Parallela minora

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Φίλιππος Μεθώνην καὶ Ὄλυνθον βουλόμενος πορθῆσαι καὶ βιαζόμενος ἐπὶ τῷ Σανδάνῳ ποταμῷ διαβῆναι πέραν, ὑπό τινος τῶν Ὀλυνθίων Ἀστέρος ὀνόματι ἐτοξεύθη τὸν ὀφθαλμόν, εἰπόντος

ἀστὴρ Φιλίππῳ θανάσιμον πέμπει βέλος
ὁ δʼ ὀπίσω διανηξάμενος πρὸς τοὺς οἰκείους σῴζεται ἀπολέσας τὸν ὀφθαλμὸν ὡς Καλλισθένης ἐν τρίτῳ Μακεδονικῶν. Πορσίνας Τούσκων βασιλεὺς πέραν Θύμβρεος [*](Θύμβρεως *: θύμβριος ) ποταμοῦ στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ τὴν ἀπὸ σιτίων φερομένην εὐθηνίαν μέσην λαβὼν λιμῷ τοὺς προειρημένους ἔτρυχεν. Ὁράτιος δὲ Κάτλος [*](Κάτλος] Κόκλης?) στρατηγὸς χειροτονηθεὶς τὴν ξυλίνην κατελάβετο
γέφυραν καὶ τὸ πλῆθος τῶν βαρβάρων διαβῆναι βουλόμενον ἐπεῖχε. πλεονεκτούμενος δὲ ὑπὸ τῶν πολεμίων προσέταξε τοῖς ὑποτεταγμένοις κόπτειν τὴν γέφυραν, καὶ τὸ πλῆθος τῶν βαρβάρων διαβῆναι βουλόμενον ἐκώλυσε. βέλει δὲ τὸν ὀφθαλμὸν πληγεὶς ῥίψας ἑαυτὸν εἰς τὸν ποταμόν, διενήξατο εἰς τοὺς οἰκείους· ὡς Θεότιμος [*](Θεότιμος] Mueller. 4 p. 517) δευτέρῳ Ἰταλικῶν.

ὁ περὶ τοῦ Ἰκαρίου μῦθος, ᾧ Διόνυσος ἐπεξενώθη· ὡς [*](ὡς *) Ἐρατοσθένης ἐν τῇ Ἠριγόνῃ. Κρόνος ἐπιξενωθεὶς γεωργῷ, ᾧ ἦν θυγάτηρ καλὴ Ἐντωρία, [*](Ἐντωρία] Κεντουρία?) ταύτην [*](ταύτην Duebnerus: ἣν ) ἐβιάσατο καὶ ἐτέκνωσεν υἱοὺς Ἰανὸν [*](Ἰανόν * hic et infra: ἰάνον ) Ὕμνον Φαῦστον Φήλικα. διδάξας οὖν τὸν τρόπον τῆς τοῦ οἴνου πόσεως καὶ τῆς ἀμπέλου ἠξίωσε καὶ τοῖς γείτοσι μεταδοῦναι. ποιήσαντες δʼ αὐτὸ καὶ πιόντες παρὰ τὸ σύνηθες εἰς,· ὕπνον κατηνέχθησαν βαρύτερον τοῦ δέοντος οἱ δὲ πεφαρμακῶσθαι δόξαντες, λίθοις βάλλοντες τὸν Ἰκάριον ἀπέκτειναν· οἱ δὲ θυγατριδαὶ [*](θυγατριδαὶ vel θυγατρίδες] θυγατριδοὶ?) ἀθυμήσαντες βρόχῳ τὸν βίον κατέστρεψαν. λοιμοῦ δὲ κατασχόντος Ῥωμαίους, ἔχρησεν ὁ Πύθιος λωφήσειν, ἐὰν ἐξιλάσωνται τοῦ Κρόνου τὴν μῆνιν καὶ τοὺς δαίμονας τῶν ἀνόμως; ἀπολομένων. Λουτάτιος δὲ Κάτλος, ἀνὴρ τῶν ἐπισήμων, κατεσκεύασε τῷ θεῷ τέμενος τὸ κείμενον σύνεγγυς τοῦ Ταρπηίου ὄρους, καὶ τὸν ἄνω βωμὸν ἱδρύσατο

τετραπρόσωπον ἢ διὰ τοὺς θυγατριδὰς [*](θυγατριδὰς vel θυγατρίδας] θυγατριδοῦς?) ἢ ὅτι τετραμερὴς ὁ ἐνιαυτός ἐστι, καὶ μῆνα κατέδειξεν Ἰανουάριον. ὁ δὲ Κρόνος πάντας κατηστέρισεν. καὶ οἱ μὲν καλοῦνται προτρυγητῆρες, ὁ δʼ Ἰανὸς προανατέλλων· δείκνυται δὲ ὁ ἀστὴρ πρὸ τῶν ποδῶν τῆς παρθένου ὡς Κριτόλαος [*](Κριτόλαος] Mueller. 4 p. 372) ἐν τετάρτῃ *fainome/nwn.