De Alexandri magni fortuna aut virtute

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

οὕτω νικῶσιν ἀρετῇ. Πρόσγραψον, εἰ βούλει, τῇ Τύχῃ τὰ Ἄρβηλα καὶ τὴν Κιλικίαν, καὶ τἄλλα, ἃ γέγονε βίας ἔργα καὶ πολέμου Τύχη τὴν Τύρον ἔσεισεν αὐτῷ, καὶ Τύχη τὴν Αἴγυπτον ἀνέῳξε· διὰ Τύχην Ἁλικαρνασσὸς ἔπεσε καὶ Μίλητος ἑάλω καὶ Μαζαῖος Εὐφράτην ἔρημον ἀπέλιπε καὶ νεκρῶν τὸ Βαβυλώνιον ἐπλήσθη πεδίον· ἀλλʼ οὔτι [*](οὔτι] οὔτοι R. Malim οὔτε ) γε σώφρων ἀπὸ Τύχης οὔτʼ ἐγκρατὴς; διὰ Τύχην, οὔτʼ ἀνάλωτον ὑφʼ ἡδονῆς ἡ Τύχη καὶ ἄτρωτον ἐπιθυμίαις κατακλείσασα τὴν ψυχὴν ἐφρούρει. καὶ μὴν ταῦτʼ ἦν, οἷς αὐτὸν ἐτρέψατο Δαρεῖον τἄλλα δʼ ὅπλων ἦσαν ἧτται καὶ ἵππων καὶ μάχαι καὶ φόνοι καὶ φυγαὶ ἀνδρῶν. τὴν δὲ μεγάλην καὶ ἀναντίρρητον ἧτταν ἡττήθη Δαρεῖος καὶ ἐνέκλινεν ἀρετῇ καὶ μεγαλοφροσύνῃ καὶ ἀνδρείᾳ [*](ἀνδρείᾳ *: ἀνδρίᾳ ) καὶ δικαιοσύνῃ, θαυμάσας τὸ ἐν ἡδονῇ καὶ πόνοις καὶ χάρισιν ἀνίκητον. ἐπεὶ ἔν γε [*](ἔν γε] γʼ ἐν Heinzius) πέλταις καὶ σαρίσσαις καὶ ἀλαλαγμοῖς καὶ συρράξεσιν ὅπλων ἀνίκητος ἦν καὶ Ταρρίας ὁ Δεινομένους καὶ Ἀντιγένης ὁ Πελληναῖος καὶ Φιλώτας· ὁ Παρμενίωνος, ἀλλὰ πρὸς ἡδονὰς καὶ γύναια καὶ χρυσίον καὶ ἀργύριον οὐθέν τι βελτίους τῶν αἰχμαλώτων· ἀλλὰ Ταρρίας μὲν ὅτε τῶν χρεῶν ἠλευθέρου Μακεδόνας Ἀλέξανδρος καὶ διελύετο τοῖς

