καὶ διʼ ὑγρότητος ἐνεκράθη τοῖς πεφυκόσι μετέχειν γενέσεως. ἄλλος δὲ λόγος ἐστὶν Αἰγυπτίων, ὡς Ἄποπις Ἡλίου ὢν ἀδελφὸς ἐπολέμει τῷ Διί, τὸν δʼ Ὄσιριν ὁ Ζεὺς συμμαχήσαντα καὶ συγκαταστρεψάμενον αὐτῷ τὸν πολέμιον παῖδα θέμενος, Διόνυσον προσηγόρευσεν. καὶ τούτου δὲ τοῦ λόγου τὸ μυθῶδες ἔστιν ἀποδεῖξαι τῆς περὶ[*](περὶ X: παρὰ ) φύσιν ἀληθείας ἁπτόμενον. Δία μὲν γὰρ Αἰγύπτιοι τὸ πνεῦμα καλοῦσιν, ᾧ πολέμιον τὸ αὐχμηρὸν καὶ πυρῶδες τοῦτο δʼ ἥλιος μὲν οὐκ ἔστι, πρὸς δʼ ἥλιον ἔχει τινὰ συγγένειαν· ἡ δʼ ὑγρότης σβεννύουσα τὴν ὑπερβολὴν τῆς ξηρότητος αὔξει καὶ ῥώννυσι τὰς ἀναθυμιάσεις, ὑφʼ ὧν τὸ πνεῦμα τρέφεται καὶ τέθηλεν.
ἔτι τε τὸν κιττὸν[*](κιττὸν Squirius: κιττὸν ὃν ) Ἕλληνές τε καθιεροῦσι τῷ Διονύσῳ καὶ παρʼ Αἰγυπτίοις λέγεται χενόσιρις ὀνομάζεσθαι, σημαίνοντος τοῦ ὀνόματος, ὥς φασι, φυτὸν Ὀσίριδος. ἀρίστων τοίνυν ὁ γεγραφὼς Ἀθηναίων ἀποικίας[*](ἀποικίας Marklandus: ἀποικίαν ) ἐπιστολῇ τινι Ἀλεξάρχου περιέπεσεν, ἐν Διὸς[*](περιέπεσεν, ἐν ᾗ Διὸς Valckenarius: περιπέσειε νηίδος ) ἱστορεῖται καὶ[*](καὶ idem: δὲ καὶ ) Ἴσιδος υἱὸς ὢν ὁ Διόνυσος ὑπʼ Αἰγυπτίων οὐκ Ὄσιρις ἀλλʼ Ἀρσαφὴς ἐν τῷ ἄλφα γράμματι[*](ἐν τῷ ἄλφα γράμματι] del. R) λέγεσθαι, δηλοῦντος τὸ ἀνδρεῖον τοῦ ὀνόματος. ἐμφαίνει δὲ τοῦτο καὶ ὁ Ἑρμαῖος[*](Ἑρμαῖος] Ἑρμέας R) ἐν τῇ πρώτῃ περὶ τῶν Αἰγυπτίων· ὄμβριμον[*](ὄμβριμον] ὄμβριον Iablonskius) γάρ φησι μεθερμηνευόμενον εἶναι τὸν Ὄσιριν. ἐῶ δὲ Μνασέαν[*](Μνασέαν X: μνάσαν ) τῷ Ἐπάφῳ προστιθέντα τὸν Διόνυσον καὶ τὸν Ὄσιριν καὶ τὸν Σάραπιν· ἐῶ καὶ Ἀντικλείδην λέγοντα τὴν Ἶσιν Προμηθέως οὖσαν θυγατέρα Διονύσῳ συνοικεῖν αἱ γὰρ εἰρημέναι περὶ τὰς ἑορτὰς καὶ τὰς θυσίας οἰκειότητες ἐναργεστέραν τῶν μαρτύρων τὴν πίστιν ἔχουσι.
