Parallela minora
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
τῶν ἅμα Πολυνείκει εὐωχουμένων λοχαγῶν ἀετὸς καταπτὰς τὸ Ἀμφιάρεω ἐβάστασε δόρυ εἰς ὕψος καὶ εἴασε· τὸ δὲ παγὲν ἐν γῇ δάφνη ἐγένετο. τῇ δʼ ὑστεραίᾳ πολεμούντων, κατʼ ἐκεῖνο κατεπόθη ὁ Ἀμφιάρεως τῷ ἅρματι, ἔνθα νῦν πόλις Ἅρμα καλεῖται ὡς Τρισίμαχος [*](Τρισίμαχος] Παυσίμαχος vel Τλησίμαχος H. Λυσίμαχος C. Muellerus. Μνησίμαχος? cf. Mueller 3 p. 473) ἐν τρίτῳ Κτίσεων. Ῥωμαίων πρὸς Πύρρον Ἠπειρώτην πολεμούντων, Αἰμίλιος Παῦλος χρησμὸν ἔλαβε νικῆσαι, βωμὸν ἐὰν ποιήσῃ, ἔνθα ἂν ἴδῃ χάσματι κρυπτόμενον ἄνδρα τῶν ἐπισήμων μετὰ ἅρματος;. μετὰ τρεῖς ἡμέρας Οὐαλέριος Κονᾶτος κατʼ ὄναρ ἰδὼν ἀναλαβεῖν ἱερέως κόσμον καὶ γὰρ ἦν μαντικῆς ἔμπειρος, στρατηγήσας καὶ πολλοὺς φονεύσας ὑπὸ γῆς κατεπόθη. ὁ Αἰμίλιος; δὲ βωμὸν ἱδρύσας ἐνίκησε καὶ ἑκατὸν ἑξήκοντα πυργοφόρους ἐλέφαντας εἰς Ῥώμην κατέπεμψεν. ὁ δὲ βωμὸς; μαντεύεται κατʼ ἐκεῖνον τὸν καιρόν, καθʼ ὃν ἐνικήθη Πύρρος ὡς ἱστορεῖ Κριτόλας [*](Κριτόλας] Mueller. 4 p. 372) ἐν τρίτῃ Ἠπειρωτικῶν.
Πυραίχμης βασιλεὺς Εὐβοέων ἐπολέμει Βοιωτοῖς. ὃν Ἡρακλῆς ἔτι νέος ὢν ἐνίκησε πώλοις δὲ προσδήσας καὶ εἰς δύο μέρη διελὼν τὸν Πυραίχμην, ἄταφον ἔρριψεν. ὁ δὲ τόπος προσαγορεύεται πῶλοι Πυραίχμου κεῖται δὲ παρὰ ποταμὸν Ἡράκλειον, χρεμετισμὸν δʼ ἀναδίδωσι πινόντων ἵππων ὡς ἐν τρίτῳ περὶ Ποταμῶν. Τοῦλλος Ὁστίλιος [*](Ὁστίλιος *: ὁστίλλιος ) βασιλεὺς Ῥωμαίων ἐπολέμησεν Ἀλβανοῖς, βασιλέως ὄντος Μετίου Φουφετίου, καὶ τὴν μάχην πολλάκις ὑπερέθετο. οἱ δέ, ἡττωμένου, [*](ἡττωμένου] ὡς ἡττωμένου Duebnerus) εἰς εὐωχίαν ἐτράπησαν· οἰνωμένοις δʼ ἐπέθετο, καὶ τὸν βασιλέα δύο πώλοις συζεύξας διεσπάραξεν· ὡς Ἀλέξαρχος [*](Ἀλέξαρχος] Mueller. 4 p. 298) ἐν τετάρτῃ Ἰταλικῶν.