Parallela minora

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Βούσιρις, παῖς Ποσειδῶνος καὶ Ἀνίππης τῆς Νείλου, τοὺς παριόντας ὑπούλῳ φιλοξενίᾳ κατέθυε μετῆλθε δʼ αὐτὸν ἡ τῶν τετελευτηκότων νέμεσις· Ἡρακλῆς γὰρ ἐπιτεθεὶς τῷ ῥοπάλῳ διεχρήσατο· ὡς Ἀγάθων [*](Ἀγάθων] idem 4 p. 291) Σάμιος. Ἡρακλῆς τὰς Γηρυόνου βοῦς ἐλαύνων διʼ Ἰταλίας ἐπεξενώθη Φαύνῳ βασιλεῖ, ὃς ἦν Ἑρμοῦ παῖς; καὶ τούς γε ξένους τῷ γεννήσαντι ἔθυεν ἐπιχειρήσας δὲ τῷ Ἡρακλεῖ ἀνῃρέθη· ὡς Δέρκυλλος [*](Δέρκυλλος] idem 4 p. 387) ἐν τρίτῳ Ἰταλικῶν.

Φάλαρις Ἀκραγαντίνων τύραννος ἀποτόμως τοὺς παριόντας ξένους ἐστρέβλου καὶ ἐκόλαζε· Πέριλλος [*](Πέριλλος (Τέρυζος cod. e)] Περίλαος?) δὲ τῇ τέχνῃ χαλκουργὸς; δάμαλιν κατασκευάσας χαλκῆν ἔδωκε τῷ βασιλεῖ, ὡς ἂν τοὺς ξένους κατακαίῃ ζῶντας ἐν αὐτῇ· ὁ δὲ μόνον τότε

γενόμενος δίκαιος αὐτὸν ἐνέβαλεν. ἐδόκει δὲ μυκηθμὸν ἀναδιδόναι ἡ δάμαλις· ὡς ἐν δευτέρῳ Αἰτιῶν. [*](Αἰτιῶν] Αἰτίων?) ἐν Ἀιγέστηι τῇ πόλει τῆς Σικελίας ἐγένετό τις ὠμὸς τύραννος; Αἰμίλιος Κενσωρῖνος. οὗτος τοὺς καινότερα βασανιστήρια κατασκευάσαντας ἐδωροδόκει. εἷς δέ τις Ἀρούντιος; Πατέρκουλος [*](Πατέρκουλος *: πατέρκουλλος ) δημιουργήσας ἵππον χαλκοῦν τῷ προειρημένῳ δῶρον ἔδωκεν, ἵνα βάλλῃ αὐτούς. ὁ δὲ τότε πρῶτον νομίμως ἀναστραφεὶς τὸν χαρισάμενον πρότερον ἔβαλεν ὡς ἄν, ἣν ἐπενόησε βάσανον ἄλλοις, αὐτὸς πάθῃ πρῶτος. τοῦτον συλλαβὼν ἀπὸ τοῦ Ταρπηίου [*](Ταρπηίου *: ταρπίου ) ὄρους ἔρριψε. καὶ δοκοῦσιν οἱ ἀποτόμως βασιλεύσαντες ἀπʼ ἐκείνου Αἰμίλιοι προσαγορεύεσθαι· ὡς Ἀριστείδης [*](Ἀριστείδης] Mueller. 4 p. 322) ἐν τετάρτῳ Ἰταλικῶν.