τῶν τʼ ἄστρων τὸν σείριον Ἴσιδος[*](Ἰσιδος] Ὀσίριδος Squirius) νομίζουσιν,[*](Ἰσιδος νομίζουσιν] syllabas δος νομι in rasura habet E, cuius pr. manus dedisse vid. Ἰσιν ὀνομάζουσι ) ὑδραγωγὸν ὄντα. καὶ τὸν λέοντα τιμῶσι καὶ χάσμασι λεοντείοις τὰ τῶν ἱερῶν θυρώματα κοσμοῦσιν, ὅτι πλημμυρεῖ Νεῖλος
ἠελίου τὰ πρῶτα συνερχομένοιο λέοντι.[*](Arati Phaenom. 351)ὡς δὲ Νεῖλον Ὀσίριδος ἀπορροήν, οὕτως Ἴσιδος; σῶμα γῆν ἔχουσι[*](ἔχουσι] λέγουσι W) καὶ νομίζουσιν[*](νομίζουσι] ὀνομάζουσι Marklandus) οὐ πᾶσαν, ἀλλʼ ἧς ὁ Νεῖλος ἐπιβαίνει σπερμαίνων καὶ μιγνύμενος· ἐκ δὲ τῆς· συνουσίας ταύτης γεννῶσι τὸν Ὧρον. ἔστι δʼ Ὧρος ἡ πάντα σῴζουσα καὶ τρέφουσα τοῦ περιέχοντος ὥρα καὶ κρᾶσις ἀέρος, ὃν ἐν τοῖς ἕλεσι τοῖς περὶ Βοῦτον ὑπὸ Λητοῦς τραφῆναι λέγουσιν· ἡ γὰρ ὑδατώδης καὶ διάβροχος γῆ μάλιστα τὰς σβεννυούσας καὶ χαλώσας τὴν ξηρότητα καὶ τὸν αὐχμὸν ἀναθυμιάσεις τιθηνεῖται. Νέφθυν δὲ καλοῦσι τῆς γῆς τὰ ἔσχατα καὶ παρόρια καὶ ψαύοντα τῆς θαλάττης· διὸ καὶ Τελευτὴν[*](Τελευτὴν Squirius: τελευταίην ) ἐπονομάζουσι τὴν Νέφθυν καὶ Τυφῶνι δὲ συνοικεῖν λέγουσιν. ὅταν δʼ ὑπερβαλὼν καὶ πλεονάσας ὁ Νεῖλος ἐπέκεινα πλησιάσῃ τοῖς ἐσχατεύουσι, τοῦτο μῖξιν Ὀσίριδος πρὸς Νέφθυν καλοῦσιν, ὑπὸ τῶν ἀναβλαστανόντων φυτῶν ἐλεγχομένην· ὧν καὶ τὸ μελίλωτόν ἐστιν, οὗ φησι μῦθος ἀπορρυέντος; καὶ ἀπολειφθέντος αἴσθησιν γενέσθαι Τυφῶνι τῆς περὶ τὸν γάμον ἀδικίας. ὅθεν ἡ μὲν Ἶσις ἔτεκε γνησίως τὸν Ὧρον, ἡ δὲ Νέφθυς σκότιον τὸν Ἄνουβιν. ἐν μέντοι ταῖς διαδοχαῖς τῶν βασιλέων ἀναγράφουσι τὴν Νέφθυν Τυφῶνι γημαμένην πρώτην γενέσθαι στεῖραν· εἰ δὲ τοῦτο μὴ περὶ γυναικὸς ἀλλὰ περὶ τῆς θεοῦ λέγουσιν, αἰνίττονται τὸ παντελὲς[*](παντελὲς] ἀλιτενὲς W. Nihil opus, cum τὸ παντελὲς ἄγονον idem valeat ac τὴν παντελῆ ἀγονίαν ) τῆς γῆς ἄγονον καὶ ἄκαρπον ὑπὸ στειρότητος.[*](στειρότητος W: στερρότητος )
ἡ δὲ Τυφῶνος ἐπιβουλὴ καὶ τυραννὶς αὐχμοῦ δύναμις ἦν ἐπικρατήσαντος καὶ διαφορήσαντος