δανείσασιν ὑπὲρ πάντων, ψευσάμενος ὀφείλειν καὶ δανειστήν τινα φάσκοντα εἶναι τῇ τραπέζῃ προσαγαγών, εἶτα φωραθείς, ὀλίγου διέφθειρεν αὐτὸς ἑαυτόν· εἰ μὴ γνοὺς Ἀλέξανδρος ἀφῆκε τῆς αἰτίας αὐτὸν καὶ συνεχώρησεν ἔχειν τἀργύριον, [*](τάργύριον *: τὸ ἀργύριον ) ἀναμνησθεὶς ὅτι Φιλίππου προσμαχομένου Περίνθῳ βέλει πληγεὶς τὸν [*](τὸν Abreschius: εἰς τὸν ) ὀφθαλμόν, οὐ παρέσχεν οὐδʼ ὑπέμεινεν ἐξαιρεθῆναι τὸ βέλος αὑτοῦ [*](αὑτοῦ?) πρὶν ἢ τρέψασθαι τοὺς πολεμίους·. Ἀντιγένης δὲ τοῖς ἀποπεμφθεῖσιν εἰς Μακεδονίαν διὰ νόσον καὶ πήρωσιν ἀναμίξας ἑαυτὸν καὶ ἀπογραψάμενος, ὡς ἐλήφθη μηδὲν κακὸν ἔχων, ἀλλὰ προσποιούμενος ἀρρωστίαν τινά, ἀνὴρ πολεμικὸς καὶ τραυμάτων τὸ σῶμα μεστὸς ὀφθεὶς ἠνίασε τὸν Ἀλέξανδρον· πυνθανομένου δὲ τὴν αἰτίαν, ὡμολόγησε Τελεσίππης [*](Τελεσίππης] Τελεσίππας p. 181 a. Vit. Alex. c. 41) ἐρᾶν καὶ συνακολουθεῖν ἐπὶ θάλασσαν ἀπιούσῃ μὴ δυνάμενος ἀπολειφθῆναι. καὶ τίνος ἔφη τὸ γύναιόν ἐστιν ὁ Ἀλέξανδρος καὶ πρὸς τίνα δεῖ διαλέγεσθαι τοῦ δʼ Ἀντιγένους εἰπόντος ὡς ἐλευθέρα ἐστὶν, οὐκοῦν εἶπε πείθωμεν αὐτὴν καταμένειν, ἐπαγγελλόμενοι καὶ διδόντες. οὕτω παντὶ μᾶλλον ἐρῶντι συγγνώμην εἶχεν ἢ αὑτῷ. καὶ μὴν καὶ Φιλώτας ὁ Παρμενίωνος τροφόν τινα [*](τροφόν τινα *: τρόπον τινὰ ) τῶν κακῶν ἔσχε τὴν ἀκρασίαν. Ἀντιγόνα γὰρ ἦν Πελλαῖον γύναιον ἐν τοῖς περὶ Δαμασκὸν αἰχμαλώτοις, ἡλώκει δʼ ὑπʼ Αὐτοφραδάτου πρότερον εἰς Σαμοθρᾴκην διαπλεύσασα, τὴν δʼ ὄψιν ἦν ἱκανή, καὶ τὸν
Φιλώταν ἁψάμενον αὐτῆς εἶχε μάλα. καὶ δὴ ὁ σιδάρεος ἐκεῖνος [*](εἴχε - ἐκεῖνος] εἶχε. Μαλακίᾳ δὲ ὁ σιδάρεος ἐχῖνος Madvigius) πεπαινόμενος οὐκ ἐκράτει τῶν λογισμῶν ἐν ταῖς ἡδοναῖς, ἀλλʼ ἀνοιγόμενος ἐξέφερε πολλὰ τῶν ἀπορρήτων πρὸς αὐτήν. τί γὰρ ἦν ἐκεῖνος ὁ Φίλιππος, εἰ μὴ Παρμενίων; τί δʼ Ἀλέξανδρος οὗτος, εἰ μὴ Φιλώτας; ποῦ δʼ ὁ Ἄμμων, ποῦ δʼ οἱ δράκοντες, ἂν ἡμεῖς μὴ θέλωμεν; τούτους τοὺς λόγους ἡ Ἀντιγόνα ἐξήνεγκε πρός τινα τῶν συνήθων γυναικῶν, ἐκείνη δὲ πρὸς Κρατερὸν Κρατερὸς δὲ πρὸς Ἀλέξανδρον αὐτὴν εἰσήγαγε τὴν Ἀντιγόναν κρύφα, καὶ τοῦ μὲν σώματος οὐκ ἔθιγεν ἀλλʼ ἀπέσχετο· τὸν δὲ Φιλώταν ὑποικουρῶν διʼ αὐτῆς ὅλον ἐφώρασε, καὶ πλέον ἢ ἑπτὰ ἐτῶν διαγενομένων, οὐκ ἐν οἴνῳ ποτὲ τὴν ὑπόνοιαν ταύτην ἐξέφηνεν ὁ μεθύων, οὐ διʼ ὀργὴν ὁ θυμοειδής, οὐ πρὸς φίλον ὁ πάντα πιστεύων Ἡφαιστίωνι καὶ πάντων μεταδιδούς. λέγεται γὰρ ὅτι καὶ τῆς μητρὸς ἀπόρρητον ἐπιστολὴν λύσαντος αὐτοῦ καὶ σιωπῇ πρὸς ἑαυτὸν ἀναγιγνώσκοντος, Ἡφαιστίων ἀτρέμα παραβάλλων [*](παραβάλλων] παραβαλὼν?) τὴν κεφαλὴν συνανεγίγνωσκεν· ὁ δὲ κωλῦσαι μὲν οὐχ ὑπέμεινεν, ἐξελὼν δὲ τὸν δακτύλιον προσέθηκε τὴν σφραγῖδα τῷ στόματι τοῦ Ἡφαιστίωνος.