Parallela minora
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol 2. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
Ἐπαμεινώνδας ὁ τῶν Θηβαίων στρατηγὸς ἔχων πρὸς Λακεδαιμονίους πόλεμον καὶ ἀρχαιρεσιῶν ἀγομένων ἧκεν ἐς πατρίδα, παραγγείλας τῷ παιδὶ Στησιμβρότῳ μὴ συμβάλλειν. Λακεδαιμόνιοι μαθόντες τὴν ἀπουσίαν ἐβλασφήμουν τὸν νεανίαν ὡς ἄνανδρον ὁ δʼ ἀγανακτήσας καὶ ἐπιλαθόμενος τοῦ πατρὸς; συνέβαλε καὶ ἐνίκησεν· ὁ δὲ πατὴρ βαρέως ἐνέγκας στεφανώσας ἐτραχηλοκόπησεν, ὡς Κτησιφῶν [*](Κτησιφῶν] idem 4 p. 375) ἱστορεῖ ἐν τρίτῳ Βοιωτιακῶν. Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες ἐχειροτόνησαν Μάλλιον [*](Μάλλιον * hic et infra: μάλιον ) τὸν Ἐπιτάκτην ἐπικληθέντα. οὗτος διὰ χειροτονίαν ὑπατικὴν εἰς Ῥώμην πορευόμενος τῷ υἱῷ προσέταξε μὴ συμβαλεῖν. οἱ δὲ Σαμνῖται μαθόντες βλασφημίαις ἐξουδένιζον τὸν νεανίαν ὁ δὲ ταραχθεὶς ἐνίκησεν Μάλλιος δʼ
αὐτὸν ἐτραχηλοκόπησεν καθάπερ ἱστορεῖ Ἀριστείδης [*](Ἀριστείδης] Mueller. 4 p. 323) Μιλήσιος.Ἡρακλῆς τοῦ Ἰόλης· γάμου ἀποτυχὼν τὴν Οἰχαλίαν ἐπόρθησεν. ἡ δʼ Ἰόλη ἀπὸ τοῦ τείχους ἔρριψεν ἑαυτήν. συνέβη δέ, κολπωθείσης ὑπὸ ἀνέμου τῆς ἐσθῆτος, μηδὲν παθεῖν· καθάπερ ἱστορεῖ Νικίας [*](Νικίας] idem 4 p. 463) Μαλλώτης. [*](Μαλλώτης *: μαλεώτης ) Ῥωμαῖοι πολεμοῦντες πρὸς Τοῦσκον ἐχειροτόνησαν Βαλέριον Τορκουᾶτον. οὗτος θεασάμενος τοῦ βασιλέως τὴν θυγατέρα τοὔνομα Κλουσίαν ᾐτεῖτο παρὰ τοῦ Τούσκου τὴν θυγατέρα, μὴ τυχὼν δʼ ἐπόρθει τὴν πόλιν. ἡ δὲ Κλουσία ἀπὸ τῶν πύργων ἔρριψεν ἑαυτήν· προνοίᾳ δʼ Ἀφροδίτης κολπωθείσης τῆς ἐσθῆτος, διεσώθη ἐπὶ τὴν γῆν· ἣν ὁ στρατηγὸς ἔφθειρε, καὶ τούτων [*](τούτων Huttenus: διὰ τούτων ) πάντων ἕνεκα ἐξωρίσθη κοινῷ δόγματι ὑπὸ Ῥωμαίων εἰς Κόρσικαν νῆσον πρὸ τῆς Ἰταλίας· ὡς Θεόφιλος [*](Θεόφιλος] Mueller. 4 p. 515) ἐν τρίτῳ Ἰταλικῶν.