τήν τε γεννῶσαν ὑγρότητα τὸν Νεῖλον καὶ αὔξουσαν. ἡ δὲ συνεργὸς αὐτοῦ βασιλὶς Αἰθιόπων αἰνίττεται πνοὰς νοτίους ἐξ Αἰθιοπίας· ὅταν γὰρ αὗται τῶν ἐτησίων ἐπικρατήσωσι τὰ νέφη πρὸς τὴν Αἰθιοπίαν ἐλαυνόντων, καὶ κωλύσωσι τοὺς τὸν Νεῖλον αὔξοντας ὄμβρους καταρραγῆναι, κατέχων ὁ Τυφὼν ἐπιφλέγει, καὶ τότε κρατήσας παντάπασι τὸν Νεῖλον εἰς ἑαυτὸν[*](ἑαυτὸν Bentleius: ἐναντίον ) ὑπʼ ἀσθενείας συσταλέντα καὶ ῥυέντα κοῖλον καὶ ταπεινὸν ἐξέωσεν εἰς τὴν θάλασσαν. ἡ γὰρ λεγομένη κάθειρξις εἰς τὴν σορὸν Ὀσίριδος οὐδὲν ἔοικεν ἀλλʼ ἢ κρύψιν ὕδατος καὶ ἀφανισμὸν αἰνίττεσθαι· διὸ μηνὸς Ἀθὺρ ἀφανισθῆναι τὸν Ὄσιριν λέγουσιν, ὅτε τῶν ἐτησίων ἀπολειπόντων παντάπασιν ὁ μὲν Νεῖλος ὑπονοστεῖ, γυμνοῦται δʼ ἡ χώρα· μηκυνομένης δὲ τῆς νυκτός, αὔξεται[*](αὔξεται] ὅτε αὔξεται Squirius) τὸ σκότος, ἡ δὲ τοῦ φωτὸς μαραίνεται καὶ κρατεῖται δύναμις, οἱ[*](οἱ] οἱ δὲ W. Possis etiam καὶ οἱ ) ἱερεῖς ἄλλα τε δρῶσι σκυθρωπὰ καὶ βοῦν διάχρυσον ἱματίῳ μέλανι βυσσίνῳ περιβάλλοντες ἐπὶ πένθει τῆς θεοῦ δεικνύουσι ʽ βοῦν γὰρ Ἴσιδος εἰκόνα καὶ γῆν[*](καὶ γῆν] αἰσθητὴν Marklandus) νομίζουσιν’ ἐπὶ τέσσαρας ἡμέρας ἀπὸ τῆς ἑβδόμης; ἐπὶ δέκα ἑξῆς. καὶ γὰρ τὰ πενθούμενα τέσσαρα, πρῶτον μὲν ὁ Νεῖλος ἀπολείπων καὶ ὑπονοστῶν, δεύτερον δὲ τὰ βόρεια πνεύματα κατασβεννύμενα κομιδῇ τῶν νοτίων ἐπικρατούντων, τρίτον δὲ τὸ τὴν ἡμέραν ἐλάττονα γίγνεσθαι τῆς νυκτός, ἐπὶ πᾶσι δʼ[*](πᾶσι δʼ *: πᾶσιν ) ἡ τῆς γῆς ἀπογύμνωσις ἅμα τῇ τῶν φυτῶν ψιλότητι τηνικαῦτα φυλλορροούντων. τῇ δʼ ἐνάτῃ ἐπὶ δέκα νυκτὸς ἐπὶ θάλασσαν κατίασι·[*](κατίασι Baxterus: κάτεισι ) καὶ τὴν ἱερὰν κίστην, οἱ στολισταὶ καὶ οἱ ἱερεῖς ἐκφέρουσι χρυσοῦν ἐντὸς ἔχουσαν κιβώτιον, εἰς ὃ ποτίμου λαβόντες ὕδατος ἐγχέουσι, καὶ γίγνεται κραυγὴ τῶν παρόντων ὡς εὑρημένου τοῦ Ὀσίριδος· εἶτα γῆν[*](γῆν X: τὴν ) κάρπιμον φυρῶσι τῷ ὕδατι, καὶ συμμίξαντες ἀρώματα καὶ θυμιάματα τῶν πολυτελῶν ἀναπλάττουσι μηνοειδὲς ἀγαλμάτιον καὶ τοῦτο στολίζουσι καὶ κοσμοῦσιν, ἐμφαίνοντες ὅτι γῆς οὐσίαν καὶ ὕδατος τοὺς θεοὺς τούτους νομίζουσι.