De Alexandri magni fortuna aut virtute

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

εὖγʼ, ὦ Τύχη, τὸν Ἀλέξανδρον αὔξεις καὶ μέγαν ποιεῖς, διορύττουσα πανταχόθεν, ὑπερείπουσα, [*](ὑπερείπουσα R: ὑπερείδουσα ) πᾶν μέρος ἀνοίγουσα τοῦ σώματος· οὐχ ὥσπερ ἡ Ἀθηνᾶ [*](Ἀθηνᾶ] Hom. Δ 129) πρὸ τοῦ Μενελάου τὸ βέλος εἰς τὰ καρτερώτατα τῶν ὅπλων ὑπάγουσα, θώρακι καὶ μίτρᾳ καὶ ζωστῆρι τῆς πληγῆς τὸν τόνον ἀφεῖλε θιγούσης; τοῦ σώματος, ὅσον αἵματι πρόφασιν ῥυῆναι, ἀλλὰ γυμνὰ παρέχουσα τοῖς βέλεσι τὰ καίρια, καὶ διʼ ὀστέων ἐλαύνουσα τὰς πληγάς, καὶ περιτρέχουσα κύκλῳ τὸ σῶμα, καὶ πολιορκοῦσα τὰς ὄψεις, τὰς βάσεις, [*](καὶ τὰς βάσεις X) ἐμποδίζουσα τὰς διώξεις, περισπῶσα τὰς νίκας, ἀνατρέπουσα τὰς ἐλπίδας. ἐμοὶ μὲν [*](μὲν] μὲν οὐν?) οὐδεὶς βαρυτέρᾳ δοκεῖ κεχρῆσθαι Τύχῃ τῶν βασιλέων, καίτοι πολλοῖς ἐνέπεσε - σκληρὰ καὶ βάσκανος· ἀλλʼ ὡς σκηπτὸς ἀπέκοψε τοὺς ἄλλους καὶ διέφθειρε, πρὸς δʼ Ἀλέξανδρον αὐτῆς τὸ δυσμενὲς· γέγονε φιλόνεικον καὶ δύσερι καὶ δυσεκβίαστον, ὥσπερ πρὸς τὸν Ἡρακλέα. ποίους γὰρ Τυφῶνας ἢ πελωρίους γίγαντας οὐκ ἀνέστησεν ἀνταγωνιστὰς ἐπʼ αὐτόν; ἢ τίνας οὐκ ὠχύρωσε τῶν πολεμίων πλήθεσιν ὅπλων ἢ βάθεσι ποταμῶν ἢ

τραχύτησι κρημνῶν ἢ θηρίων ἀλκαῖς ἀλλοφύλων; εἰ δὲ μὴ μέγʼ ἦν τὸ Ἀλεξάνδρου φρόνημα μηδʼ ἀπʼ ἀρετῆς ὁρμώμενον μεγάλης ἐξανέφερε [*](ἐξανέφερε] ἐξανέφαινε Abreschius) καὶ διηρείδετο πρὸς τὴν Τύχην, οὐκ ἂν ἔκαμε καὶ ἀπηγόρευσε παραταττόμενος ἐξοπλιζόμενος πολιορκῶν διώκων, ἐν [*](ἐν W) ἀποστάσεσι μυρίαις, ἀποτροπαῖς σκιρτήσεσιν ἐθνῶν, βασιλέων ἀφηνιασμοῖς, Βάκτρα Μαράκανδα Σογδιανούς, ἐν ἔθνεσιν ἀπίστοις καὶ ἐπιβούλοις ὕδραν τέμνων ἀεί τισι πολέμοις ἐπιβλαστάνουσαν;