Parallela minora
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
εὔηνος Ἄρεος καὶ Στερόπης τὴν Οἰνομάου γήμας Ἀλκίππην ἐγέννησε θυγατέρα Μάρπησσαν, ἣν παρθένον ἐφρούρει. ἰδὼν δʼ [*](ἰδὼν δʼ *) Ἴδας ὁ Ἀφάρήτος καὶ ἁρπάσας ἐκ χοροῦ ἔφυγεν. ὁ δὲ πατὴρ διώξας καὶ μὴ συλλαβὼν εἰς τὸν Λυκόρμαν ἔρριψεν ἑαυτὸν ποταμὸν καὶ ἀθάνατος ἐγένετο ὡς Δοσίθεος; [*](Δοσίθεος] Mueller. 4 p. 401) ἐν πρώτῳ Ἰταλικῶν. [*](Ἰταλικῶν] Αἰτωλικῶν idem) Ἄννιος δὲ Τούσκων βασιλεὺς ἔχων θυγατέρα εὔμορφον τοὔνομα Σαλίαν, παρθένον ἐτήρει. Κάθητος δʼ ἐκ [*](δʼ ἐκ] δὲ H) τῶν ἐπισήμων ἰδὼν τὴν παρθένον παίζουσαν ἠράσθη, καὶ μὴ στέγων τὸν ἔρωτα ἥρπασε καὶ ἦγεν εἰς Ῥώμην. ὁ δὲ πατὴρ ἐπιδιώξας καὶ μὴ
συλλαβὼν ἥλατο εἰς τὸν Παρεούσιον ποταμόν, ὃς Ἀννίων μετωνομάσθη· τῇ δὲ Σαλίᾳ συγγενόμενος Κάθητος ἐποιήσατο Λατῖνον καὶ Σάλιον, ἀφʼ ὧν οἱ εὐγενέστατοι κατῆγον τὸ γένος· ὡς Ἀριστείδης Μιλήσιος καὶ Ἀλέξανδρος [*](Ἀλέξανδρος] Mueller.3 p. 230) ὁ Πολυΐστωρ ἐν τρίτῳ Ἰταλικῶν.Ἡγησίστρατος ἀνὴρ Ἐφέσιος ἐμφύλιον φόνον δράσας ἔφυγεν εἰς Δελφοὺς καὶ ἠρώτα τὸν θεὸν ποῦ οἰκήσειεν. ὁ δʼ Ἀπόλλων ἀνεῖλεν, [*](ἀνεῖλεν *: ἀνεῖπεν ) ἔνθα ἂν ἴδῃ χορεύοντας ἀγροίκους θαλλοῖς ἐλαίας ἐστεφανωμένους. γενόμενος δὲ κατὰ τὸν τόπον τῆς Ἀσίας καὶ θεασάμενος φύλλοις ἐλαίας ἐστεφανωμένους γεωγοὺς καὶ χορεύοντας, ἔκτισεν αὐτοῦ πόλιν καὶ ἐκάλεσεν, Ἐλαιοῦντα· ὡς Πυθοκλῆς [*](Πυθοκλῆς] Mueller. 3 p. 488) ὁ Σάμιος ἐν τρίτῳ *gewrgikw=n. Τηλέγονος Ὀδυσσέως καὶ Κίρκης ἐπʼ ἀναζήτησιν τοῦ πατρὸς πεμφθεὶς ἔμαθε πόλιν κτίσαι, ἔνθα ἂν ἴδῃ γεωργοὺς ἐστεφανωμένους καὶ χορεύοντας. γενόμενος κατά τινα τόπον τῆς Ἰταλίας καὶ θεασάμενος ἀγροίκους πρινίνοις κλάδοις ἐστεφανωμένους καὶ ὀρχήσει προσευκαιροῦντας, ἔκτισε πόλιν, ἀπὸ τοῦ συγκυρήματος Πρίνιστον ὀνομάσας, ἣν Ῥωμαῖοι παραγώγως Πραίνεστον καλοῦσιν ὡς ἱστορεῖ Ἀριστοκλῆς [*](Ἀριστοκλῆς] idem 4 p. 330) ἐν τρίτῳ Ἰταλικῶν.