Parallela minora

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Φιλονόμη Νυκτίμου καὶ Ἀρκαδίας θυγάτηρ ἐκυνήγει σὺν τῇ Ἀρτέμιδι· Ἄρης δʼ ἐν σχήματι ποιμένος ἔγκυον ἐποίησεν. ἡ δὲ τεκοῦσα διδύμους παῖδας καὶ φοβουμένη τὸν πατέρα ἔρριψεν εἰς τὸν Ἐρύμανθον. οἱ δὲ κατὰ πρόνοιαν ἀκινδύνως

περιφερόμενοι προσηνέχθησαν ἐν κοίλῃ δρυΐ· λύκαινα δʼ ἐμφωλεύουσα τοὺς μὲν ἰδίους σκύμνους εἰς τὸν ῥοῦν ἔρριψε, τοῖς δὲ βρέφεσι θηλὴν παρέσχε. Τύλιφος δὲ ποιμὴν αὐτόπτης γενόμενος καὶ ἀναλαβὼν τοὺς παῖδας ὡς ἰδίους ἔθρεψε, τὸν μὲν καλέσας Λύκαστον τὸν δὲ Παρράσιον, τοὺς διαδεξαμένους τὴν βασιλείαν τῶν Ἀρκάδων ὡς Ζώπυρος [*](Ζώπυρος] Mueller. 4 p. 531) Βυζάντιος ἐν τῷ τρίτῳ Ἱστορικῶν. Ἀμούλιος πρὸς Νομίτορα τὸν ἀδελφὸν τυραννικῶς διακείμενος, τὸν μὲν υἱὸν Αἴνιτον ἐπὶ [*](ἐπὶ] ἐν?) κυνηγίᾳ ἀνεῖλε, τὴν δὲ θυγατέρα Σιλουίαν ἐν Ἰουλίᾳ τῆς [*](ἐν Ἰουλίᾳ τῆς] τῆς Ἰουλίας Duebneri Latina interpretatio) Ἥρας ἱέρειαν ἐποιήσατο. ταύτην Ἄρης ἐγκύμονα ποιεῖ ἡ δʼ ἔτεκε διδύμους, ὡμολόγησέ τε τῷ τυράννῳ τὴν ἀλήθειαν. ὁ δὲ φοβηθεὶς ἀμφοτέρους κατεπόντισε, βαλὼν παρὰ τὰς ὄχθας τοῦ Θύμβρεως. οἱ δὲ προσηνέχθησαν ἐν τόπῳ, ἔνθα λύκαινα ἦν φωλεύουσα νεοτόκος· καὶ τοὺς μὲν σκύμνους ἔρριψε, τὰ δὲ βρέφη ἔτρεφε. Φαῦστος [*](Φαῦστος] Φαυστύλος Bryanus) δὲ ποιμὴν αὐτόπτης γενόμενος τοὺς παῖδας ἀνέθρεψε, καὶ τὸν μὲν Ῥῶμον τὸν δὲ Ῥωμύλον προσηγόρευσε, τοὺς κτίστας Ῥώμης· ὡς Ἀριστείδης [*](Ἀριστείδης] Mueller. 4 p. 323) Μιλήσιος ἐν τοῖς Ἰταλικοῖς.

μετὰ τὴν Ἰλίου ἅλωσιν Ἀγαμέμνων μετὰ Κασάνδρας ἀνῃρέθη. Ὀρέστης δὲ παρὰ Στροφίῳ ἀνατραφεὶς τοὺς φονεῖς; τοῦ πατρὸς ἐτιμωρήσατο· ὡς Πύρανδρος [*](Πύρανδρος] idem 4 p. 486) ἐν τετάρτῳ Πελοποννησιακῶν.

Φάβιος Φαβρικιανὸς τοῦ μεγάλου συγγενὴς Φαβίου, πορθήσας Τούξιον [*](Τούξιον] corruptum) μητρόπολιν Σαυνιτῶν, τὴν παρʼ αὐτοῖς τιμωμένην νικηφόρον Ἀφροδίτην ἔπεμψεν εἰς Ῥώμην. τούτου γυνὴ Φαβία μοιχευθεῖσα ὑπό τινος εὐπρεποῦς νεανίου τοὔνομα Πετρωνίου Οὐαλεντίνου, τὸν ἄνδρα ἐδολοφόνησε. Φαβία δὲ τὸν ἀδελφὸν ἔτι νήπιον Φαβρικιανὸν τῶν κινδύνων ἐρρύσατο καὶ ἔπεμψε κρύφα τραφησόμενον. ἀκμάσας δὲ ὁ νεανίας τήν τε μητέρα καὶ τὸν μοιχὸν ἀπέκτεινε, καὶ ἀπελύθη ὑπὸ τῆς συγκλήτου ὡς ἱστορεῖ Δοσίθεος [*](Δοσίθεος] Mueller. 4 p. 401) ἐν τρίτῳ Ἰταλικῶν.