Parallela minora
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
Ποινῶν καὶ Σικελιωτῶν τὴν κατὰ Ῥωμαίων συμμαχίαν ἑτοιμαζόντων, Μέτελλος [*](Μεταλίαν] Μετέλλαν?) στρατηγὸς μόνῃ τῇ Ἑστίᾳ οὐκ ἔθυσεν ἡ δὲ πνεῦμα ἀντέπνευσε ταῖς ναυσί. Γάιος δὲ Ἰούλιος μάντις εἶπε λωφῆσαι, ἐὰν προθύσῃ τὴν θυγατέρα. ὁ δʼ ἀναγκασθεὶς Μεταλίαν τὴν θυγατέρα προσῆγεν· [*](προσὴγεν] τοῖς βωμοῖς προσὴγεν H) ἡ δὲ Ἑστία ἐλεήσασα δάμαλιν ὑπέβαλε καὶ αὐτὴν ἐκόμισεν εἰς Λαμούσιον, καὶ ἱέρειαν τοῦ σεβομένου παρʼ
αὐτοῖς δράκοντος ἀπέδειξεν ὡς Πυθοκλῆς; [*](Πυθοκλῆς] Mueller. 4 p. 488) ἐν τρίτῃ Ἰταλικῶν. Αὐλίδι τῆς Βοιωτίας τὰ περὶ Ἰφιγένειαν ὁμοίως ἱστορεῖ Μένυλλος [*](Μένυλλος idem 4 p. 452: μέρυλλος ) ἐν πρώτῳ Βοιωτιακῶν.Βρέννος Γαλατῶν βασιλεὺς λεηλατῶν τὴν Ἀσίαν ἐπὶ Ἔφεσον ἦλθε, καὶ ἠράσθη παρθένου Δημονίκης [*](Δημονίκης Stob. 10, 71: δημοτικῆς ) ἡ δὲ συνελθεῖν ὑπέσχετο, ἐὰν τὰ ψέλλια καὶ τὸν κόσμον τῶν γυναικῶν δῷ αὐτῇ, καὶ τὴν Ἔφεσον προδοῦναι ὁ δʼ ἠξίωσε τοὺς στρατιώτας ἐμβαλεῖν εἰς τὸν κόλπον ὃν εἶχον χρυσὸν τῆς φιλαργύρου. ποιησάντων δέ, ὑπὸ τῆς δαψιλείας τοῦ χρυσοῦ ζῶσα κατεχώσθη · καθάπερ ἱστορεῖ Κλειτοφῶν [*](Κλειτοφῶν] cf. Lib. de Fluviis 6, 4) ἐν πρώτῳ Γαλατικῶν. Ταρπηΐα τῶν εὐσχημόνων παρθένων τοῦ Καπιτωλίου φύλαξ, Ῥωμαίων πρὸς Σαβίνους πολεμούντων, ὑπέσχετο τῷ Τατίῳ δώσειν εἴσοδον εἰς τὸ Ταρπήιον ὄρος, ἐὰν μισθὸν λάβῃ τοὺς ὅρμους, οὓς ἐφόρουν κόσμου χάριν. Σαβῖνοι δὲ ποιήσαντες ζῶσαν κατέχωσαν ὡς Ἀριστείδης [*](Ἀριστείδης] Mueller. 4 p. 323) Μιλήσιος ἐν Ἰταλικοῖς.