Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

παρήγγειλε δὲ ἐν τοῖς πολέμοις τρεψαμένους καὶ νικήσαντας μέχρι τοῦ βεβαιώσασθαι τὸ νίκημα ἐπιδιώκειν, εἶτα εὐθὺς; ἀναχωρεῖν οὔτε γενναῖον [*](οὔτε γενναῖον supplevi ex Vit. Lyc. c. 22) οὔτε Ἑλληνικὸν φονεύειν τοὺς παρακεχωρηκότας φάσκων, ἀλλὰ φείδεσθαι. ἦν δʼ οὐ μόνον καλὸν τοῦτο καὶ μεγαλόψυχον [*](ἀλλὰ φείδεσθαι - - μεγαλόψυχον ex eodem fonte addidi) ἀλλὰ καὶ χρήσιμον· εἰδότας γὰρ τοὺς μαχομένους πρὸς αὑτοὺς ὅτι φείδονται μὲν

τῶν ἐνδιδόντων, ἀναιροῦσι δὲ τοὺς ὑφισταμένους, τοῦ μένειν τὸ φεύγειν ὠφελιμώτερον ἡγήσεσθαι.

πυνθανομένου δέ τινος, διὰ τί τοὺς τῶν πολεμίων νεκροὺς ἀπηγόρευσε σκυλεύειν, ὅπως ἔφη μὴ κυπτάζοντες περὶ τὰ σκῦλα τῆς μάχης ἀμελῶσιν, ἀλλὰ καὶ τὴν πενίαν ἅμα τῇ τάξει διασῴζωσι.

Λύσανδρος, Διονυσίου τοῦ τῆς Σικελίας τυράννου πέμψαντος αὐτοῦ ταῖς θυγατράσιν ἱμάτια πολυτελῆ, οὐκ ἔλαβεν εἰπὼν δεδιέναι, μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν ἀλλʼ ὀλίγον ὕστερον πρὸς; τὸν αὐτὸν τύραννον ἐκ τῆς αὐτῆς πόλεως ἀποσταλεὶς πρεσβευτής, [*](ἀλλʼ ὀλίγον ὕστερον - - πρεσβευτής] vid. Praefat. p. XXXIII) προσπέμψαντος αὐτῷ τοῦ Διονυσίου δύο στολὰς καὶ κελεύσαντος ἣν βούλεται ταύτην ἑλόμενον τῇ θυγατρὶ κομίζειν, αὐτὴν ἐκείνην ἔφη βέλτιον αἱρήσεσθαι· καὶ λαβὼν ἀμφοτέρας,· ἀπῆλθεν.