Lacaenarum Apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Δαματρία τὸν υἱὸν δειλὸν καὶ ἀνάξιον ἑαυτῆς ἀκούσασα, παραγενόμενον ἀνεῖλε τὸ δʼ ἐπίγραμμα ἐπʼ αὐτῆς τόδε

  1. τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρ,
  2. [*](Anthol. Pal. VII 433)
  3. ἁ Λακεδαιμονία τὸν Λακεδαιμόνιον.

ἑτέρα Λάκαινα τὸν υἱὸν λιποτακτήσαντα [*](λιποτακτήσαντα *: λειποτακτήσαντα ) ὡς ἀνάξιον τῆς πατρίδος ἀνεῖλεν, εἰποῦσα οὐκ ἐμὸν τὸ φίτυμα ἐφʼ ἧς τὸ ἐπίγραμμα τόδε

  1. ʼἔρρε κακὸν φίτυμα διὰ σκότος, οὗ διὰ μῖσος
  2. Εὐρώτας δειλαῖς μηδʼ ἐλάφοισι ῥέοι.
  3. [*](Anthol. Pal. VII 433)
  4. ἀχρεῖον σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθʼ Ἅιδαν,
  5. ἔρρε· τὸ μὴ Σπάρτας ἄξιον οὐδʼ ἔτεκον.