De Alexandri magni fortuna aut virtute

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ἀλεξάνδρῳ δὲ τί παρʼ ἀξίαν, τί ἀνιδρωτί, τί ἀναιμωτί, τί προῖκα, τί πονήσαντι τῶν μεγάλων; αἵματι κεκραμένους ποταμοὺς ἔπιε καὶ νεκροῖς γεγεφυρωμένους διέβη, καὶ πόαν ἔφαγε διὰ λιμὸν ἣν πρώτην [*](πρώτην Abreschius: πρῶτον ) εἶδε, καὶ βάθεσι χιόνων κατακεχωσμένα ἔθνη καὶ πόλεις ὑπὸ γῆν ἐνδεδυκυίας διώρυξε, [*](ἐνδεδυκυίας διώρυξε: δεδυκυίας ἐξώρυξε) καὶ θάλατταν μαχομένην ἔπλευσε, καὶ θῖνας ἀνύδρους τὰς Γεδρωσίων [*](Γεδρωσίων *: γεδροσίων ) καὶ Ἀραχωσίων ὁδεύων ἐν θαλάσσῃ πρότερον ἢ ἐν γῇ φυτὸν εἶδεν. εἰ γὰρ ἦν ὡς πρὸς ἄνθρωπον ἀγαγεῖν παρρησίαν ὑπὲρ Ἀλεξάνδρου πρὸς τὴν τύχην, οὐκ ἂν εἶπε ποῦ σὺ καὶ πότε ταῖς Ἀλεξάνδρου πράξεσιν ὁδὸν ἔδωκας; ποίαν πέτραν ἀναιμωτὶ διὰ σὲ εἷλε; ποίαν πόλιν ἀφρούρητον αὐτῷ παρέδωκας ἢ ποίαν ἄοπλον [*](ἄοπλον *: ἄνοπλον ) φάλαγγα; τίς εὑρέθη βασιλεὺς ῥᾴθυμος ἢ στρατηγὸς ἀμελὴς ἢ κοιμώμενος πυλωρός; ἀλλʼ οὐδʼ εὔβατος ποταμὸς οὐδὲ χειμὼν μέτριος οὐδὲ θέρος ἄλυπον. ἄπιθι πρὸς Ἀντίοχον

τὸν Σελεύκου, πρὸς Ἀρτοξέρξην [*](Ἀρτοξέρξην *: ἀρταξέρξην ) τὸν Κύρου ἀδελφόν ἄπελθε πρὸς Πτολεμαῖον τὸν Φιλάδελφον. ἐκείνους ζῶντες οἱ πατέρες βασιλεῖς ἀνηγόρευσαν, ἐκεῖνοι μάχας ἀδακρύτους ἐνίκων, ἐκεῖνοι πανηγυρίζοντες ἐν πομπαῖς καὶ θεάτροις διετέλεσαν, ἐκείνων ἕκαστος διʼ εὐτυχίαν βασιλεύων ἐγήρασεν. Ἀλεξάνδρου δʼ εἰ μηδὲν ἄλλο, τὸ σῶμʼ ἰδοῦ κατατετρωμένον ἄκρας κεφαλῆς ἄχρι ποδῶν διακέκοπται καὶ περιτέθλασται τυπτόμενον ὑπὸ τῶν πολεμίων
ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν·
[*](Hom. Λ 265. 541) ἐπὶ Γρανίκου ξίφει διακοπεὶς τὸ κράνος ἄχρι τῶν τριχῶν, ἐν Γάζῃ βέλει πληγεὶς τὸν ὦμον, ἐν Μαρακάνδοις [*](Μαρακάνδοις *: μαραγάνδοις ) τοξεύματι τὴν κνήμην ὥστε τῆς κερκίδος τὸ ὀστέον ἀποκλασθὲν ὑπὸ τῆς πληγῆς ἐξαλέσθαι· περὶ τὴν Ὑρκανίαν λίθῳ τὸν τράχηλον, ἐξ οὗ καὶ τὰς· ὄψεις ἀμαυρωθεὶς ἐφʼ ἡμέρας πολλὰς ἐν φόβῳ πηρώσεως; ἐγένετο πρὸς Ἀσσακάνοις Ἰνδικῷ βέλει τὸ σφυρόν, ὅτε καὶ πρὸς τοὺς κόλακας εἶπεν ἐπιμειδιάσας τουτὶ μὲν αἷμα, οὐκ
ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν
[*](Hom. E 340) ἐν Ἰσσῷ ξίφει τὸν μηρόν, ὡς Χάρης; φησίν, ὑπὸ Δαρείου τοῦ βασιλέως εἰς χεῖρας αὐτῷ συνδραμόντος· αὐτὸς δʼ Ἀλέξανδρος· ἁπλῶς γράφων καὶ μετὰ πάσης ἀληθείας πρὸς Ἀντίπατρον συνέβη δέ μοι φησὶ καὶ αὐτῷ ἐγχειριδίῳ πληγῆναι τὸν [*](τὸν Abreschius: εἰς τὸν ) μηρόν· ἀλλʼ οὐδὲν ἄτοπον οὔτε παραχρῆμα οὔθʼ ὕστερον
ἐκ τῆς πληγῆς ἀπήντησεν ἐν Μαλλοῖς τοξεύματι διπήχει διὰ τοῦ θώρακος εἰς τὸ στῆθος· ὑπελάσας ἔλαβε [*](ὑπελάσας ἔλαβε] verba lacunosa corrigenda et supplenda videntur ita: ὑ[πέρῳ δέ τις] πελάσας ἔβαλε κατὰ τοῦ αὐχένος) κατὰ τοῦ αὐχένος, ὡς Ἀριστόβουλος ἱστόρηκε. διαβὰς δὲ τὸν Τάναϊν ἐπὶ τοὺς Σκύθας καὶ τρεψάμενος, ἐδίωξεν ἵππῳ πεντήκοντα καὶ ἑκατὸν σταδίους, ὑπὸ διαρροίας ἐνοχλούμενος.