Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ὁ δὲ Λύσανδρος, δεινὸς σοφιστὴς γενόμενος καὶ ἀπάταις τὰ πολλὰ ποικίλλων, τὸ δίκαιον ἐν μόνῳ τῷ λυσιτελεῖ τιθέμενος καὶ τὸ καλὸν ἐν τῷ συμφέροντι, τὸ ἀληθὲς ἔλεγε τοῦ ψεύδους κρεῖττον εἶναι, ἑκατέρου δὲ τῇ χρείᾳ τὴν ἀξίαν καὶ τὴν τιμὴν ὁρίζεσθαι.

πρὸς δὲ τοὺς ψέγοντας αὐτὸν ἐπὶ τῷ διʼ ἀπάτης τὰ πλεῖστα πράττειν ὡς ἀνάξιον τοῦ

Ἡρακλέους καὶ δόλῳ, οὐκ ἄντικρυς κατορθοῦντα, γελῶν ἔλεγεν ὅπου μὴ ἐφικνεῖται τῇ λεοντῆ, [*](τῇ λεοντῇ] ἡ λεοντῆ Car. Schmidtius) προσραπτέον εἶναι τὴν ἀλωπεκῆν.

Ἐπιμεμφομένων [*](ἐπιμεμφομένων W: ἀπομεμφομένων ) δʼ ἑτέρων αὐτὸν ἐπὶ ταῖς παραβάσεσι τῶν ὅρκων, οὓς ἐν Μιλήτῳ ἐποιήσατο, ἔλεγε τοὺς μὲν παῖδας ἀστραγάλοις δεῖ ἐξαπατᾶν, τοὺς δὲ ἄνδρας ὅρκοις.