Parallela minora
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
Θρᾶικες Ἀθηναίοις πολεμοῦντες χρησμὸν ἔλαβον, ὡς, ἐὰν Κόδρου φείσωνται, νικῆσαι; ὁ δὲ δρέπανον λαβὼν ἧκεν εἰς τοὺς ἐναντίους ἐν εὐτελοῦς σχήματι, καὶ ἕνα φονεύσας ὑπὸ θατέρου ἀνῃρέθη. οὕτω τʼ ἐνίκησαν οἱ Ἀθηναῖοι· ὡς Σωκράτης [*](Σωκράτης] Σώστρατος idem 4 p. 504) ἐν δευτέρῳ Θρᾳκικῶν. Πούπλιος Πούπλιος Δέκιος πρὸς Ἀλβανοὺς πολεμῶν ὄναρ εἶδεν, ἐὰν ἀποθάνῃ, Ῥώμην προσποιήσειν Ῥωμαίοις. ἐλθὼν εἰς μέσους καὶ πολλοὺς φονεύσας ἀνῃρέθη. ὁμοίως δὲ καὶ ὁ υἱὸς αὐτοῦ Δέκιος ἐν τῷ πρὸς Γάλλους πολέμῳ τοὺς Ῥωμαίους διέσῳσεν ὡς Ἀριστείδης Μιλήσιος
Κυάνιππος γένει Συρακούσιος μόνῳ Διονύσῳ οὐκ ἔθυεν ὁ δὲ θεὸς ὀργισθεὶς μέθην ἐνέσκηψε, καὶ ἐν τόπῳ σκοτεινῷ τὴν θυγατέρα ἐβιάσατο Κυάνην ἡ δὲ τὸν δακτύλιον περιελομένη ἔδωκε τῇ τροφῷ, ἐσόμενον ἀναγνώρισμα. λοιμωξάντων δὲ καὶ τοῦ Πυθίου εἰπόντος μὲν δεῖν τὸν ἀσεβῆ τροπαίοις θεοῖς; σφαγιάσαι, τῶν δʼ ἄλλων ἀγνοούντων τὸν χρησμόν, γνοῦσα ἡ Κυάνη καὶ ἐπιλαβομένη τῶν τριχῶν εἷλκε, καὶ αὐτὴ κατασφάξασα τὸν πατέρα
ἑαυτὴν ἐπέσφαξε· καθάπερ Δοσίθεος [*](Δοσίθεος] Mueller. 4 p. 401) ἐν τῷ τρίτῳ Σικελικῶν. τῶν Διονυσίων ἐν τῇ Ῥώμῃ ἀγομένων, Ἀρούντιος [*](Ἀρούντιος *: ἀρνούτιος ) ἐκ γενετῆς ὑδροπότης; ἐξουδένιζε τὴν τοῦ θεοῦ δύναμιν· ὁ δὲ μέθην ἐνέβαλε, καὶ ἐβιάσατο τὴν θυγατέρα Μεδουλλίναν. ἡ δὲ ἐκ δακτυλίου γνοῦσα τὸ γένος καὶ πρεσβύτερα τῆς ἡλικίας φρονήσασα, μεθύσασα τὸν πατέρα καὶ στεφανώσασα ἤγαγεν ἐπὶ τὸν βωμὸν τῆς Ἀστραπῆς καὶ δακρύσασα ἀνεῖλε τὸν ἐπίβουλον τῆς παρθενίας· ὡς Ἀριστείδης [*](Ἀριστείδης] Mueller. 4 p. 321) ἐν τρίτῃ Ἰταλικῶν.