τῆς δʼ Ἴσιδος πάλιν ἀναλαμβανούσης τὸν Ὄσιριν καὶ αὐξανούσης τὸν Ὧρον, ἀναθυμιάσεσι καὶ ὁμίχλαις καὶ νέφεσι ῥωννύμενον, ἐκρατήθη μέν, οὐκ ἀνῃρέθη δʼ ὁ Τυφών. οὐ γὰρ εἴασεν ἡ κυρία τῆς γῆς θεὸς ἀναιρεθῆναι παντάπασι τὴν ἀντικειμένην τῇ ὑγρότητι φύσιν, ἀλλʼ ἐχάλασε καὶ ἀνῆκε βουλομένη διαμένειν τὴν κρᾶσιν·[*](κρᾶσιν X: κρίσιν ) οὐ γὰρ ἦν κόσμον[*](κόσμον] to\n ko/smon) εἶναι τέλειον, ἐκλιπόντος[*](ἐκλιπόντος idem: ἐκλείποντος ) καὶ ἀφανισθέντος τοῦ πυρώδους. εἰ δὲ ταῦτα μὴ[*](μὴ] δὴ W) λέγεται παρὰ τὸ εἰκός ,[*](παρὰ τὸ εἰκός *: παρʼ αὐτοῖς ) εἰκότως[*](εἰκότως] ἀπεικότως Bentleius) οὐδʼ ἐκεῖνον ἄν τις ἀπορρίψειε τὸν λόγον, ὡς Τυφὼν μὲν ἐκράτει πάλαι τῆς Ὀσίριδος μοίρας θάλασσα γὰρ ἦν ἡ Αἴγυπτος διὸ πολλὰ μὲν ἐν τοῖς μετάλλοις καὶ τοῖς ὄρεσιν εὑρίσκεται μέχρι νῦν κογχύλια ἔχειν[*](ἔχειν] ἐκεῖ Marklandus. Sex c. Plat. de Legg. p. 699 b. Herod. I 125)
πᾶσαι δὲ πηγαὶ καὶ φρέατα πάντα, πολλῶν ὑπαρχόντων, ἁλμυρὸν ὕδωρ καὶ πικρὸν ἔχουσιν, ὡς ἂν ὑπόλειμμα τῆς πάλαι θαλάσσης; ἕωλον ἐνταυθοῖ συνερρυηκός.[*](συνερρυηκός Bentleius: συνερρυηκότος ) ὁ δʼ Ὧρος; χρόνῳ τοῦ Τυφῶνος ἐπεκράτησε τουτέστιν εὐκαιρίας ὄμβρων[*](ὄμβρων R: ὀμβρίων ) γενομένης, ὁ Νεῖλος ἐξεώσας[*](ἐξεώσας] ἐξώσας W) τὴν θάλασσαν ἀνέφηνε τὸ πεδίον καὶ ἀνεπλήρωσε ταῖς; προσχώσεσιν. ὃ δὴ μαρτυροῦσαν ἔχει τὴν αἴσθησιν ὁρῶμεν γὰρ ἔτι νῦν ἐπιφέροντι τῷ ποταμῷ νέαν ἰλὺν καὶ προάγοντι[*](προάγοντι *: προαγαγόντι ) τὴν γῆν κατὰ μικρὸν ὑποχωροῦν ὀπίσω τὸ πέλαγος, καὶ τὴν θάλασσαν, ὕψος τῶν ἐν βάθει λαμβανόντων διὰ τὰς· προσχώσεις, ἀπορρέουσαν· τὴν δὲ Φάρον, ἣν Ὅμηρος[*](Ὁμηρος] δ 355) ᾔδει δρόμον ἡμέρας ἀπέχουσαν Αἰγύπτου, νῦν μέρος οὖσαν αὐτῆς, οὐκ αὐτὴν ἀναδραμοῦσαν οὐδὲ προσαναβᾶσαν, ἀλλὰ τῆς μεταξὺ θαλάττης ἀναπλάττοντι τῷ ποταμῷ καὶ τρέφοντι τὴν ἤπειρον ἀνασταλείσης. ἀλλὰ ταῦτα μὲν ὅμοια τοῖς ὑπὸ τῶν Στωικῶν θεολογουμένοις ἐστί· · καὶ γὰρ ἐκεῖνοι τὸ μὲν γόνιμον πνεῦμα καὶ τρόφιμον Διόνυσον εἶναι λέγουσι, τὸ πληκτικὸν δὲ καὶ διαιρετικὸν Ἡρακλέα, τὸ δὲ δεκτικὸν Ἄμμωνα, Δήμητρα[*](Δήμητρα *: δήμετραν ) δὲ καὶ Κόρην τὸ διὰ τῆς γῆς καὶ τῶν καρπῶν διῆκον, Ποσειδῶνα δὲ τὸ διὰ τῆς θαλάττης.