De Alexandri magni fortuna aut virtute

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἄτοπόν τι δόξω λέγειν, ἐρῶ δʼ ἀληθές· παρὰ μικρὸν [*](παρὰ μικρὸν X: παρομικροῦ ) διὰ τὴν Τύχην Ἀλέξανδρος ἀπώλεσε τὸ δοκεῖν Ἄμμωνος εἶναι. τίς γὰρ ἃν [*](ἂν] cf. p. 435, 24) ἐκ θεῶν γεγονὼς ἐπισφαλεῖς οὕτω καὶ πολυπόνους καὶ τλήμονας ἐξεμόχθησεν ἄθλους πλὴν ὁ Διὸς Ἡρακλῆς; ἀλλʼ ἐκείνῳ μὲν εἷς ἀνὴρ ὑβριστὴς ἐπέταττε λέοντας αἱρεῖν καὶ κάπρους διώκειν καὶ σοβεῖν ὄρνιθας· ἵνα μὴ σχολάζῃ τοῖς μείζοσι περιιών, Ἀνταίους κολάζειν καὶ Βουσίριδας παύειν μιαιφονοῦντας· Ἀλεξάνδρῳ δʼ ἐπέταττε μὲν ἡ ἀρετὴ τὸν βασιλικὸν καὶ θεῖον ἆθλον, οὗ τέλος ἦν οὐ χρυσὸς ὑπὸ μυρίων καμήλων περικομιζόμενος οὐδὲ τρυφαὶ Μηδικαὶ καὶ τράπεζαι καὶ γυναῖκες οὐδὲ Χαλυβώνιος [*](Χαλυβώνιος W: χαλυδώνιος ) οἶνος οὐδʼ Ὑρκανικοὶ ἰχθύες, ἀλλʼ ἑνὶ κόσμῳ κοσμήσαντα πάντας ἀνθρώπους μιᾶς ὑπηκόους ἡγεμονίας; καὶ μιᾶς ἐθάδας διαίτης καταστῆσαι. τοῦτον ἐκ παιδὸς ἔμφυτον ἔχων ἔρωτα συντρεφόμενον καὶ συναυξανόμενον, ὡς

ἀφίκοντο πρέσβεις παρὰ τοῦ Περσῶν βασιλέως πρὸς Φίλιππον, ὁ δʼ οὐκ ἔνδημος ἦν, φιλοφρονούμενος καὶ ξενίζων αὐτοὺς Ἀλέξανδρος οὐδὲν ἠρώτα παιδικόν, οἷον ἄλλοι, περὶ τῆς χρυσῆς ἀναδενδράδος ἢ τῶν κρεμαστῶν κήπων ἢ πῶς ὁ [*](ὁ] deleverim) βασιλεὺς κεκόσμηται, ἀλλʼ ὅλος ἐν τοῖς κυριωτάτοις ἦν τῆς ἡγεμονίας, διαπυνθανόμενος πόση δύναμις ἡ Περσῶν, ποῦ τεταγμένος βασιλεὺς ἐν ταῖς μάχαις διαγωνίζεται, καθάπερ Ὀδυσσεὺς ἐκεῖνος
ποῦ δὲ οἱ ἔντεα κεῖται ἀρήια, ποῦ δὲ οἱ ἵπποι·
[*](Hom. K 407) τίνες; ὁδοὶ βραχύταται, τοῖς ἄνω πορευομένοις ἀπὸ θαλάττης· ὥστε τοὺς ξένους ἐκπεπλῆχθαι καὶ λέγειν ὡς ὁ παῖς οὗτος βασιλεὺς μέγας, ὁ δʼ ἡμέτερος πλούσιος. ἐπεὶ δὲ Φιλίππου τελευτήσαντας ὥρμητο διαβαλεῖν καὶ ταῖς ἐλπίσιν ἢδη καὶ ταῖς παρασκευαῖς ἐμπεφυκὼς ἔσπευδεν ἅψασθαι τῆς Ἀσίας, ἐνίστατο δʼ ἡ Τύχη καὶ ἀπέστρεφε καὶ ἀνθεῖλκεν ὀπίσω καὶ μυρίας περιέβαλλεν ἀσχολίας καὶ διατριβὰς ἐπιλαμβανομένη· πρῶτον αὐτῷ τὰ βαρβαρικὰ τῶν προσοίκων διετάραξεν, Ἰλλυρικοὺς καὶ Τριβαλλικοὺς μηχανωμένη πολέμους. οἷς μέχρι Σκυθίας τῆς παρʼ Ἴστρον ἀποσπασθεὶς ἀπὸ τῶν ἄνω πράξεων καὶ περιδραμὼν καὶ κατεργασάμενος πάντα κινδύνοις καὶ ἀγῶσι μεγάλοις, αὖθις ὥρμητο καὶ ἔσπευδε πρὸς τὴν διάβασιν πάλιν [*](πάλιν] prius del. Emperius) ἡ δὲ πάλιν αὐτῷ τὰς; Θήβας ἐνέσεισε καὶ πόλεμον Ἑλληνικὸν ἐμποδὼν κατέβαλε, καὶ δεινὴν πρὸς ἄνδρας ὁμοφύλους καὶ συγγενεῖς διὰ φόνου καὶ
σιδήρου καὶ πυρὸς ἀνάγκην ἀμύνης, ἀτερπέστατον τέλος ἔχουσαν. ἐκ τούτου διέβαινεν, ὡς μὲν Φύλαρχός; φησιν, ἡμερῶν τριάκοντʼ ἔχων ἐφόδιον, ὡς δʼ Ἀριστόβουλος, ἑβδομήκοντα τάλαντα· τῶν δʼ οἴκοι κτημάτων καὶ προσόδων βασιλικῶν διένειμε τὰς πλείστας τοῖς ἑταίροις, μόνος δὲ Περδίκκας οὐδὲν ἔλαβε διδόντος, ἀλλʼ ἠρώτησε σαυτῷ δὲ τί καταλείπεις Ἀλέξανδρε; τοῦ δʼ εἰπόντος ὅτι τὰς ἐλπίδας, οὐκοῦν ἔφη καὶ ἡμεῖς τούτων μεθέξομεν οὐ γὰρ δίκαιον τὰ σὰ λαμβάνειν ἀλλὰ τὰ Δαρείου περιμένειν.