Lacaenarum Apophthegmata

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙ. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐρωτηθεῖσα δὲ ὑπό τινος Ἀττικῆς διὰ τί ὑμεῖς ἄρχετε μόναι τῶν ἀνδρῶν αἱ Λάκαιναι; [*](Λάκαιναι *: λάκωναι ) ὅτι ἔφη καί τίκτομεν μόναι ἄνδρας.

Προτρεπομένη δὲ τὸν ἄνδρα Λεωνίδαν ἐξιόντα εἰς Θερμοπύλας ἄξιον τῆς Σπάρτης φανῆναι, ἠρώτα τί χρὴ πράττειν· ὁ δὲ ἔφη ἀγαθὸν γαμεῖν καὶ ἀγαθά τίκτειν.