Lacaenarum Apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Γυρτιάς, Ἀκροτάτου ποτὲ τοῦ θυγατριδοῦ αὐτῆς ἔκ τινος τῶν παίδων μάχης πολλὰς πληγὰς λαβόντος καὶ ἀπενεχθέντος οἴκαδε ὡς τεθνηκότος, κλαιόντων τῶν οἰκείων τε καὶ γνωρίμων, οὐ σιωπήσετε; ἔφη· ἔδειξε γὰρ οἵου αἵματος ἦν, καὶ οὐκ ἔφη δεῖν τοὺς ἀγαθοὺς βοᾶν ἀλλʼ ἰατρεύεσθαι .

ὅτε ἄγγελος ἦλθεν ἐκ Κρήτης τὸν Ἀκροτάτου θάνατον ἀπαγγέλλων, οὐκ ἔμελλεν ἔφη πρὸς τοὺς πολεμίους ἥκων ἢ αὐτὸς ὑπʼ ἐκείνων ἀποθανεῖσθαι

ἢ κατακανεῖν [*](κατακανεῖν] Cobetus: κατακάνειν) ἐκείνους; ἥδιον δʼ ἀκούειν ὅτι ἀπέθανε καὶ ἑαυτῆς καὶ τῆς πόλεως ἀξίως καὶ τῶν προγόνων, ἢ εἰ ἔζη τὸν ἅπαντα χρόνον κακὸς ὤν.