Parallela minora
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
Τεγεάταις καὶ Φενεάταις χρονίου πολέμου γενομένου, ἔδοξε τριδύμους ἀδελφοὺς πέμψαι τοὺς μαχησομένους περὶ τῆς νίκης. καὶ Τεγεᾶται μὲν οὖν τοὺς Ῥηξιμάχου παῖδας, Φενεᾶται δὲ τοὺς Δημοστράτου προυβάλοντο. [*](προυβάλοντο *: προυβάλλοντο ) συμβληθείσης δὲ τῆς μάχης, ἐφονεύθησαν τῶν Ῥηξιμάχου δύο· ὁ δὲ τρίτος
τοὔνομα Κριτόλαος στρατηγήματι περιεγένετο τῶν δύο· προσποιητὴν γὰρ φυγὴν σκηψάμενος καθʼ ἕνα τῶν διωκόντων ἀνεῖλε. καὶ ἐλθόντος, οἱ μὲν ἄλλοι συνεχάρησαν, μόνη δʼ οὐκ ἐχάρη ἡ ἀδελφὴ Δημοδίκη· πεφονεύκει γὰρ αὐτῆς τὸν κατηγγυημένον ἄνδρα Δημόδικον. ἀναξιοπαθήσας δʼ ὁ Κριτόλαος ἀνεῖλεν αὐτήν. φόνου δʼ ἀγόμενος ὑπὸ τῆς μητρὸς ἀπελύθη τῶν ἐγκλημάτων [*](τῶν ἐγκλημάτων] τοῦ ἐγκλήματος Stob. 39, 32) ὡς Δημάρατος [*](Δημάρατος] Mueller. 4 p. 379) ἐν δευτέρῳ Ἀρκαδικῶν. Ῥωμαῖοι καὶ Ἀλβανοὶ πολεμοῦντες τριδύμους προμάχους εἵλοντο, καὶ Ἀλβανοὶ μὲν Κουριατίους, Ῥωμαῖοι δʼ Ὡρατίους. συμβληθείσης δὲ τῆς μάχης, οἱ Κουριάτιοι δύο τῶν ἐναντίων ἀνεῖλον· ὁ δὲ περίλοιπος φυγῇ προσποιητῇ συμμάχῳ χρώμενος ἐφόνευσε καθʼ ἕνα τῶν ἐπιδιωκόντων. χαρέντων δὲ πάντων, μόνη ἡ ἀδελφὴ οὐ συνεχάρη Ὡρατία τὸν κατηγγυημένον ἄνδρα Κουριάτιον ἀνῃρηκότι· ὁ δʼ ἐφόνευσε τὴν ἀδελφὴν ὥς φησιν Ἀριστείδης [*](Ἀριστείδης] idem 4 p. 323) ὁ Μιλήσιος ἐν Ἰταλικοῖς.ἐν Ἰλίῳ τοῦ ναοῦ τῆς Ἀθηνᾶς ἐμπρησθέντος, προσδραμὼν Ἶλος τὸ διοπετὲς ἥρπασε παλλάδιον καὶ ἐτυφλώθη οὐ γὰρ ἐξῆν [*](ἐξῆν W: ἐξὸν ) ὑπʼ ἀνδρὸς βλέπεσθαι ὕστερον δʼ ἐξιλασάμενος ἀνέβλεψεν ὡς Δέρκυλλος [*](Δέρκυλλος] Mueller. 4 p. 387) ἐν πρώτῳ *kti/sewn. Ἀντύλος [*](Ἀντύλος] Μέτελλος Basileensis) ἀνὴρ τῶν ἐπισήμων πορευόμενος εἰς τὸ προάστειον ὑπὸ κοράκων ἐπεσχέθη παιόντων
ταῖς πτέρυξι. φοβηθεὶς δὲ τὸν οἰωνὸν εἰς Ῥώμην ὑπέστρεψεν. ἰδὼν δὲ τὸ τέμενος τῆς Ἑστίας καιόμενον καὶ τὸ παλλάδιον ἁρπάσας ἐτυφλώθη· ὕστερον δʼ ἀνέβλεψεν ἐξιλασάμενος· ὡς Ἀριστείδης [*](Ἀριστείδης] Mueller. 4 p. 323) Μιλήσιος ἐν Ἰταλικοῖς.