Parallela minora
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
Περσῶν τὴν Ἑλλάδα λεηλατούντων, Παυσανίας ὁ τῶν Λακεδαιμονίων στρατηγὸς πεντακόσια χρυσοῦ τάλαντα παρὰ Ξέρξου λαβὼν ἔμελλε προδιδόναι τὴν Σπάρτην. φωραθέντος δὲ τούτου, Ἀγησίλαος ὁ πατὴρ μέχρι τοῦ ναοῦ τῆς Χαλκιοίκου συνεδίωξεν Ἀθηνᾶς, καὶ τὰς θύρας τοῦ τεμένους πλίνθῳ [*](πλίνθῳ φράξας] πλίνθοις ἐμφράξας Stob. 39, 31) φράξας λιμῷ ἀπέκτεινεν· ἡ δὲ μήτηρ καὶ ἄταφον ἔρριψεν· ὡς Χρύσερμος [*](Χρύσερμος] Mueller. 4 p. 361) ἐν δευτέρῳ *(istorikw=n. [*](Ἱστορικῶν] Περσικῶν Stob. Flor. 39, 31) Ῥωμαῖοι πρὸς Λατίνους πολεμοῦντες ἐχειροτόνησαν στρατηγὸν Πόπλιον Δέκιον νεανίσκος δέ τις τῶν ἐπισήμων πένης τοὔνομα Κάσσιος Βροῦτος ἐπὶ ῥητῷ μισθῷ νυκτὸς τὰς πύλας ἀνοῖξαι ἐβουλήθη. φωραθεὶς; δὲ εἰς ναὸν ἔφυγεν Ἀθηνᾶς Αὐξιληρίας. [*](αὐξιληρίας] αὐξιλιαρίας?) Κάσσιος δὲ Σίγνιφερ ὁ πατὴρ αὐτοῦ κατέκλεισε καὶ λιμῷ διέφθειρε καὶ ἄταφον ἔρριψεν· ὡς Κλειτώνυμος [*](Κλειτώνυμος] cf. Lib. de Fluviis 3, 4) ἐν Ἰταλικῶν.
Δαρεῖος ὁ Πέρσης ἐπὶ Γρανικῷ πολεμήσας Ἀλεξάνδρῳ καὶ ἑπτὰ σατράπας ἀποβαλὼν καὶ ἅρματα δρεπανηφόρα δύο καὶ πεντακόσια, συμβαλεῖν
ἔμελλε, τῇ ἑξῆς. Ἀριοβαρζάνης δὲ ὁ υἱὸς συμπαθῶς διακείμενος πρὸς Ἀλέξανδρον ὑπισχνεῖτο τὸν πατέρα προδώσειν. ἀγανακτήσας δὲ ὁ πατὴρ ἐτραχηλοκόπησεν· ὡς Ἀρητάδης [*](Ἀρητάδης] Mueller. 4 p. 316) Κνίδιος ἐν τρίτῳ Μακεδονικῶν. Βροῦτος ὑπὸ πάντων ὕπατος χειροτονηθεὶς ἐφυγάδευσε τὸν Ὑπερήφανον Ταρκύνιον τυραννικῶς ἀναστρεφόμενον. ὁ δʼ ἐλθὼν εἰς Τούσκους ἐπολέμει Ῥωμαίοις. οἱ δὲ υἱοὶ [*](υἱοὶ Turnebus: τοῦκοι ) τὸν πατέρα προδοῦναι ἐβουλήθησαν. [*](ἐβουλήθησαν *: ἠβουλήθησαν ) ἐμπεσόντων δὲ --- [*](lacunam add. Duebnerus) τραχηλοκοπῆσαι· ὡς Ἀριστείδης [*](Ἀριστείδης] Mueller. 4 p. 323) Μιλήσιος ἐν τοῖς Ἰταλικοῖς.