De Alexandri magni fortuna aut virtute

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἀλλὰ ταῦτα μὲν ἄν τις ἀπείποι λέγων, οἷς ἀποδείκνυται κάλλιστα καὶ βασιλικώτατα τὴν ἐξουσίαν διατιθέμενος;. καὶ γὰρ εἰ διὰ Τύχην μέγας γέγονε, μείζων ἐστίν, ὅτι τῇ Τύχῃ καλῶς; κέχρηται· καὶ ὅσῳ τις ἂν μᾶλλον αὐτοῦ τὴν Τύχην ἐπαινῇ,

τοσούτῳ μᾶλλον αὔξει τὴν ἀρετήν, διʼ ἣν ἄξιος τῆς Τύχης ἐγένετο· οὐ μὴν ἀλλʼ ἤδη πρὸς τὰ πρῶτα τῆς αὐξήσεως αὐτοῦ καὶ τὰς ἀρχὰς τῆς δυνάμεως βαδίζω, καὶ σκοπῶ τί τὸ τῆς Τύχης ἔργον ἐν ἐκείνοις γέγονε, διʼ ὅ φασιν Ἀλέξανδρον ὑπὸ τῆς Τύχης μέγαν γεγονέναι. πῶς γὰρ οὐχί τὸν ἄτρωτον, ὦ Ζεῦ, τὸν ἀναίμακτον, τὸν ἀστράτευτον, ὃν [*](ὃν] del. Madvigius) χρεμετίσας ἵππος εἰς τὸν Κύρου θρόνον ἐκάθισεν, ὡς Δαρεῖον τὸν ʼ Ὑστάσπου πρότερον; ἢ κολακευθεὶς ἀνὴρ ὑπὸ τῆς γυναικός, ὡς Ξέρξην Δαρεῖος ὑπʼ Ἀτόσσης; ἐπὶ θύρας; αὐτῷ τὸ διάδημα τῆς βασιλείας ἦλθεν, ὥσπερ Ὀάρσῃ [*](ὥσπερ Ὀάρσῃ (ὥσπερ Ἀρσῃ) R coll. Diod. XVII 5) *: ὡς Παρύσατις ) διὰ Βαγώαν, καὶ στολὴν ἐκδυσάμενος ἀστάνδου περιέθετο τὴν βασιλικὴν καὶ ὀρθοπαγῆ κίταριν; ἐξαίφνης καὶ ἀπροσδοκήτως κλήρῳ λαχὼν τῆς οἰκουμένης ἐβασίλευσεν, ὡς Ἀθήνησι κλήρῳ θεσμοθετοῦσι καὶ ἄρχουσι; βούλει μαθεῖν, πῶς βασιλεύουσιν ἄνθρωποι διὰ Τύχην; ἐξέλιπὲ ποτʼ Ἀργείοις τὸ Ἡρακλειδῶν γένος, ἐξ οὗ βασιλεύεσθαι πάτριον ἦν αὐτοῖς· ζητοῦσι δὲ καὶ διαπυνθανομένοις ὁ θεὸς ἔχρησεν ἀετὸν δείξειν· καὶ μεθʼ ἡμέρας ὀλίγας ἀετὸς ὑπερφανεὶς καὶ κατάρας ἐπὶ τὴν Αἴγωνος οἰκίαν ἐκάθισε, καὶ βασιλεὺς ᾑρέθη Αἴγων. πάλιν ἐν Πάφῳ, τοῦ βασιλεύοντος ἀδίκου καὶ πονηροῦ φανέντος, ἐκβαλὼν τοῦτον Ἀλέξανδρος; ἕτερον ἐζήτει, τοῦ Κινυραδῶν γένους ἤδη φθίνειν καὶ ἀπολείπειν δοκοῦντος. ἕνα δʼ οὖν ἔφασαν περιεῖναι πένητα καὶ ἄδοξον ἄνθρωπον ἐν κήπῳ τινὶ παρημελημένως
διατρεφόμενον. ἐπὶ τοῦτον οἱ πεμφθέντες ἧκον, εὑρέθη δὲ πρασιαῖς ἐπαντλῶν· καὶ διεταράχθη τῶν στρατιωτῶν ἐπιλαμβανομένων αὐτοῦ καὶ βαδίζειν κελευόντων. ἀχθεὶς δὲ πρὸς Ἀλέξανδρον ἐν εὐτελεῖ σινδόνι βασιλεὺς ἀνηγορεύθη καὶ πορφύραν ἔλαβε, καὶ εἷς ἦν τῶν ἑταίρων προσαγορευομένων· ἐκαλεῖτο δʼ, Ἀβδαλώνυμος. [*](Ἀβδαλώνυμος Cobetus ex Diod. XVII 46: ἄρα ἀλύνομος ) οὕτως αἱ τύχαι ποιοῦσι βασιλεῖς, μεταμφιέζουσι, μεταγράφουσι ταχύ, ῥᾳδίως, [*](ταχὺ καὶ ῥᾳδίως R) προσδεχομένους ἐλπίζοντας.